1

 2

 3

 4

3

ἐν τούτοις ἀλήθειαν ἐθηράσατο καὶ προαιρέσεως οὐ γένους ἔδειξεν εἶναι κτῆμα τὴν ἀρετήν, καὶ πᾶσι πάσας ὑπεράρασα τοῖς καλοῖς, αὐτὴ ἑαυτὴν ὑπερήλασε τῇ κατὰ τὴν συζυγίαν εὐδαιμονίᾳ, τοιούτῳ τοῦ λέχους ἀνδρὶ κοινωνήσασα, τῷ ἐμῷ δεσπότῃ καὶ καίσαρι, οἷον οὔτε ὄψις ἕτερον 349 ἡμῖν παρεστήσατο, οὔτε ἱστορίαι παλαιῶν ἐδιδάξαντο.

Ἄλλοι μὲν γὰρ Ἑλλήνων τε καὶ Ῥωμαίων ἄλλα τυχὸν κατωρθώκεσαν, καὶ οἱ μὲν ἐδημαγώγησαν, οἱ δὲ ἐστρατήγησαν, οἱ δ' εὐδοκίμησαν περὶ λόγους καὶ τούτων ὁ μὲν φιλοσοφίαν, ὁ δὲ ποιητικὴν ἐκμεμελετήκει· τὸ δὲ τὸν αὐτὸν καὶ στρατηγεῖν ἅμα καὶ ἐπιστατεῖν ποιήμασι καὶ φιλοσοφεῖν καὶ ψηφηφορεῖν καὶ ῥήτορσι διαιτᾶν καὶ τῆς ἐν πᾶσι μὴ καθυστερεῖν ἀκρότητος, ἀλλ' ἑκάστῳ τοὺς περὶ ἕκαστον εὐδοκίμους φερωνύμως νικᾶν, οὐδὲν ἂν εἴη τῶν ἁπάντων ἢ μόνου καίσαρος. Ὑπὸ τοιούτοις ἄρα ταττομένους πατράσι τοὺς καλοὺς τούτους νυμφίους ἅμα καὶ ἀδελφοὺς καὶ πρὸς τηλικαῦτα ὁρῶντας παραδείγματα, πῶς, εἰπέ μοι, ἔδει τὰς ψυχὰς ἀσκηθῆναι; Οὐκ ἄλλως, οἶμαι, ἢ ὡς ἠσκήθησαν, ἠσκήθησαν δὲ οὕτως ὥσπερ ἀμέλει καὶ Πλάτων τὸν τῆς ἑαυτοῦ προστησόμενον πολιτείας ἀσκηθῆναι νομοθετεῖ. Ὅσα μὲν οὖν ἡ φύσις αὐτοῖς πεφιλοτίμηται ἀγαθά, κάλλος λέγω καὶ τάχος καὶ ῥώμην, καὶ ὅσα ἡ εὐανάγωγος ἀγωγή, εὐφυῶς ἱππεῦσαι, σφαιρίσαι, περιδεξίως θηρεῦσαι, οὐκ ἀγεννῶς στρατηγῆσαι δεῆσαν φαλαγγαρχῆσαι, ἔτι γε μὴν τὰ περὶ τὸ σῶμα, βασιλείους ἐσθῆτας καὶ ἄργυρον καὶ χρυσὸν καὶ ὅσην ἄλλην ὕλην ἐτίμησεν ἄνθρωπος, λαμπράς τε οἰκίας καὶ Ἄραβας ἵππους καὶ ὅμαδον ὑπηκόων οὐκ ἀγεννῆ, καὶ γὰρ καὶ ταῦτα τὴν ὅλην εὐδαιμονίαν συναπαρτίζουσιν, οἱ ἑκάστου ὀφθαλμοὶ πιστούτωσαν ἕκαστον· ἐγὼ δὲ τὸ ἐπὶ τηλικούτοις ταπεινόφρον αὐτῶν καὶ προσηνὲς ὑπεράγαμαι καὶ τὸ πρὸς τοὺς γεννησαμένους μέρους παντὸς ὑπήκοον τέθηπα πρὸς ξυννοεῖν ὁ λόγος καὶ τοῖς ἀλ... Τοῖς οὖν τοιούτοις καὶ ἐκ τοιούτων τίνος ἔτι ἐνδεῖ πρὸς τὴν ὅλην τῆς εὐδαιμονίας συγκληρίαν; Οὐδενὸς ἄλλου πάντως ἢ τοῦ γῆμαί τε εὐτυχῶς καὶ πατράσι παίδων ὀνομασθῆναι. Τὸ μὲν οὖν ἓν ὁ γάμος ἤδη ἑώρτασται καὶ τοῦτο παιανίζομεν σήμερον δύο παίδων βασιλικῶν καὶ ὡραίων καὶ νεανίδων δύο, γένους μὲν τοῦ πρώτου, εἴδους δὲ τοῦ ἀπαραμίλλου καὶ ἤθους, ἐννομωτάτην 351συνάφειαν· δυεῖν εἶπεν ἄν τις ἡλίοιν καὶ σελήναιν δυεῖν καινοφανῆ σύνοδον. Ἡ δ' εὐτεκνία ὁμοῦ καὶ πολυτεκνία τὸ ἕτερον· λείπεται μὲν ἔτι, τῇ δὲ μέχρι νῦν ἀπὸ τῶν προγόνων ἀκολουθίᾳ καλῶς οἰωνίζεται.

Τί πρὸς ταῦτα λέγεις, θεσπεσία ψυχὴ καὶ γλῶσσα τοῦ καίσαρος; Ἆρ' οὐκ εὐδαίμονάς σου τὼ παῖδε, ὡς οἷός τε ἦν, ὁ λόγος ἀπέδειξεν; Ἐγὼ μὲν οἶμαι καὶ οὐ πόρρω ἴσως, οἶμαι, σκοποῦ. Τί οὖν ἄλλο ποιεῖν ἐπὶ τούτοις ἢ χαίρειν εἰκὸς καὶ πάντας μὲν ἄλλους, μάλιστα δὲ τοὺς οἰκειοτάτους; Σύ μοι χαῖρε λοιπὸν πρὸ τῶν ἄλλων, ἱερὰ καὶ θεία βασίλισσα· τὴν γὰρ ἀρχηγὸν τοῦ γένους καὶ ἀρχηγὸν εἶναι χρὴ τῆς χαρᾶς, καὶ σὺ δέ, ὦ καὶ οἶδα τί ποτ' ἄν σε καὶ προσειπὼν ἀξίως προσείπω, θειοτάτη πορφυρογέννητε, χαῖρε καὶ σύγχαιρέ μου τῷ δεσπότῃ, τῷ σοφῷ καίσαρι. Πεπέρασται γὰρ ὑμῖν ἰδοὺ ἡ εὐχὴ καὶ ἡ ἔφεσις τετελεύτηται. Εἴδετε νυμφαγωγουμένους εὐτυχῶς ὑμῶν τοὺς υἱέας, στεφανουμένους, κηρυττομένους τῇ συγκλήτῳ βουλῇ, τῷ δήμῳ, τῷ βήματι, προπεμπομένους τὰ νυμφευτήρια τῷ χθὲς τὰ ἐπινίκια προπεμφθέντι θείῳ καὶ βασιλεῖ. Σύμπας ἀπέστω φθόνος· καλοὺς καλαῖς ἐνυμφεύσατε, ἄξιον εἶπεν ἄν τις τοῦ Πυθίου τὸ χρῆμα· καὶ ὑμεῖς δὲ θεῖοι τῶν παίδων, χαίρετε, βασιλεῖς καὶ θεῖαι βασίλισσαι ἐπὶ πᾶσι καὶ πρὸ πάντων, ὑμεῖς οἱ νυμφίοι· οἱ γὰρ ἄλλοις εὐφροσύνης γεγονότες ὑπόθεσις πολλῷ πλέον γένοισθ' ἂν ἑαυτοῖς· ὑμᾶς τε γὰρ αἱ συζυγεῖσαι καὶ ὑμεῖς τὰς συζυγείσας ἀντευτυχήκατε, αἱ ἐξ ἀρχηγῶν τοὺς ἐκ βασιλέων τὰς ἐξ ἀρχηγῶν οἱ ἐκ βασιλέων, αἱ νεάνιδες τοὺς νέους