θεῷ πιστεύσας, διέλαμψεν· οἱ οὖν θεῷ πιστεύοντες, κἂν ἐξ ἀσήμων καὶ εὐτελῶν προέλθωσιν, ἐγείρονται ὑπὸ τοῦ θεοῦ καὶ τῆς Ἀβραὰμ γονῆς εἰς τὸν κλῆρον ἐγγράφονται τῆς πατρικῆς αὐτοῖς μηδὲν παρεμποδιζούσης δυσγενείας τε καὶ δυσσεβείας. ἢ καὶ ἄλλως. ὁ ἐκ γῆς διαπλάσας τὸν πρῶτον ἄνθρωπον καὶ παντὸς ἀνθρώπου τοῦτον ἐγείρας πατέρα δύναται καὶ ἐκ τῶν λίθων τοὺς ἐν γῇ ἀνθρώπους διαπλάσαι καὶ ἐγεῖραι τούτους καὶ ἀνυψῶσαι, ὥστε παραπλησίου τιμῆς καὶ δόξης τῆς τοῦ Ἀβραὰμ γενέσθαι κληρονόμους. Τὸ ἐκ τῶν λίθων τούτων οὐ τοὺς λίθους αὐτοὺς λέγει, ἀλλ' ὅτι ἐξ ἀνθρώπων ἀτελῶν καὶ ἀπίστων καὶ πενήτων δύναται μεγάλους τε καὶ ἐπισήμους ποιῆσαι, ἐάνπερ ἐθέλωσιν, καθάπερ ὁ Ἀβραὰμ πιστεύσας θεῶ ἐξ ἀσήμων γέγονεν ἐπίσημος. 9 Mt 3, 12 Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, τὴν κριτικὴν δύναμιν καὶ ἐξουσίαν σημαίνει, δι' ἧς τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος διακρίνεται· τὸ δὲ ἐν τῇ χειρὶ αὐτοῦ τὸ πρόχειρον καὶ ἀταλαίπωρον μηνύει· οὐ γὰρ μελέτῃ καὶ χρόνῳ καὶ διασκέψει, ἀλλὰ πρόχειρος καὶ ἐκ τοῦ παραχρῆμα βουλομένου θεοῦ ἡ διάκρισις. διαχωρίζονται δὲ οἱ δίκαιοι τῶν ἁμαρτωλῶν, ὧν τοὺς μὲν σῖτον ὠνόμασεν μηδὲν ἀλλότριον τοῦ ἐξ ἀρχῆς ὑπὸ θεοῦ καλοῦ σπέρματος καταβληθέντος τῇ φύσει ἐπισύροντας, τοὺς δὲ ἁμαρτωλοὺς ἄχυρον ὅλον τὸ γένος διανοθεύσαντας καὶ εἰς ἀλλόκοτον φύσιν διὰ κακίας ἐντελευτήσαντας. Ὥσπερ γὰρ ἐπὶ τῶν ἄλλων ἐπιστημῶν ἐστι τινὰ ὄργανα διακριτικὰ τῶν κατὰ τὴν τέχνην καλῶν τε καὶ ἐναντίων, οὕτω καὶ ἐν τοῖς γεωργουμένοις ἡ ἅλως ἐστὶ καὶ τὸ πτύον· ἐν γὰρ τῇ ἅλωνι ὁ σῖτος ἀπὸ τοῦ ἀχύρου διακρίνεται. οἷστισι παρεικάζει τήν τε ἐκκλησίαν καὶ τὴν διακρίνουσαν τοῦ θεοῦ δύναμιν ἀπὸ τῶν ἀγαθῶν τοὺς μὴ τοιούτους. 10 Mt 4, 5 8 Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος, ἀντὶ τοῦ· ἐνδίδοται καὶ παραχωρεῖται τῷ διαβόλῳ τὸ ἐπιθύμημα, ἵνα πλέον καταισχυνθῇ· ἐπεθύμει γὰρ καὶ ἤθελεν εἰς τὸ πτερύγιον καὶ εἰς τὸ ὄρος ἀνελθεῖν τὸν Χριστὸν ὡς ἂν παλαίσῃ αὐτῷ τοῖς πειρασμοῖς· γίνεται δὴ τοῦτο καὶ ἄνεισιν ὁ κύριος ἡμῶν ἐπὶ τὸ πτερύγιον καὶ ἐπὶ τὸ ὄρος καὶ πανταχόθεν αὐτὸν αἰσχύνει καταβαλών. Τὸ παραλαμβάνει αὐτὸν ὁ διάβολος οὐχ ὅτι μετ' ἐξουσίας αὐτὸν ἔλαβεν, ἀλλ' ἐνδείκνυται ὡς παραχωρήσαντος τοῦ Χριστοῦ παρέλαβε. καὶ τοῦτο οἰκονομικῶς, ἵνα πληρωθείσης τῆς τοῦ διαβόλου ἐπιθυμίας καταισχυνθῇ τελείως καὶ ἡττηθῇ. 11 Mt 5, 1 Ἐκάθισεν ὁ Χριστός, ἵνα οἱ μὲν ὄχλοι διὰ τὰ ὑπ' αὐτοῦ γινόμενα θαύματα πιστεύσωσιν, οἱ δὲ μαθηταὶ διδασκόμενοι ἔτι ἐλλαμφθήσονται καὶ νοήσωσιν, ὅτι οὐ μόνον ἄνθρωπός ἐστιν, ἀλλὰ καὶ θεός· οὐ γὰρ σωμάτων μόνον, ἀλλὰ καὶ ψυχῶν ὑπῆρξε θεραπευτής. 12 Mt 5, 13 Ἅλας τῆς γῆς φησι τοὺς τὰ θεῖα διδάσκοντας λόγια στύφοντα καὶ ῥωννύοντα τὸν νοῦν τῶν ἀκουόντων. 13 Mt 5, 17 Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον· ἐκεῖνος γὰρ καταλύει τὸν νόμον ὁ μὴ πληρῶν τὸν νόμον. ὁ δὲ πληρῶν τὸν νόμον, μὴ πληρῶν δὲ μόνον, ἀλλὰ καὶ εἰς ἀκρίβειαν τελειοτέραν ἀνάγων πῶς οὐ μᾶλλον φυλάσσει; ὥσπερ οὖν ὁ τὴν ἐν σκιάσμασι τυπωθεῖσαν τοῦ ἀνθρώπου μορφήν, ὥσπερ οὖν ὁ ταύτην τῇ τῶν χρωμάτων παρενθέσει καὶ ἐπιβολῇ μορφοποιῶν οὐ τοὺς ἐν αὐτῇ προχαραχθέντας τύπους κατέλυσεν, ἀλλ' εἰς ἀπαρτισμὸν καὶ τελειότητα τὸ ἀτελὲς αὐτῶν ἤνεγκεν, οὕτως καὶ ὁ δεσπότης ἡμῶν θεὸς οὐ τὴν ἐν νόμῳ οἱονεὶ προτυπωθεῖσαν καὶ σκιαγραφηθεῖσαν τοῦ εὐαγγελίου πολιτείαν κατέλυσεν, πολλοῦ γε καὶ δεῖ, ἀλλὰ ταύτην ἐφανέρωσέν τε καὶ ἐτράνωσεν πᾶσαν τὴν ἐν νόμῳ ἀναπληρώσας ἀτέλειαν καὶ προαγαγὼν εἰς ἀνυπέρβλητον τελειότητα. Ὁ πληρῶν νόμον καὶ εἰς ἀκρίβειαν ἄγων αὐτόν, φυλάττων μᾶλλον νόμον ἐστίν, οὐ μὴν καταλύων· ὁ γὰρ τὴν σκιαγραφίαν τῆς εἰκόνος ἀναπληρῶν διὰ τῶν χρωμάτων, τελειωτὴς ἂν λέγοιτο τῆς εἰκόνος, ἤπερ ἀναιρετὴς αὐτῆς· τὴν γὰρ σκιαγραφηθεῖσαν πρότερον ἐν τῷ νόμῳ πολιτείαν ἐλθὼν ὁ Χριστὸς ἐθεράπευσέ τε καὶ τετελείωκεν. 14 Mt 5, 19 Μίαν τῶν ἐντολῶν τῶν ἐλαχίστων, τῶν τοῖς πολλοῖς δοκούντων εὐτελῶν καὶ εὐκαταφρονήτων εἶναι· οἱ γὰρ αὐτοῦ ἐκείνου κατεπαιρόμενοι τοῦ νομοθέτου καὶ