1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

12

ἄζωστος εἰς ὄλισθον ἔκλωθεν τάσις καὶ συμποδισμὸν ἐμπαρεῖχεν ἀξίως, νόμος παλαιός, πατρικὸς τοῖς βαρβάροις. τῶν οὖν στρατηγῶν ἦν ὑπηκόοις νόμος, καὶ τοῦτο τῆς σῆς προσταγῆς, σκηπτροκράτορ, μὴ πρὸς γυναῖκας πορνικῶς καθυβρίσαι, μήπως τὸ σεμνὸν εἰς ἀβαπτίστους κόρας βάπτισμα χρανθῇ καὶ μολυνθῇ σου στόλος. τοσοῦτον ἐφρόντιζες οἰκετῶν, ἄναξ, ὡς μέχρι λεπτῶν προφθάνειν σου τοὺς λόγους καὶ μέχρι τούτων συνταπεινοῦσθαι φίλοις· καὶ γὰρ φίλος σοι πᾶς κρατῶν τὴν ἀσπίδα καὶ πᾶς ὁ τείνων τὴν μάχαιραν ἐν μάχαις καὶ πᾶς ὁ φεύγων τὴν πικρὰν δειλανδρίαν. Οὕτω ταραγμὸς εἶχε Κρητῶν τὴν πόλιν, τὴν οὖσαν ὡς πρὶν καὶ πάλιν Ῥώμης πόλιν, πόλιν ποθητήν, τὴν ἐπηρμένην πόλιν, τὴν ἐξάκουστον, τὴν πολύπλουτον πόλιν. Ἤκουσε Ταρσὸς καὶ κατασκάπτει τάφρους καὶ πύργον ὑψοῖ καὶ σιδηροῖ τὰς πύλας, καὶ πάντα ποιεῖ συμφοραῖς ἀλλοτρίαις, τὸ μέλλον αὐτῇ προβλέπουσα φορτίον.