A fluent tongue and an elegant style afford pleasure and such praise as vainglory delights in, to wretched men who have been corrupted in mind; the lover of truth does not give heed to ornamented speeches, but examines the real matter of the speech, what it is, and what kind it is. Since, then, my friend, you have assailed me with empty words, boasting of your gods of wood and stone, hammered and cast, carved and graven, which neither see nor hear, for they are idols, and the works of men’s hands; and since, besides, you call me a Christian, as if this were a damning name to bear, I, for my part, avow that I am a Christian,1 [Acts xi. 26. Note this as from an Antiochian, glorying in the name of Christian.] and bear this name beloved of God, hoping to be serviceable2 Εὔχρηστος, punning on the name Christian. [Comp cap xii., infra. So Justin, p. 164, vol. i., this series. But he also puns on his own name, “beloved of God,” in the text φορῶ τὸ Θεοφιλὲς ὄνομα τοῦτὀ κ.τ.λ.] to God. For it is not the case, as you suppose, that the name of God is hard to bear; but possibly you entertain this opinion of God, because you are yourself yet unserviceable to Him.
Στωμύλον μὲν οὖν στόμα καὶ φράσις εὐεπὴς τέρψιν παρέχει καὶ ἔπαινον πρὸς κενὴν δόξαν ἀθλίοις ἀνθρώποις ἔχουσι τὸν νοῦν κατεφθαρμένον· ὁ δὲ τῆς ἀληθείας ἐραστὴς οὐ προσέχει λόγοις μεμιαμμένοις, ἀλλὰ ἐξετάζει τὸ ἔργον τοῦ λόγου τί καὶ ὁποῖόν ἐστιν. ἐπειδὴ οὖν, ὦ ἑταῖρε, κατέπληξάς με λόγοις κενοῖς καυχησάμενος ἐν τοῖς θεοῖς σου τοῖς λιθίνοις καὶ ξυλίνοις, ἐλατοῖς τε καὶ χωνευτοῖς καὶ πλαστοῖς καὶ γραπτοῖς, οἳ οὔτε βλέπουσιν οὔτε ἀκούουσιν (εἰσὶ γὰρ εἴδωλα καὶ ἔργα χειρῶν ἀνθρώπων), ἔτι δὲ φῄς με καὶ χριστιανὸν ὡς κακὸν τοὔνομα φοροῦντα, ἐγὼ μὲν οὖν ὁμολογῶ εἶναι χριστιανός, καὶ φορῶ τὸ θεοφιλὲς ὄνομα τοῦτο ἐλπίζων εὔχρηστος εἶναι τῷ θεῷ. οὐ γὰρ ὡς σὺ ὑπολαμβάνεις, χαλεπὸν εἶναι τοὔνομα τοῦ θεοῦ, οὕτως ἔχει· ἴσως δὲ ἔτι αὐτὸς σὺ ἄχρηστος ὢν τῷ θεῷ περὶ τοῦ θεοῦ οὕτως φρονεῖς.