σαρκὸς εἶναι. δόξαν δὲ πολλάκις ἡ γραφὴ λέγει αὐτὴν τοῦ θεοῦ τὴν οὐσίαν· ἐπειδὴ γὰρ ἀψηλάφητος καὶ ἀνέφικτος, δόξαν αὐτὴν ὠνόμασεν ἵνα μὴ λόγον ἀπαιτῇς ἀλλὰ προσκυνῇς. πρῶτος τὴν οὐσίαν τοῦ θεοῦ δόξαν λέγει Ἰεζεκιὴλ ἐν ὀπτασίαις θεασάμενος τὸν θεὸν καθεζόμενον, καὶ ἐπάγων· τοῦτο ὁμοίωμα τῆς δόξης κυρίου. ὅπερ ἀλλαχοῦ ἑρμηνεύων ὁ θεός φησιν· ἐγὼ ὁράσεις ἐπλήθυνα 307 καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην. ἣν οὖν εἶπε δόξαν ὁ Ἰεζεκιήλ, ταύτην ὁ θεός φησι τὸ ἐγώ. λέγει δὲ Παῦλος· ὃς ὢν ἀπαύγασμα τῆς δόξης-ποίας δόξης; -καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. κἀνταῦθα τοίνυν τὸ μὲν θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ τὴν σάρκα λέγει, τὸ δὲ πατὴρ τῆς δόξης κατὰ τὴν φύσιν. Καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. ἐν γὰρ τῷ αἰῶνι τούτῳ ὀνομάζομεν θρόνους, ἀρχάς, κυριότητας, ἐξουσίας, δυνάμεις, ἀγγέλους, ἀρχαγγέλους· ἐπειδὴ δὲ ἔστι μυρία τάγματα ἀοράτων δυνάμεων ἡμῖν ἄγνωστα καὶ διὰ τοῦτο ἀκατονόμαστα, μετὰ δὲ τὴν ἀνάστασιν ἔσται γνωστὰ καὶ λήψεται μετὰ τῆς γνώσεως καὶ τὴν παρ' ἡμῶν προσηγορίαν, διὰ τοῦτο εἶπεν· καὶ ἐν τῷ μέλλοντι. Eph 1,22-23 Καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντων τῇ ἐκκλησίᾳ, ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. διὰ τούτου ἐδήλωσεν ὅτι πλήρωμα τοῦ θεοῦ λέγει τὸ σῶμα τοῦ Χριστοῦ, τοῦτ' ἔστι τὴν ἐκκλησίαν. διὰ τί δὲ πλήρωμα; ἐπειδὴ πεπλήρωται θεοῦ· ὥσπερ γάρ, φησίν, ἐν πᾶσι τὰ πάντα πληροῖ, οὕτως καὶ ἐν τῇ ἐκκλησίᾳ πληροῦται κατὰ τὸ εἶναι αὐτὴν σῶμα τοῦ Χριστοῦ. Χριστοῦ οὖν σῶμα, πλήρωμα δὲ θεοῦ ἡ ἐκκλησία. Τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. ἔστι γὰρ ἐν οὐρανῷ, τοῦτ' ἔστιν ἐνεργῶν οὐχ ὡς ἐν γῇ, καὶ ἔστιν ἐν γῇ, οὐχ ὡς ἐν οὐρανῷ ἐνεργῶν, καὶ ἐν ἀγγέλοις, ἐν ἡλίῳ, ἀλλ' ἐν ἑκάστῳ κατὰ τὴν αὐτοῦ φύσιν· λέγει γὰρ ἀφ' ὧν μεταλαμβάνομεν ἡ γραφὴ περὶ θεοῦ, οὐκ ἀφ' ὧν αὐτός ἐστιν· τοῦτο γὰρ ἀκατάληπτόν ἐστιν. Eph 2,2-3 Κόσμος διττῶς λέγεται, καὶ ἡ σύστασις ἡ δημιουργικὴ καὶ τῶν ἀνθρώπων τὸ σύστημα τὸ πονηρόν. νυνὶ δὲ διεῖλε τοῖς ἀνόμοις τὰ πράγματα, αἰῶνα καλέσας τῶν ἀνθρώπων τὴν πονηρίαν καὶ τὴν ἁμαρτίαν, κόσμον δὲ τὴν σύστησιν τοῦ παντός, καθὼς καὶ ἐν τῇ πρὸς Γαλάτας λέγει· ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ. τοῦτον τὸν νῦν αἰῶνα λέγει. τὴν οὖν κοινὴν 308 ἀπόστασιν τῶν ἀνθρώπων καὶ πλάνην αἰῶνα ὠνόμασεν, ἧς μέρος ἦσαν ποτὲ καὶ οἱ νῦν πιστεύσαντες τῷ Χριστῷ. Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος τοῦ πνεύματος. φανερῶς διὰ τούτου δείκνυσιν ὁ ἀπόστολος, ὅτι οὐκ ἀπ' οὐρανοῦ ἄγγελος ἦν ὁ διάβολος, ἀλλ' ἀέριόν τι πονηρὸν πνεῦμα. κἂν ὁ κύριος λέγῃ· εἶδον τὸν σατανᾶν ὡς ἀστραπὴν πεσόντα ἐκ τοῦ οὐρανοῦ, οὐχὶ τὸν τόπον δείκνυσιν ὅθεν ἔπεσεν, ἀλλ' ἐπειδὴ ἄνωθεν ἡ ἀστραπὴ ὀξέως πίπτει, τὴν ὀξύτητα τῆς διαβολικῆς πτώσεως ἀστραπῇ παρέβαλε λέγων· ὡς ἀστραπὴ ἐξ οὐρανοῦ ὀξέως φέρεται, οὕτως εἶδον τὴν πτῶσιν αὐτοῦ ὀξεῖαν. Τοῦ νῦν ἐνεργοῦντος. ἐδήλωσεν ὅτι οὐ πάντοτε τὴν ἰσχὺν ὁ διάβολος ἔχει, ἀλλ' ἡ ἀσθένεια τῶν ἀνθρώπων ἰσχὺς αὐτῷ γέγονεν. Ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν. ἐκ τούτου δείκνυται ὅτι οὐκ ἀντίκειται ἡ σὰρξ τῇ ψυχῇ· συνεφώνει γὰρ εἰς τὴν ἁμαρτίαν. Καὶ ἦμεν τέκνα φύσει ὀργῆς. ὥσπερ υἱοὶ γεέννης, οὕτω καὶ τέκνα ὀργῆς. Eph 2,10 Ἐπειδὴ εἶπεν κτισθέντες, λέγει· ἡ κτίσις οἰκείωσίς ἐστιν. τὸ δὲ ἐπὶ ἔργοις ἀγαθοῖς ἐπήγαγεν, ἵνα λοιπὸν σαυτὸν οἰκοδομῇς. Eph 2,13 Οὐκ εἶπεν «ἐγγύτερον» τῶν πιστευσάντων ἀπὸ περιτομῆς, ἀλλ' ἐγγύς. Eph 2,14-15α Τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, οὐ τὸν φραγμόν, ἀλλὰ τὸ μεσότοιχον. τίς δὲ ὁ φραγμός; ἀφελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγήν, τοῦτ' ἔστι τὴν 309 ἀσφάλειαν τοῦ πνεύματος. τί δὲ τὸ μεσότοιχον; τὸ πρὸς τοὺς Ἕλληνας ἄμικτον· κεκώλυτο γὰρ Ἕλλησιν ἐπιμίγνυσθαι Ἰουδαίους, ἵναμὴ οἱ Ἰουδαῖοι εἰς τὴν εἰδωλολατρείαν καταπέσωσιν, οἱ καὶ χωρὶς τούτου εἰδωλολατροῦντες. καὶ τοῦτό ἐστιν ὃ λέγει ∆αυίδ· ὁ θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ. ἔδει γὰρ τὸ προζύμιον ἰσχυρὸν γενέσθαι, ἵν' οὕτως τὸ ὅλον