Historia ecclesiastica (fragmenta e vita Constantini) (cod. Angelic. 22) 1.7aVita Constantini Cod. Angelic. A f. 15v Franchi de' Cav. 93: Τοῦ τοίνυν ̓

 ὑπογράψαντες αδειαν εχειν, ει τε καὶ ἀνηνάμενοι φυγεῖν. οἱ δὲ φεύγειν ᾑροῦντο καὶ πρὸς τὸν τῆς ἀπωλείας βυθόν, ωσπερ ην αὐτοῖς αξιον, καταδύεσθ

 γυναικός, ἐπιταραχθεὶς τὸ δικαστικὸν τῆς ψυχῆς καὶ μηδὲ λόγου μηδενὸς αὐτῷ μεταδούς. ̓Αλλ' οὐκ ἐφύπνωσεν ἡ δίκη τῷ πάθει· περιῆλθεν γὰρ πρὸς τὴν μητρυ

 χειροτονηθέντος, τὸ τῆς πόλεως ψήφισμα δεξάμενος ὁ μέγας Κωνσταντῖνος ὁ βασιλεὺς ησθη τε καὶ γράφει τοῖς ̓Αλεξανδρεῦσι τὴν δύναμιν ταύτην· « ̓Εντυχὼν

γυναικός, ἐπιταραχθεὶς τὸ δικαστικὸν τῆς ψυχῆς καὶ μηδὲ λόγου μηδενὸς αὐτῷ μεταδούς. ̓Αλλ' οὐκ ἐφύπνωσεν ἡ δίκη τῷ πάθει· περιῆλθεν γὰρ πρὸς τὴν μητρυιὰν τιμωρία προσήκουσα. ἡ μὲν γὰρ εἰς ἐπιθυμίαν αυθίς τινος τῶν τοῦ βασιλέως προδρόμων, ους κούρσωρας εἰώθασιν οἱ ̔Ρωμαῖοι καλεῖν, ἀφικομένη καὶ ἁλοῦσα τῇ πράξει, διαφθείρεται πρὸς τοῦ αὐτῆς ἀνδρός, ἐντειλαμένου τοῖς αὐτῆς εὐνούχοις ἐκ τἀφανοῦς, ἐπειδὰν εἰς βαλανεῖον ἀφίκηται, περὶ δὴ τὴν θεραπείαν αὐτῆς καὶ ἀναινομένης ενδον πλείω διελκύσαι χρόνον, κατὰ διαδοχὴν ἀλλήλους διαναπαύοντας, εστ' αν ὑπὸ τοῦ πνίγους λιποθυμήσειεν ἡ γυνή· καπειτ' ἐξαγαγεῖν αὐτὴν ηδη τὰς ἐσχάτας ελκουσαν ἀναπνοάς, κοπτομένους δῆθεν ὡς οὐ κατ' ἐπιβουλὴν μᾶλλον η κατὰ τὴν τοῦ λουτροῦ περιπέτειαν ἐκλίποι τὸ ζῆν· ινα τό τε εργον ἐκπραχθείη τῆς τιμωρίας καὶ τὴν ἐπὶ τῇ αἰτίᾳ δύσκλειαν ἀφανίσειεν ὁ τρόπος. ̔Η μὲν ουν τοῦτο τῆς περὶ τὸν νέον ἀδικίας ἐξήνεγκε τέλος· οὐκ οιδα δὲ εἰ ἀληθῆ ταῦτα ειρηκεν Φιλοστόργιος ὁ φιλοψευδέστατος κατὰ Κωνσταντίνου τοῦ καλλινίκου καὶ εὐσεβοῦς ουπερ οὐκ εστιν ῥᾳδίως εἰπεῖν ὁπόσαι τοῦ σώματός τε καὶ τῆς ψυχῆς διέλαμπον ἀρεταί· ὁ γὰρ ἀνὴρ οὐ μόνον τὴν ἐκ τῶν πολεμικῶν εργων δόξαν ειχεν, ἀλλὰ καὶ τῶν τῆς ψυχῆς ἐκοσμεῖτο καλῶν. ουτος ὁ Κ. usw. † unt. 9a S. 20, 192.9aVita Constantini Cod. Angelic. A f. 25r Franchi de' Cav. 97, s. ob. S. 17, 33: Ουτος ὁ Κωνσταντῖνος ηδη πέμπτου καὶ εἰκοστοῦ τῆς αὐτοῦ βασιλείας ἐπιβὰς ετους, ὑπατευόντων ἐκεῖνον τὸν ἐνιαυτὸν Γαλλικανοῦ καὶ Συμμάχου, πόλιν ἠβουλήθη κτίσασθαι μεγάλην, μνημεῖον τῆς ἑαυτοῦ βασιλείας καὶ δόξης τοῖς ἐπιγινομένοις folgt Exc. Tripart. † Polyd. 268, 5-11. Theophan. 23, 22-27. Bios di Costantino ed. Guidi Rendic. Accad. Lincei 1907 S. 336, 15-19. Ebd. f. 25v: Τὴν τοίνυν Θρᾴκην Κωνσταντῖνος καταλαβὼν ἐς τὰ μάλιστα δὴ τότε εὐθηνουμένην, καὶ τὸ Βυζάντιον καταμαθὼν ὡς αριστα γῆς τε καὶ θαλάττης εχοι, ἱδρύθη δὴ ἐνταῦθα· καὶ τὸν αὐχένα τῆς χερρονήσου διαλαβών (χερρόνησος γάρ ἐστι τὸ χωρίον), ἐτείχιζεν ἐκ θαλάττης εἰς θάλατταν, ἐντὸς τά τε προάστεια καὶ τοὺς πλησίον λόφους ποιούμενος, ὡς τῆς κτιζομένης πόλεως διὰ πλάτους περιβολὴν μοῖραν ειναι μικρὰν τὴν ἀρχαίαν πόλιν. ενθα γὰρ νῦν ὁ πορφυροῦς καὶ μέγας ἐστὶ κίων ἑστὼς ὁ τὸν αὐτοῦ κολοττὸν φέρων, ἐντεῦθεν τὴν ἀρχὴν ποιησάμενος, τὸ λοιπὸν απαν ἐπί τε ἑκατέραν θάλατταν καὶ τὴν μεσόγειον ἁπλούμενον τῆς ἑαυτοῦ παλάμης καὶ δυνάμεως ἐξήνυσεν εργον. ̓Ακήκοα δὲ εγωγε καὶ τοῦτο τῶν πρεσβυτάτων καὶ ἀξιολόγων διηγουμένων ὡς ὁ Κωνσταντῖνος, ὁπηνίκα τὰς πύλας ὁριούμενος τοῦ τείχους ἡγεῖτο τῶν ἑπομένων ἀφ' ου μέτρου τὸν περίβολον εδει τὴν ἐργασίαν λαβεῖν, ῃει τὸ πρόσω βάδην τε χωρῶν καὶ τὸ δόρυ τῇ χειρὶ φέρων. ὡς δὲ πρῶτον ὑπερβὰς λόφον ἐπὶ δεύτερον ῃει, καὶ τοῦτον ὑπερελθὼν ετι τὸ πρόσω προυβαινε μείζον μῆκος διαμετρούμενος η τοῖς ἀκολουθοῦσιν ἐφαίνετο μετρίως εχειν, προσελθών τις ἀπὸ τῶν παρρησίαν πρὸς αὐτὸν ἀγόντων ηρετο· «εως ποῦ, δέσποτα;» ὁ δὲ διαρρήδην ἀποκρινάμενος· «εως αν, εφη, ὁ εμπροσθέν μου στῇ», ὡς γενέσθαι σαφὲς οτι ἀγγέλων τις ἐῴκει προπορεύεσθαι τὰ μέτρα παραδώσαν, ὡς πάνυ γε δὴ θεῷ κεχαρισμένως τῆς πόλεως ταύτης οἰκιζομένης, οὐκ ελαττον η τὸ πάλαι τῆς ̔Ιερουσαλήμ· καὶ γὰρ καὶ ημελλε κἀνταῦθα κοινὸν συστήσασθαι πρυτανεῖον εὐσεβείας. εως γοῦν οποι τὸ φαινόμενον ειδος χωροῦν επειτα εστη καὶ διαλυθὲν ην ἀφανές, ἐκεῖ καὶ ὁ Κωνσταντῖνος παραγενόμενος τὸ δόρυ τε ἐπήξατο καὶ εφη διαρρήδην· «εως ἐνταῦθα», ενθα καὶ νῦν εἰσιν αἱ μεγάλαι πύλαι τῆς πόλεως. Τὴν δὲ πόλιν κτίσας ενδοξον αὐτὴν ἐκάλεσε ̔Ρώμην, ουτω κατὰ τὴν τῶν ̓Ιταλῶν γλῶτταν «Αλμα ̔Ρώμα» τὴν προσηγορίαν αὐτῇ θέμενος. καὶ βουλήν τε ἐν αὐτῇ σύγκλητον ἱδρύσατο καὶ σιτηρεσίου δαπάνην πολυτελεστάτην τοῖς οἰκήτορσι κατένειμε, καὶ τὸν αλλον ἐν αὐτῇ τῆς πολιτείας κατεστήσατο κόσμον, ὡς ἀρκεῖν εἰς ἀντίπαλον κλέος τῇ προτέρᾳ ̔Ρώμῃ. 2.11a zu Z. 7-10 Vita Constantini Cod. Angelic. A f. 36v: Τοῦ δὲ μεγάλου ̓Αθανασίου