2
μεταζυγέν, καλῆς καλλιελαίου καλὰ νεόφυτα, οὐ μᾶλλον ἀδελφοὶ τὴν φύσιν ἢ τὸ ἦθος, οὐδὲ μᾶλλον τὸ ἦθος ἢ τὰς λοιπὰς χάριτας, τῶν ὧν ἐξώρμησθε σκήπτρων εὐφυεῖς μερισταί, καὶ τὸ οἰκεῖον λάχος ἑκάτερος οὐχ ἧττον τοῖς τρόποις ἢ ταῖς ἐπωνυμίαις πιστούμενοι, σύ τε, ὁ δραστήριος νοῦς, Ἀλέξιε, ἡ καλὴ νεότης, ἡ πολιὰ σύνεσις, τὸ τῆς τῶν προγόνων τύχης ἄξιον ὄντως κατάστημα, ὁ τὸν πάππον ὅλον καὶ βασιλέα τοῖς ἤθεσι μᾶλλον ἢ τῷ Κομνηνῷ καὶ τῷ Ἀλεξίῳ ζῶντα παριστάνων ἐν ἑαυτῷ καὶ πιστούμενος ἐκ τῶν κατὰ σὲ τῆς τῶν ἐθνῶν διαδοχῆς τὸ μυστήριονεἰ γάρ τις καὶ ταῦτα συγχωρήσει τῷ μύθῳ ἀνθρώπους ποτὲ γενέσθαι, τὰ μὲν ἄλλα μέλη τοῦ σώματος κα....., ἅτερον δὲ τῶν ὤμων ἐλεφαντίνη καὶ προγόνου πόθεν φυσιωθῆναι τοῖς ἐξ αὐτοῦ τῇ διαδοχῇ, καὶ οὕτω πάλιν τὰ καθ' ἡμᾶς τῶν μυθευομένων πολλῷ τῷ περιόντι θαυμασιώ τερα, ὅσον οὐκ ἐκ μέρους ἑνὸς καὶ τούτου σωματικοῦ τὸ γένος πιστούμεθα, ἀλλ' ἔκ τε ὅλου τοῦ σώματος ἔκ τε τῶν ψυχικῶν ἁπασῶν διαθέσεωνκαὶ σὺ δέ, ὁ τῆς ∆ουκικῆς ῥίζης ὅρπηξ, ὁ Χαριτώνυμος, τὸ τῆς ὥρας ἄνθος, τὸ τῆς νεότητος ἄγαλμα, ὃν οὐκ ἔστιν ὅτε ἰδὼν οὐκ ἐκεῖνο τοῦ μέτρου κατὰ νοῦν ἐβαλόμην, τὸ ποῖον ἐρεῖς; Τὸ πρῶτον εἶδος ἄξιον τυραννίδος, ἀποκρινοῦμαι. Χαίρετε καὶ κοινῶς ἄμφω καὶ ἰδίᾳ ἑκάτερος, οἱ τὴν πολυθρύλλητον εὐδαιμονίαν ὅλην πλουτήσαντες καί, τὸ μέχρι νῦν ἐν ἀπίστῳ κείμενον, εἰς ἕνα τὰ πάντα συνελθεῖν ἀγαθὰ τοῖς καθ' ἑαυτοὺς πιστωσάμενοι.
Καὶ εἰ βούλοιτό τις, ἀπ' ἐνίων γοῦν παχυμερῶς καὶ ἐπιδρομάδην τὸ εὔδαιμον ἐπιδείξομαι τῶν νυμφίων, ὡς εἰ μὴ πόρρω τῆς γαμηλιακῆς τὸ πρᾶγμα ἦν πανηγύρεως, οὐδ' ἂν τῶν ἁπάντων, ὡς οἷός τε ἦν, ἐφει σάμην. ∆ύο μὲν οὖν ἤστην σκῆπτρα Ῥωμαίοις ἀλλήλοις καλὸν ἀνταυγάζοντα, τὸ μὲν μικρῷ πρότερον τὸ Κομνηνικόν, τὸ δ' εὐθὺς παρὰ πόδας ἐκείνου τὸ ∆ουκικόν, ἄμφω εὐτυχῆ καὶ περιφανῆ καὶ κοσμικῆς ἀρετῆς οὐκ ἀνάξια, κἆτα ὥσπερ ἐκ συμφωνίας συνεληλυθέτην εἰς ἓν πολλῷ 347 φανότερον καὶ λαμπρότερον, τοῦτο δὴ τὸ Κομνηνοδουκικὸν καὶ παππικὸν τοῖν νυμφίοιν. Ἀνεμνήσθητε, ὦ παρόντες, τῆς Ἀλεξιακικῆς ἐξουσίας, πλὴν ἀλλ' ὅπως μὴ τοῦ γάμου καταδακρύσητε, ἐνθυμήθητε τὴν ἐν εἰρήνῃ εὐνομίαν ἐκείνην, τὰς ἐν μάχαις ἀνδραγαθίας, ἀστενακτὶ μέν, ὦ ἱεραὶ βασιλίδες, ἀστενακτὶ φειδοῖ τῆς καλῆς πανηγύρεως, ὑπομνήσθητε τῆς πραότητος ἐκείνης, τῆς εὐσταθείας, τῆς λοιπῆς χάριτος. Ἀλλὰ τί τοῦτο; Σκυθρωπὴν ἐπὶ τούτοις τὴν γερουσίαν ὁρῶ. Ἄμεινον οὖν κόσμον ἄλλον ἀεῖσαι καὶ ἤδη ἀείδομεν. Ἴδετέ μοι τὴν ἱερὰν ταυτηνὶ βασιλίδα τὴν φερώνυμον Εἰρήνην, τὸν ∆ουκικὸν ὅρπηκα, τὴν οὐδὲν ἧττον τῶν ὅλων παθῶν ἢ τῶν ὅλων Ῥωμαίων κρατήσασαν· εὖγε, διεχέθη γάρ μοι πάλιν τὰς ψυχὰς τὸ ἀκροατήριον. Ἴδετε τὴν χεῖρα ταύτην, ἧς ἀεὶ πειρᾶσθε καὶ πειρώμεθα πλουτοδότιδος, τὴν φιλοθείαν, τὸν οἶκτον, τὴν ἄλλην ἅπασαν ἀρετήν. Ἐκ τοιούτων ἡμῖν τῶν πάππων οἱ εὐπρεπεῖς οὗτοι νυμφίοι προβέβληνται· ἐκ τηλικούτων ἡμῖν τῶν ῥιζῶν οἱ ὡραῖοι καρποὶ οὗτοι ἀνατετράφηνται. Τί δὲ αὐτοῖς οἱ σεμνοὶ γεννήτορες; Οὓς πάντως εἰπὼν μὴ οὐχὶ τοῦ μεγέθους τῶν πραγμάτων ἐλαττωθῇ, τὴν ἐκ πορφύρας λέγω ταύτην καὶ βασιλίδα, ἧς τὸ κυκλοειδὲς τοῦ ὄμματος καὶ ἐξ ἑαυτοῦ πρὸς ἑαυτὸ κινούμενον ὁμοῦ καὶ περιφερόμενον τὴν πρὸς νοῦν καὶ Θεὸν ἡλικὴν ὑπεμφαίνει ἀνάτασιν, ὧν ἐξ ἑαυτῶν καὶ πρὸς ἑαυτὰ τὴν κίνησιν ἔγνωμεν, ἥν, εἴ τί που καὶ ἀληθεύουσιν Ἕλληνες, τετάρτην μὲν ταῖς Χάρισι Χάριτα, δεκάτην δὲ ταῖς Μούσαις Μοῦσαν προσεπιθείημεν, ἣ τὴν μὲν κατ' ἦθος ὅλην φιλοσοφίαν, ἧς οὐ γνῶσις ἀλλὰ πρᾶξις τὸ τέλος, αὐτὴ ἑαυτὴν διὰ τῆς κατ' ἀρετὴν ἐνεργείας ἐμυσταγώγησεν· ἔπειτα γενναιότερόν τε ὁμοῦ φρονήσασα καὶ βασιλικώτερον καὶ κόσμον οἰηθεῖσα ὥσπερ βασιλικοῦ σώματος τὴν πορφύραν, οὕτω καὶ ψυχῆς βασιλικῆς τὴν ἐπιστήμην τῶν ὄντων, τὴν γνῶσιν αὐτῶν ἐτελέσθη καὶ τὴν