1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

2

πυργοδρόμους· ἔλαμψεν ἀσπίς, ἠκονημένη σπάθη, θώραξ κατ' ἐχθρῶν εἶχε τὰς λαμπηδόνας, δόρυ κρατηθὲν δεινὸν ἀντηύγει φόνον. Ἐπεὶ δὲ πάντας εἶδεν ἐκ τῶν ὑδάτων καὶ τῶν μεγίστων κυμάτων σεσωσμένους, μέσον σταθεὶς ἤνοιξε πρὸς θεὸν στόμα· Ἰδοὺ τὸ σὸν στράτευμα τοῖς ἐναντίων ὅροις παρεστώς, δημιουργὲ κτισμάτων, τῶν σῶν κατ' ἐχθρῶν ἦρε τὴν πανοπλίαν, καὶ σὲ προβάλλει μυρίων πυργωμάτων λύοντα δεσμοὺς εὐκλεᾶ στρατηγέτην. πλάτυνον αὐτῶν εἰς μάχην τὰς καρδίας, δίωξον αὐτοῖς τὴν πικρὰν δειλανδρίαν, αἴσχυνον ἐχθρῶν τῶν προφητῶν τοὺς λόγους, δεῖξον Πέτρος τίς καὶ τίς ὁ ψευδοπλόκος, ὁ τὰς καμήλους ἐσθίειν ἐπιτρέπων, ὁ πορνομύστας ἐκτελῶν τοὺς βαρβάρους, ψευδοπροφήτης ἐκφανεὶς πανουργίᾳ. οὕτω βοήσας καὶ λαβὼν τὴν ἀσπίδα δημηγορῶν ἔλεξε τοῖς συνεργάταις· Ἄνδρες στρατηγοί, τέκνα, σύνδουλοι, φίλοι, Ῥώμης τὰ νεῦρα, δεσπότου πιστοὶ φίλοι οὗτος γὰρ ὑμᾶς τέκνα καὶ φίλους ἔχει, λόγοις παραινῶν, οὐκ ἀναγκάζων πόνοις, ὁρᾶτε τούσδε τοὺς ἁλιδρόμους τόπους, ὁρᾶτε πολλὰς ἡμέρους νήσους πέριξ· Ῥώμης ὑπῆρχον πατρικῆς κατοικία καὶ δεσποτῶν γῆ, πλὴν παρερπύσας ὄκνος καὶ νωθρότης ἔδειξε γῆν ἀλλοτρίαν, τρέφουσαν ἐχθροὺς καὶ στερουμένην τέκνων. ἴωμεν ἀνθ' ὧν εὐσθενῶς πρὸς βαρβάρους, λάβωμεν αὐτῶν ἐν ξίφει καὶ τὰς πόλεις καὶ τὰς γυναῖκας καὶ τὰ τῶν τέκνων τέκνα. μηδεὶς φοβείσθω τὰς βολὰς τῶν βαρβάρων, μηδεὶς φοβείσθω τραῦμα φλεγμαῖνον μάχης, μηδεὶς τὸ πικρόν, τὴν τελευταίαν βλάβην. ἂν γὰρ τὸ λουτρόν τις λαβὼν ᾑμαγμένον εἰς αἷμα λουθῇ τῶν ὑβριστῶν βαρβάρων, πλύνει τὸ σῶμα ταῖς ῥοαῖς τῶν αἱμάτων καὶ λαμπρὸς ἐκ γῆς αἴρεται νικηφόρος. εἰ δ' ἔστιν αὐτὸς τέκνα καὶ κλήρους ἔχων, πατὴρ ὄπισθεν δεσπότης λελεγμένος, ἐκεῖνος αὐτοῦ φροντίσει καὶ τῶν τέκνων καὶ τῆς γυναικός· τοῦτο μὴ δεδοικέτω. μόνον κροτείτω συμπλοκαῖς τὴν ἀσπίδα, μόνον προθύμως ὀξὺ τεινέτω δόρυ, μόνον φανείτω πατρικῶς ὡπλισμένος, μόνον τὸ Ῥώμης μὴ καθυβρίσῃ κράτος. Τούτοις πτερώσας τοῖς λόγοις τοὺς οἰκέτας ἀνὴρ ὁ πιστὸς ἐν μάχαις Νικηφόρος λέοντας ἐξέπεμψεν ὡς ὀρειτρόφους, πᾶσαν κλονοῦντας Κρητικὴν κακουργίαν, οὐ μὴν παρέργως ἢ στρατηγέτου δίχα· μέσον γὰρ αὐτὸς ἱπποτῶν ἐζωσμένος τανύστομον μάχαιραν ἠκονημένην, πῇ μὲν πατάσσων εἵπετο ξενοτρόπως, πῇ δ' αὖ τὸ πῦρ μάστιγα βάλλων οἰκίαις. ἐπεὶ δὲ πάντες ἦσαν ἀντὶ θηρίων ἐκεῖθεν ἔνθεν λοιμικῶς ἡπλωμένοι, ἦν θρῆνον οἰκτρὸν καὶ φυγὴν βλέπειν τότε καὶ θαῦμα πικρὸν συμφορᾶς ἐναντίας· ἔκειτο καὶ γὰρ πλῆθος εἰς κόνιν μίαν ἀνδρῶν, γυναικῶν, δυστυχῶς ἐσφαγμένων. ἐκεῖ τὰ τέκνα πρὸς σφαγὴν ἠπειγμένα ἔπιπτον εἰς γῆν τῇ ποδῶν περικλάσει· ἐκεῖ γέροντες τῷ χρόνῳ κεκυφότες ὄλισθον εἶχον ἐμποδὼν πεπτωκότες καὶ φοινικῆν ἔβαπτε τὸ ξίφος τρίχα, ἣν εἶχε λευκὴν ὁ χρόνος βεβαμμένην· ἐκεῖ γυναῖκες ἀγκαλῶν κάτω βρέφη ἔρριπτον εἰς γῆν, καὶ γονῆς ἀστοργίαν κίνδυνος ἀντήγειρε ταῖς τεκνοτρόφοις. ἀνῆπτο καὶ πῦρ, ἀντέλαμπε τὰ ξίφη, ἐπορφύρου γῆν ἡ ῥοὴ τῶν αἱμάτων καὶ Κρητικοῖς ἦν τοῖς τόποις μεμιγμένη, ὡς χρῶμα καινόν, τρίχροος τιμωρία.

Ἐπεὶ δὲ Κρητῶν δεῖπνον οἱ μὲν ὀρνέων ἔκειντο νεκροὶ καὶ πνοῆς ἐξηρμένοι, ἄλλοι δὲ τὴν νέκρωσιν ἱππικῷ τάχει φυγόντες εἰσήγοντο τῶν πυλῶν ἔσω, ὁ μὲν πατήσας τῶν πυλῶν ἔνδον φόβῳ ἔρρεγχεν ἐχθρὸς τῇ φυγῇ πεπνιγμένος, ὁ δὲ στρατηγὸς ἐκδραμὼν χώραν ὅλην καὶ τὴν μὲν εἰς πῦρ τμητικῶς περισχίσας, τὴν δὲ ξίφει δοὺς καὶ κατασκάψας πόλεις, ἤλαυνεν εὐθὺς εἰς στροφὴν ὀπισθίως. καὶ θᾶττον ἐλθὼν ναυτικῶν ὁρισμάτων ἔνδον κατεκράτησε τὸν στρατὸν μόλις, καὶ ναῦς ἀνάψας γῇ χαρίζεται φέρων, ἄπιστον εἰδὼς τὴν ὑγρὰν εὐεργέτιν. ἐκεῖ δὲ μείνας ἡμερῶν τριῶν κύκλους, τὴν ἵππον ἡτοίμαζε καὶ τὸν ἱππότην, καὶ γῆν σκοπήσας ἀμφιδεξίῳ τρόπῳ ἔστησε πλῆθος χιλίανδρον τεκτόνων καὶ γῆθεν ἐρρίζωσε πυργηρουμένην πόλιν φυλάττειν τὰς στροφὰς στρατευμάτων. Ὅμηρε, δεῦρο καὶ