Fragmenta in epistulam ad Ephesios (in catenis)

 σαρκὸς εἶναι. δόξαν δὲ πολλάκις ἡ γραφὴ λέγει αὐτὴν τοῦ θεοῦ τὴν οὐσίαν· ἐπειδὴ γὰρ ἀψηλάφητος καὶ ἀνέφικτος, δόξαν αὐτὴν ὠνόμασεν ἵνα μὴ λόγον ἀπαιτῇ

 τοῦ κόσμου ζυμωθῇ. Τὸν νόμον τῶν ἐντολῶν τὸν νενομισμένον λέγει, ὡς ἀπὸ τῶν ἐντολῶν τῶν Μωϋσαϊκῶν. ἐν δόγμασι, τοῖς ἰδίοις, καταργήσας, ὧν ἐστιν· οὐ τ

 λέγει. Eph 5,14 Τὸ ἔγειρε, ὁ καθεύδων, καὶ τὰ ἑξῆς οὐδαμοῦ τῆς παλαιᾶς ἢ τῆς καινῆς εὑρίσκομεν γεγραμμένον. τί οὖν ἐστιν; χάρισμα ἦν τότε καὶ προσευχῆ

τοῦ κόσμου ζυμωθῇ. Τὸν νόμον τῶν ἐντολῶν τὸν νενομισμένον λέγει, ὡς ἀπὸ τῶν ἐντολῶν τῶν Μωϋσαϊκῶν. ἐν δόγμασι, τοῖς ἰδίοις, καταργήσας, ὧν ἐστιν· οὐ τὰ εἰσπορευόμενα κοινοῖ τὸν ἄνθρωπον-τοῦτο δὲ ἔλυεν τὸ τόδε φάγε, τόδε μὴ φάγῃς-, καὶ τὸ μὴ διδόναι βιβλίον ἀποστασίου-τοῦτο ὑπεναντίως εἶχε πρὸς τὸ κατὰ πᾶσαν αἰτίαν ἀφιέναι γυναῖκα-, καὶ τὸ ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς- ἐναντίον ἦν οἷς ἔδωκε Μωϋσῆς. καὶ ὅλως πολλὰ τοιαῦτα ἐστὶ δογματικὰ οἷς τὸν νόμον τῶν ἐντολῶν κατήργησεν, οὐ τὰς ἐντολὰς ὡς ἀτόπους, ἀλλὰ τὸ ἔθος ὡς οὐκέτι χρησιμεῦον. αἱ γὰρ ἐντολαὶ τιμῶνται κἂν μὴ ἐνεργῶσιν, ὁ δὲ νόμος λοιπόν, τοῦτ' ἔστι τὸ ὑπὸ νόμον τῶν ἐντολῶν καθ' ἡμᾶς εἶναι ἔβλαπτε μετὰ τὴν χάριν. Eph 2,15β-17 Ἕλληνες μὲν γὰρ τῆς εἰδωλολατρείας ὡς ἀσεβείας, Ἰουδαῖοι δὲ τοῦ νόμου ὡς οὐκέτι χρησιμεύοντος ἀφιστάμενοι, εἰς ἑτέραν τινὰ καινότητα εὐσεβείας ἀνοικοδομοῦνται. Ποιῶν εἰρήνην. ὁ γὰρ νόμος οὐ βούλεται εἰρήνην εἶναι. διὰ τί; ἵνα μὴ ἡ εἰρήνη ἡ σωματικὴ πόλεμον κατὰ τῆς εὐσεβείας ἐγείρῃ. Ἀμφοτέρους καταλλάξει τῷ θεῷ. ἐπειδὴ οἱ μὲν Ἕλληνες ἐπλανῶντο, οἱ δὲ Ἰουδαῖοι παραβεβήκεσαν. Ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ. πλάτος ἔχει τὸ νόημα ἐν συντομίᾳ ῥήματος· ἐπειδὴ γὰρ νόμος ἦν ὁ διιστῶν Ἰουδαίους Ἑλλήνων κατὰ τὸ προειρημένον, ἔμελλε δὲ παύεσθαι ὁ νόμος, οὐχ ἑτέρως δὲ ἐπαύσατο ἢ ἐπειδὴ ἐκ νεκρῶν ἀνέστη ὁ κύριος ᾧ ἔδει συναφθῆναι τὴν ἐκκλησίαν ἑτέρῳ ἀνδρὶ μετὰ νόμον, λέγει ὅτι ἐν τῇ σαρκὶ αὐτοῦ ἐκείνην τὴν ἔχθραν ἀπέκτεινε παύσας τὸν νόμον. 310 Καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς. τοῦτο δείκνυσιν ὅτι οὐκ ἀσεβῆ τὸν νόμον λέγει τὸν Μωϋσέως ὡς τὸ εἰδωλολατρεῖν· μακρὰν γάρ φησιν εἶναι τοὺς εἰδωλολάτρας, ἐγγὺς δὲ τοὺς Ἰουδαίους. τὸ δὲ ἐγγὺς καὶ μέρος εὐσεβείας δείκνυσι καὶ οὐ τέλειον· εἰ γὰρ εἶχον τὸ τέλειον, οὐκ ἦσαν ἐγγύς, ἀλλ' ἐν αὐτῷ. εἰ δὲ πάλιν ἦσαν ἐναντίοι, οὐκ ἦσαν ἐγγύς, ἀλλὰ πόρρωθεν μετὰ τῶν Ἑλλήνων. Eph 3,2-3 Ἐνταῦθα βούλεται δεῖξαι, ὅτι οὐκ ἐπέρριψεν ὡς ἀλλοτρίοις καὶ ὑπ' ἄλλων δεδιδαγμένοις, ἀλλ' ὅτι ἐθνῶν κῆρυξ αἱρεθεὶς ἐχρεώστει καὶ τούτοις τὸ δεῖγμα, καὶ ὅτι ὡς ὁ κύριος ἐδίδαξε τοὺς περὶ Ἰωάννην, οὕτω κἀμὲ κατ' ἀποκάλυψιν. ᾐνίξατο δὲ ὅτι ἠδύνατο μὲν βαθύτερόν τι εἰπεῖν, συνεμετρήσατο δὲ τὴν διδασκαλίαν πρὸς ὅπερ ἐχώρουν. Eph 3,10 Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς. εἰκότως· εἰ γὰρ ἐν τῷ θεῷ ἐκέκρυπτο, ἠγνόουν πᾶσαι αἱ ἐξουσίαι. τὸν γὰρ νῦν οὐ τὸν τῆς χάριτος καιρὸν λέγει, ἀλλ' ἀφ' οὗ προφῆται ἤρξαντο ἀποκαλύπτειν τὰ ἐσόμενα. Eph 3,15 Ἐν οὐρανοῖς, φησίν, ἡ τῶν δικαίων διαγωγή, ἐπὶ γῆς δὲ ἡ πάντων ἀνθρώπων· οὐ γάρ εἰσι τεταγμένοι ἐπὶ τῆς γῆς οἱ δίκαιοι μετὰ τῶν ζώντων, ἀλλ' ἰδιάζει ὥσπερ γενεά τις ἐξαίρετος ἡ τῶν ἀνακειμένων τῷ θεῷ. καὶ λέγεται ἐπουράνιος μὲν ἡ γενεὰ τούτων ὡς καθαρά, ἡ δὲ τῶν λοιπῶν γηΐνη ὥσπερ ἐρρυπωμένη. ἐπισημαντέον δὲ ὅτι ἀφ' ὧν ὁ ἀπόστολος δείκνυσι τὸ ὄνομα τοῦ πατρός, οὐκ ἀφ' ἡμῶν ἀνῆλθεν ἄνω, ἀλλ' ἄνωθεν ἦλθεν εἰς ἡμᾶς, δηλονότι ὡς φύσει ὂν καὶ οὐκ ὀνόματι μόνον· δεῖ γὰρ πάντως μετὰ τὸ φυσικὸν εἶναι τὸ καταχρηστικόν, καὶ τῶν φυσικῶν δὲ πρῶτον τὸ ἄνωθεν, εἶτα τὸ κάτωθεν. ἐπισημαντέον δὲ ὅτι πατριὰν εἶπεν ὡς ἐπὶ συγγενείας, οὐ φατρίαν· πανταχοῦ γὰρ ἡ θεία γραφὴ πατριὰς τὰς συγγενείας λέγει. 311 Eph 3,18-19 Ἐσχημάτισεν ὥσπερ τυπικώτερον εἰς σταυροῦ τύπον· βάθος γὰρ καὶ ὕψος καὶ πλάτος καὶ μῆκος τί ἕτερον ἂν εἴη ἢ τοῦ σταυροῦ φύσις; διπλοῦν δέ που ἔοικε τὸν σταυρὸν λέγειν, οὐχ ἁπλῶς. ἀλλ' ἐπειδὴ ἡ μὲν τοῦ κυρίου οἰκονομία θεότης ἐστὶν ἄνωθεν καὶ ἀνθρωπότης κάτωθεν, τὸ δὲ κήρυγμα τὸ ἀποστολικὸν διέτεινεν ἀπ' ἄρκτου εἰς μεσημβρίαν καὶ ἀπ' ἀνατολῆς εἰς δύσιν, συναγαγὼν καὶ τοῦ κυρίου τὴν οἰκονομίαν καὶ τῶν ἀποστόλων τὴν ὑπηρεσίαν, τὸ διπλοῦν τῆς οἰκονομίας ὡς ἐν διπλῷ τῷ σταυρῷ ἐπιδεικνύμενος οὕτως εἶπεν· οὐ γὰρ ἐνῆν αὐτὸν ἁπλῶς τοὺς τόπους εἰπεῖν, τὸ ἄνω καὶ τὸ κάτω, καὶ τὴν γραμμήν, τὸ πλάτος καὶ τὸ μῆκος. Ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ, τοῦτ' ἔστι τὴν ἐκκλησίαν· πλήρωμα γὰρ τὴν ἐκκλησίαν