ΘEOΦIΛOΥ ΠΡOΣ AΥΤOΛΥΚOΝ

 Στωμύλον μὲν οὖν στόμα καὶ φράσις εὐεπὴς τέρψιν παρέχει καὶ ἔπαινον πρὸς κενὴν δόξαν ἀθλίοις ἀνθρώποις ἔχουσι τὸν νοῦν κατεφθαρμένον· ὁ δὲ τῆς ἀληθεία

 Ἀλλὰ καὶ ἐὰν φῇς· “∆εῖξόν μοι τὸν θεόν σου”, κἀγώ σοι εἴποιμι ἄν· “∆εῖξόν μοι τὸν ἄνθρωπόν σου κἀγώ σοι δείξω τὸν θεόν μου.” ἐπεὶ δεῖξον βλέποντας τοὺ

 Ἐρεῖς οὖν μοι· “Σὺ ὁ βλέπων διήγησαί μοι τὸ εἶδος τοῦ θεοῦ.” ἄκουε, ὦ ἄνθρωπε· τὸ μὲν εἶδος τοῦ θεοῦ ἄρρητον καὶ ἀνέκφραστόν ἐστιν, μὴ δυνάμενον ὀφθαλ

 Ἄναρχος δέ ἐστιν, ὅτι ἀγένητός ἐστιν· ἀναλλοίωτος δέ, καθότι ἀθάνατός ἐστιν. θεὸς δὲ λέγεται διὰ τὸ τεθεικέναι τὰ πάντα ἐπὶ τῇ ἑαυτοῦ ἀσφαλείᾳ, καὶ δι

 Καθάπερ γὰρ ψυχὴ ἐν ἀνθρώπῳ οὐ βλέπεται, ἀόρατος οὖσα ἀνθρώποις, διὰ δὲ τῆς κινήσεως τοῦ σώματος νοεῖται ἡ ψυχή, οὕτως ἔχοι ἂν καὶ τὸν θεὸν μὴ δύνασθα

 Κατανόησον, ὦ ἄνθρωπε, τὰ ἔργα αὐτοῦ, καιρῶν μὲν κατὰ χρόνους ἀλλαγὴν καὶ ἀέρων τροπάς, στοιχείων τὸν εὔτακτον δρόμον, ἡμερῶν τε καὶ νυκτῶν καὶ μηνῶν

 Oὗτός μου θεὸς ὁ τῶν ὅλων κύριος, ὁ τανύσας τὸν οὐρανὸν μόνος καὶ θεὶς τὸ εὖρος τῆς ὑπ' οὐρανόν, ὁ συνταράσσων τὸ κύτος τῆς θαλάσσης καὶ ἠχῶν τὰ κύματ

 Ἀλλὰ ἀπιστεῖς νεκροὺς ἐγείρεσθαι. ὅταν ἔσται, τότε πιστεύσεις θέλων καὶ μὴ θέλων· καὶ ἡ πίστις σου εἰς ἀπιστίαν λογισθήσεται, ἐὰν μὴ νῦν πιστεύσῃς. πρ

 Καὶ τὰ μὲν ὀνόματα ὧν φῂς σέβεσθαι θεῶν ὀνόματά ἐστιν νεκρῶν ἀνθρώπων. καὶ τούτων τίνων καὶ ποταπῶν οὐχὶ Κρόνος μὲν τεκνοφάγος εὑρίσκεται καὶ τὰ ἑαυτ

 Τί μοι λοιπὸν καταλέγειν τὸ πλῆθος ὧν σέβονται ζώων Aἰγύπτιοι, ἑρπετῶν τε καὶ κτηνῶν καὶ θηρίων καὶ πετεινῶν καὶ ἐνύδρων νηκτῶν, ἔτι δὲ καὶ ποδόνιπτρα

 Τοιγαροῦν μᾶλλον τιμήσω τὸν βασιλέα, οὐ προσκυνῶν αὐτῷ, ἀλλὰ εὐχόμενος ὑπὲρ αὐτοῦ. θεῷ δὲ τῷ ὄντως θεῷ καὶ ἀληθεῖ προσκυνῶ, εἰδὼς ὅτι ὁ βασιλεὺς ὑπ' α

 Περὶ δὲ τοῦ σε καταγελᾶν μου, καλοῦντά με χριστιανόν, οὐκ οἶδας ὃ λέγεις. πρῶτον μὲν ὅτι τὸ χριστὸν ἡδὺ καὶ εὔχρηστον καὶ ἀκαταγέλαστόν ἐστιν. ποῖον γ

 Ἀλλὰ καὶ τὸ ἀρνεῖσθαί σε νεκροὺς ἐγείρεσθαι· φῂς γάρ· “∆εῖξόν μοι κἂν ἕνα ἐγερθέντα ἐκ νεκρῶν, ἵνα ἰδὼν πιστεύσω”· πρῶτον μὲν τί μέγα, εἰ θεασάμενος τ

 Μὴ οὖν ἀπίστει, ἀλλὰ πίστευε. καὶ γὰρ ἐγὼ ἠπίστουν τοῦτο ἔσεσθαι, ἀλλὰ νῦν κατανοήσας αὐτὰ πιστεύω, ἅμα καὶ ἐπιτυχὼν ἱεραῖς γραφαῖς τῶν ἁγίων προφητῶν

 Ἐπειδὴ πρὸ τούτων τῶν ἡμερῶν ἐγένετο λόγος ἡμῖν, ὦ ἀγαθώτατε Aὐτόλυκε, πυθομένου σου τίς μου ὁ θεὸς καὶ δι' ὀλίγου παρασχόντος σου τὰ ὦτα τῇ ὁμιλίᾳ ἡμ

 Καὶ γὰρ γέλοιόν μοι δοκεῖ λιθοξόους μὲν καὶ πλάστας ἢ ζωγράφους ἢ χωνευτὰς πλάσσειν τε καὶ γράφειν καὶ γλύφειν καὶ χωνεύειν καὶ θεοὺς κατασκευάζειν, ο

 Καὶ τῶν μὲν τότε θεῶν, εἴπερ ἐγεννῶντο, γένεσις πολλὴ ηὑρίσκετο. τὸ δὲ νῦν ποῦ θεῶν γένεσις δείκνυται εἰ γὰρ τότε ἐγέννων καὶ ἐγεννῶντο, δῆλον ὅτι ἐχ

 Ἔνιοι μὲν τῆς στοᾶς ἀρνοῦνται καὶ τὸ ἐξ ὅλου θεὸν εἶναι, ἤ, εἰ καί ἐστιν, μηδενός φασιν φροντίζειν τὸν θεὸν πλὴν ἑαυτοῦ. καὶ ταῦτα μὲν παντελῶς Ἐπικού

 Ὥστε ἀσύμφωνός ἐστιν ἡ γνώμη κατὰ τοὺς φιλοσόφους καὶ συγγράφεις. τούτων γὰρ ταῦτα ἀποφηναμένων, εὑρίσκεται ὁ ποιητὴς Ὅμηρος ἑτέρᾳ ὑποθέσει εἰσάγων γέ

 Καὶ ὕλην μὲν τρόπῳ τινὶ ὑποτίθεται, καὶ κόσμου ποίησιν, λέγων· Ἤτοι μὲν πρώτιστα χάος γένετ', αὐτὰρ ἔπειτα γαῖ' εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ

 Τί δέ μοι λέγειν τοὺς κατὰ Ἕλληνας μύθους καὶ τὴν ἐν αὐτοῖς ματαιοπονίαν, Πλούτωνα μὲν σκότους βασιλεύοντα, καὶ Ποσειδῶνα ὑπὸ πόντων δύνοντα καὶ τῇ Με

 Καὶ τί μοι τὸ λοιπὸν τὸ πλῆθος τῶν τοιούτων ὀνομασιῶν καὶ γενεαλογιῶν καταλέγειν ὥστε κατὰ πάντα τρόπον ἐμπαίζονται οἱ συγγραφεῖς πάντες καὶ ποιηταὶ

 Oἱ δὲ τοῦ θεοῦ ἄνθρωποι, πνευματοφόροι πνεύματος ἁγίου καὶ προφῆται γενόμενοι, ὑπ' αὐτοῦ τοῦ θεοῦ ἐμπνευσθέντες καὶ σοφισθέντες, ἐγένοντο θεοδίδακτοι

 Καὶ πρῶτον μὲν συμφώνως ἐδίδαξαν ἡμᾶς, ὅτι ἐξ οὐκ ὄντων τὰ πάντα ἐποίησεν. οὐ γάρ τι τῷ θεῷ συνήκμασεν· ἀλλ' αὐτὸς ἑαυτοῦ τόπος ὢν καὶ ἀνενδεὴς ὢν καὶ

 Ἀρχὴ δὲ τῆς ποιήσεως φῶς ἐστιν, ἐπειδὴ τὰ κοσμούμενα τὸ φῶς φανεροῖ. διὸ λέγει· “Καὶ εἶπεν ὁ θεός· Γενηθήτω φῶς. καὶ ἐγένετο φῶς. καὶ ἴδεν ὁ θεὸς τὸ φ

 Τῆς μὲν οὖν ἑξαημέρου οὐδεὶς ἀνθρώπων δυνατὸς κατ' ἀξίαν τὴν ἐξήγησιν καὶ τὴν οἰκονομίαν πᾶσαν ἐξειπεῖν, οὐδὲ εἰ μυρία στόματα ἔχοι καὶ μυρίας γλώσσας

 Ἀλλὰ καὶ τὸ ἐκ τῶν ἐπιγείων κάτωθεν ἄρξασθαι λέγειν τὴν ποίησιν τῶν γεγενημένων ἀνθρώπινον καὶ ταπεινὸν καὶ πάνυ ἀσθενὲς τὸ ἐννόημα αὐτοῦ ὡς πρὸς θεόν

 Σκόπει τὸ λοιπὸν τὴν ἐν τούτοις ποικιλίαν καὶ διάφορον καλλονὴν καὶ πληθύν, καὶ ὅτι δι' αὐτῶν δείκνυται ἡ ἀνάστασις, εἰς δεῖγμα τῆς μελλούσης ἔσεσθαι

 Τετάρτῃ ἡμέρᾳ ἐγένοντο οἱ φωστῆρες. ἐπειδὴ ὁ θεὸς προγνώστης ὢν ἠπίστατο τὰς φλυαρίας τῶν ματαίων φιλοσόφων, ὅτι ἤμελλον λέγειν ἀπὸ τῶν στοιχείων εἶνα

 Τῇ δὲ πέμπτῃ ἡμέρᾳ τὰ ἐκ τῶν ὑδάτων ἐγενήθη ζῶα, δι' ὧν καὶ ἐν τούτοις δείκνυται ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ. τίς γὰρ δύναιτ' ἂν τὴν ἐν αὐτοῖς πληθὺ

 Ἕκτῃ δὲ ἡμέρᾳ ὁ θεὸς ποιήσας τὰ τετράποδα καὶ τὰ θηρία καὶ ἑρπετὰ τὰ χερσαῖα τὴν πρὸς αὐτὰ εὐλογίαν παρασιωπᾷ, τηρῶν τῷ ἀνθρώπῳ τὴν εὐλογίαν, ὃν ἤμελλ

 Τὰ δὲ περὶ τῆς τοῦ ἀνθρώπου ποιήσεως, ἀνέκφραστός ἐστιν ὡς πρὸς ἄνθρωπον ἡ κατ' αὐτὸν δημιουργία, καίπερ σύντομον ἔχει ἡ θεία γραφὴ τὴν κατ' αὐτὸν ἐκφ

 Oὕτως συντελέσας ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα ὅσα ἐν αὐτοῖς ἐν τῇ ἕκτῃ ἡμέρᾳ κατέπαυσεν ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ ἀπὸ πάντων τῶν

 Τὰ δὲ ·ητὰ τῆς ἱστορίας τῆς ἱερᾶς ἡ γραφὴ οὕτως περιέχει· “Καὶ ἐφύτευσεν ὁ θεὸς τὸν παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπ

 “Ὁ δὲ ὄφις ἦν φρονιμώτερος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησεν κύριος ὁ θεός. καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· Τί ὅτι εἶπεν ὁ θεός· Oὐ μὴ φάγητ

 Τῆς μὲν οὖν ἱστορίας τοῦ ἀνθρώπου καὶ τοῦ παραδείσου τὰ ·ητὰ τῆς ἁγίας γραφῆς οὕτως περιέχει. Ἐρεῖς οὖν μοι· “Σὺ φῂς τὸν θεὸν ἐν τόπῳ μὴ δεῖν χωρεῖσθα

 Τὸν οὖν ἄνθρωπον ὁ θεὸς πεποίηκεν ἐν τῇ ἕκτῃ ἡμέρᾳ, τὴν δὲ πλάσιν αὐτοῦ πεφανέρωκεν μετὰ τὴν ἑβδόμην ἡμέραν, ὁπότε καὶ τὸν παράδεισον πεποίηκεν, εἰς τ

 Ἐξανατείλας οὖν ὁ θεὸς ἐκ τῆς γῆς ἔτι πᾶν ξύλον, ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν. ἐν γὰρ πρώτοις μόνα ἦν τὰ ἐν τῇ τρίτῃ ἡμέρᾳ γεγενημένα, φυτὰ

 Τὸ μὲν ξύλον τὸ τῆς γνώσεως αὐτὸ μὲν καλὸν καὶ ὁ καρπὸς αὐτοῦ καλός. οὐ γάρ, ὡς οἴονταί τινες, θάνατον εἶχεν τὸ ξύλον, ἀλλ' ἡ παρακοή. οὐ γάρ τι ἕτερο

 Καὶ τοῦτο δὲ ὁ θεὸς μεγάλην εὐεργεσίαν παρέσχεν τῷ ἀνθρώπῳ, τὸ μὴ διαμεῖναι αὐτὸν εἰς τὸν αἰῶνα ἐν ἁμαρτίᾳ ὄντα. ἀλλὰ τρόπῳ τινὶ ἐν ὁμοιώματι ἐξορισμο

 Ἀλλὰ φήσει οὖν τις ἡμῖν· “Θνητὸς φύσει ἐγένετο ὁ ἄνθρωπος ” οὐδαμῶς. “Τί οὖν ἀθάνατος ” οὐδὲ τοῦτό φαμεν. Ἀλλὰ ἐρεῖ τις· Ὅὐδὲν οὖν ἐγένετο ” οὐδὲ τοῦτ

 Ἐκβληθεὶς δὲ Ἀδὰμ ἐκ τοῦ παραδείσου, οὕτως ἔγνω Eὔαν τὴν γυναῖκα αὐτοῦ, ἣν ὁ θεὸς ἐποίησεν αὐτῷ εἰς γυναῖκα ἐκ τῆς πλευρᾶς αὐτοῦ. καὶ τοῦτο δὲ οὐχ ὡς

 Ἐν τῷ οὖν γνῶναι τὸν Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ Eὔαν συλλαβοῦσα ἔτεκεν υἱόν, ᾧ τοὔνομα Κάϊν. καὶ εἶπεν· “Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ θεοῦ.” καὶ προσέθετο ἔ

 Ὁ οὖν Κάϊν καὶ αὐτὸς ἔσχεν υἱὸν ᾧ ὄνομα Ἐνώχ. καὶ ᾠκοδόμησεν πόλιν, ἣν ἐπωνόμασεν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνώχ. ἀπὸ τότε ἀρχὴ ἐγένετο τοῦ οἰκοδο

 Μετὰ τὸν κατακλυσμὸν ἀρχὴ πάλιν ἐγένετο πόλεων καὶ βασιλέων τὸν τρόπον τοῦτον. πρώτη πόλις Βαβυλών, καὶ Ὀρὲχ καὶ Ἀρχὰθ καὶ Χαλανὴ ἐν τῇ γῇ Σενναάρ. κα

 Ἐντεῦθεν οὖν κατανοεῖν τὰς ἱστορίας ἐστὶν τοῖς φιλομαθέσιν καὶ φιλαρχαίοις, ὅτι οὐ πρόσφατά ἐστιν τὰ ὑφ' ἡμῶν λεγόμενα διὰ τῶν ἁγίων προφητῶν. ὀλίγων

 Τίς οὖν πρὸς ταῦτα ἴσχυσεν τῶν καλουμένων σοφῶν καὶ ποιητῶν ἢ ἱστοριογράφων τὸ ἀληθὲς εἰπεῖν πολὺ μεταγενεστέρων αὐτῶν γεγενημένων καὶ πληθὺν θεῶν εἰσ

 Καὶ τὸ λοιπὸν ἔστω σοι φιλοφρόνως ἐρευνᾶν τὰ τοῦ θεοῦ, λέγω δὲ τὰ διὰ τῶν προφητῶν ·ηθέντα, ὅπως συγκρίνας τά τε ὑπὸ ἡμῶν λεγόμενα καὶ τὰ ὑπὸ τῶν λοιπ

 Ὁ μὲν οὖν θεῖος νόμος οὐ μόνον κωλύει τὸ εἰδώλοις προσκυνεῖν, ἀλλὰ καὶ τοῖς στοιχείοις, ἡλίῳ σελήνῃ ἢ τοῖς λοιποῖς ἄστροις, ἀλλ' οὔτε τῷ οὐρανῷ οὔτε γ

 Σίβυλλα δέ, ἐν Ἕλλησιν καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν γενομένη προφῆτις, ἐν ἀρχῇ τῆς προφητείας αὐτῆς ὀνειδίζει τὸ τῶν ἀνθρώπων γένος, λέγουσα· Ἄνθρωποι

 Ἤδη δὲ καὶ τῶν ποιητῶν τινες ὡσπερεὶ λόγια ἑαυτοῖς ἐξεῖπον ταῦτα καὶ εἰς μαρτύριον τοῖς τὰ ἄδικα πράσσουσι λέγοντες ὅτι μέλλουσιν κολάζεσθαι. Aἰσχύλος

 Καὶ τί γὰρ ἤτοι ἔσχατοι ἢ καὶ πρῶτοι ἐγένοντο πλὴν ὅτι γοῦν καὶ αὐτοὶ ἀκόλουθα τοῖς προφήταις εἶπον. περὶ μὲν οὖν ἐκπυρώσεως Μαλαχίας ὁ προφήτης προε

 Θεόφιλος Aὐτολύκῳ χαίρειν. Ἐπειδὴ οἱ συγγραφεῖς βούλονται πληθὺν βίβλων συγγράφειν πρὸς κενὴν δόξαν, οἱ μὲν περὶ θεῶν καὶ πολέμων ἢ χρόνων, τινὲς δὲ κ

 Ἐχρῆν γὰρ τοὺς συγγράφοντας αὐτοὺς αὐτόπτας γεγενῆσθαι περὶ ὧν διαβεβαιοῦνται, ἢ ἀκριβῶς μεμαθηκέναι ὑπὸ τῶν τεθεαμένων αὐτά. τρόπῳ γάρ τινι οἱ τὰ ἄδη

 ∆όξης γὰρ κενῆς καὶ ματαίου πάντες οὗτοι ἐρασθέντες οὔτε αὐτοὶ τὸ ἀληθὲς ἔγνωσαν οὔτε μὴν ἄλλους ἐπὶ τὴν ἀλήθειαν προετρέψαντο. καὶ γὰρ ἃ ἔφασαν αὐτὰ

 Oὐδὲ γὰρ ἐχρῆν ἡμᾶς ταῦτα ἀνασκευάζειν, εἰ μὴ ὅτι σε θεωρῶ νυνὶ διστάζοντα περὶ τὸν λόγον τῆς ἀληθείας. φρόνιμος γὰρ ὢν ἡδέως μωρῶν ἀνέχῃ· ἐπεί τοι οὐ

 Ἐπειδὴ οὖν πολλὰ ἀνέγνως, τί σοι ἔδοξεν τὰ Ζήνωνος ἢ τὰ ∆ιογένους καὶ Κλεάνθους ὁπόσα περιέχουσιν αἱ βίβλοι αὐτῶν, διδάσκουσαι ἀνθρωποβορίας, πατέρας

 Καὶ γὰρ περὶ ἀθέσμου πράξεως σχεδὸν πᾶσιν συμπεφώνηκεν τοῖς περὶ τὸν χορὸν τῆς φιλοσοφίας πεπλανημένοις. καὶ πρῶτός γε Πλάτων, ὁ δοκῶν ἐν αὐτοῖς σεμνό

 Θεοὺς γὰρ φήσαντες εἶναι πάλιν εἰς οὐδὲν αὐτοὺς ἡγήσαντο. οἱ μὲν γὰρ ἐξ ἀτόμων αὐτοὺς ἔφασαν συνεστάναι, ἢ δ' αὖ χωρεῖν εἰς ἀτόμους, καὶ μηδὲν πλεῖον

 Ἀρνούμενοι γὰρ θεοὺς εἶναι πάλιν ὁμολογοῦσιν αὐτοί, καὶ τούτους πράξεις ἀθέσμους ἐπιτελεῖν ἔφασαν. καὶ πρώτου γε ∆ιὸς οἱ ποιηταὶ εὐφωνότερον ᾄδουσι τὰ

 Ἡμεῖς δὲ καὶ θεὸν ὁμολογοῦμεν, ἀλλ' ἕνα, τὸν κτίστην καὶ ποιητὴν καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς κόσμου, καὶ προνοίᾳ τὰ πάντα διοικεῖσθαι ἐπιστάμεθα,

 Ἐπειδὴ οὖν προσήλυτοι ἐγενήθησαν ἐν γῇ Aἰγύπτῳ ὄντες τὸ γένος Ἑβραῖοι ἀπὸ γῆς τῆς Χαλδαϊκῆς (κατ' ἐκεῖνο καιροῦ λιμοῦ γενομένης ἀνάγκην ἔσχον μετελθεῖ

 Τὸν μὲν οὖν νόμον, τὸν ὑπὸ τοῦ θεοῦ δεδομένον αὐτοῖς, ἐν τῷ παραβῆναι τὸν λαόν, ἀγαθὸς ὢν καὶ οἰκτίρμων ὁ θεός, μὴ βουλόμενος διαφθεῖραι αὐτούς, πρὸς

 Ἔτι μὴν καὶ περὶ δικαιοσύνης, ἧς ὁ νόμος εἴρηκεν, ἀκόλουθα εὑρίσκεται καὶ τὰ τῶν προφητῶν καὶ τῶν εὐαγγελίων ἔχειν, διὰ τὸ τοὺς πάντας πνευματοφόρους

 Καὶ περὶ σεμνότητος οὐ μόνον διδάσκει ἡμᾶς ὁ ἅγιος λόγος τὸ μὴ ἁμαρτάνειν ἔργῳ, ἀλλὰ καὶ μέχρις ἐννοίας, τὸ μηδὲ τῇ καρδίᾳ ἐννοηθῆναι περί τινος κακοῦ

 Καὶ τοῦ μὴ μόνον ἡμᾶς εὐνοεῖν τοῖς ὁμοφύλοις, ὡς οἴονταί τινες, Ἠσαΐας ὁ προφήτης ἔφη· Ἕἴπατε τοῖς μισοῦσιν ὑμᾶς καὶ τοῖς βδελυσσομένοις· ἀδελφοὶ ἡμῶν

 Σκόπει τοίνυν εἰ οἱ τὰ τοιαῦτα μανθάνοντες δύνανται ἀδιαφόρως ζῆν καὶ συμφύρεσθαι ταῖς ἀθεμίτοις μίξεσιν, ἢ τὸ ἀθεώτατον πάντων, σαρκῶν ἀνθρωπείων ἐφά

 Θέλω δέ σοι καὶ τὰ τῶν χρόνων θεοῦ παρέχοντος νῦν ἀκριβέστερον ἐπιδεῖξαι, ἵνα ἐπιγνῷς ὅτι οὐ πρόσφατος οὐδὲ μυθώδης ἐστὶν ὁ καθ' ἡμᾶς λόγος, ἀλλ' ἀρχα

 ∆εῖ οὖν μᾶλλον μαθητὴν γενέσθαι τῆς νομοθεσίας τοῦ θεοῦ, καθὼς καὶ αὐτὸς ὡμολόγηκεν ἄλλως μὴ δύνασθαι τὸ ἀκριβὲς μαθεῖν, ἐὰν μὴ ὁ θεὸς διδάξῃ διὰ τοῦ

 Πλάτων γάρ, ὡς προειρήκαμεν, δηλώσας κατακλυσμὸν γεγενῆσθαι, ἔφη μὴ πάσης τῆς γῆς ἀλλὰ τῶν πεδίων μόνον γεγενῆσθαι, καὶ τοὺς διαφυγόντας ἐπὶ τοῖς ὑψηλ

 Ἀλλ' οὐδὲ δεύτερον κατακλυσμὸν γεγονέναι δηλοῖ, ἀλλὰ μὲν οὖν ἔφη μηκέτι τῷ κόσμῳ κατακλυσμὸν ὕδατος ἔσεσθαι, οἷον οὔτε γέγονεν οὔτε μὴν ἔσται. ὀκτὼ δέ

 Ὁ δὲ Μωσῆς ὁδηγήσας τοὺς Ἰουδαίους, ὡς ἔφθημεν εἰρηκέναι, ἐκβεβλημένους ἀπὸ γῆς Aἰγύπτου ὑπὸ βασιλέως Φαραώ, οὗ τοὔνομα Τέθμωσις, ὅς, φασίν, μετὰ τὴν

 Μαναιθὼς δὲ ὁ κατ' Aἰγυπτίους πολλὰ φλυαρήσας, ἔτι μὴν καὶ βλάσφημα εἰπὼν εἴς τε Μωσέα καὶ τοὺς σὺν αὐτῷ Ἑβραίους, ὡς δῆθεν διὰ λέπραν ἐκβληθέντας ἐκ

 Ἀλλὰ καὶ περὶ τοῦ ναοῦ τῆς οἰκοδομῆς τοῦ ἐν Ἰουδαίᾳ, ὃν ᾠκοδόμησεν ὁ βασιλεὺς Σολομὼν μετὰ ἔτη πεντακόσια ἑξήκοντα ἓξ τῆς Aἰγύπτου ἐξοδίας τῶν Ἰουδαίω

 Τῆς μὲν οὖν Φοινίκων καὶ Aἰγυπτίων μαρτυρίας, ὡς ἱστορήκασιν περὶ τῶν καθ' ἡμᾶς χρόνων οἱ συγγράψαντες Μαναιθὼς ὁ Aἰγύπτιος καὶ ὁ Μένανδρος ὁ Ἐφέσιος,

 Ἀδὰμ ἕως οὗ ἐτέκνωσεν ἔζησεν ἔτη σλ, υἱὸς δὲ τούτου Σὴθ ἔτη σε, υἱὸς δὲ τούτου Ἐνῶς ἔτη ρ, υἱὸς δὲ τούτου Καϊνὰν ἔτη ρο, υἱὸς δὲ τούτου Μαλελεὴλ ἔτη ρ

 Μετὰ δὲ τοὺς κριτὰς ἐγένοντο βασιλεῖς ἐν αὐτοῖς, πρῶτος ὀνόματι Σαούλ, ὃς ἐβασίλευσεν ἔτη κ, ἔπειτα ∆αυὶδ ὁ πρόγονος ἡμῶν ἔτη μ. γίνεται οὖν μέχρι τῆς

 Ἐντεῦθεν ὁρᾶν ἔστιν πῶς ἀρχαιότερα καὶ ἀληθέστερα δείκνυται τὰ ἱερὰ γράμματα τὰ καθ' ἡμᾶς εἶναι τῶν καθ' Ἕλληνας καὶ Aἰγυπτίους, ἢ εἰ καί τινας ἑτέρου

 Τομύριδος ἐν Μασσαγετίᾳ, τότε οὔσης ὀλυμπιάδος ἑξηκοστῆς δευτέρας· ἔκτοτε ἤδη οἱ Ῥωμαῖοι ἐμεγαλύνοντο τοῦ θεοῦ κρατύνοντος αὐτούς, ἐκτισμένης τῆς Ῥώμη

 Ἀπὸ δὲ καταβολῆς κόσμου ὁ πᾶς χρόνος κεφαλαιωδῶς οὕτως κατάγεται. ἀπὸ κτίσεως κόσμου ἕως κατακλυσμοῦ ἐγένοντο ἔτη βσμβ. ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἕως τεκ

 Τῶν οὖν χρόνων καὶ τῶν εἰρημένων ἁπάντων συνηρασμένων, ὁρᾶν ἔστιν τὴν ἀρχαιότητα τῶν προφητικῶν γραμμάτων καὶ τὴν θειότητα τοῦ παρ' ἡμῖν λόγου, ὅτι οὐ

 Τῶν δὲ τῆς ἀληθείας ἱστοριῶν Ἕλληνες οὐ μέμνηνται, πρῶτον μὲν διὰ τὸ νεωστὶ αὐτοὺς τῶν γραμμάτων τῆς ἐμπειρίας μετόχους γεγενῆσθαι καὶ αὐτοὶ ὁμολογοῦσ

Chapter XXXI.—The History After the Flood.

After the flood was there again a beginning of cities and kings, in the following manner:—The first city was Babylon, and Erech, and Accad, and Calneh, in the land of Shinar. And their king was called Nebroth [Nimrod]. From these came Asshur, from whom also the Assyrians receive their name. And Nimrod built the cities Nineveh and Rehoboth, and Calah, and Resen, between Nineveh and Calah; and Nineveh became a very great city. And another son of Shem, the son of Noah, by name Mizraim, begat Ludim, and those called Anamim, and Lehabim, and Naphtuhim, and Pathrusim, and Casluhim, out of whom came Philistin. Of the three sons of Noah, however, and of their death and genealogy, we have given a compendious register in the above-mentioned book. But now we will mention the remaining facts both concerning cities and kings, and the things that happened when there was one speech and one language. Before the dividing of the languages these fore-mentioned cities existed. But when men were about to be dispersed, they took counsel of their own judgment, and not at the instigation of God, to build a city, a tower whose top might reach into heaven, that they might make a glorious name to themselves. Since, therefore, they had dared, contrary to the will of God, to attempt a grand work, God destroyed their city, and overthrew their tower. From that time He confounded the languages of men, giving to each a different dialect. And similarly did the Sibyl speak, when she declared that wrath would come on the world. She says:—

“When are fulfilled the threats of the great God,

With which He threatened men, when formerly

In the Assyrian land they built a tower,

And all were of one speech, and wished to rise

Even till they climbed unto the starry heaven,

Then the Immortal raised a mighty wind

And laid upon them strong necessity;

For when the wind threw down the mighty tower,

Then rose among mankind fierce strife and hate.

One speech was changed to many dialects,

And earth was filled with divers tribes and kings.”

And so on. These things, then, happened in the land of the Chaldæans. And in the land of Canaan there was a city, by name Haran. And in these days, Pharaoh, who by the Egyptians was also called Nechaoth, was first king of Egypt, and thus the kings followed in succession.88    But the Benedictine editor understands the words to mean, that the succeeding kings were in like manner called Pharaoh. And in the land of Shinar, among those called Chaldæans, the first king was Arioch, and next after him Ellasar, and after him Chedorlaomer, king of Elam, and after him Tidal, king of the nations called Assyrians. And there were five other cities in the territory of Ham, the son of Noah; the first called Sodom, then Gomorrah, Admah, Zeboiim, and Balah, which was also called Zoar. And the names of their kings are these: Bera, king of Sodom; Birsha, king of Gomorrah; Shinab, king of Admah; Shemeber, king of Zeboiim; Bela, king of Zoar, which is also called Kephalac.89    Theophilus spells some of the names differently from what they are given in our text. For Tidal he has Thargal; for Bera, Ballas; for Birsha, Barsas; for Shinab, Senaar; for Shemeber, Hymoor. Kephalac is taken to be a corruption for Balak, which in the previous sentence is inserted by many editors, though it is not in the best mss. These served Chedorlaomer, the king of the Assyrians, for twelve years, and in the thirteenth year they revolted from Chedorlaomer; and thus it came to pass at that time that the four Assyrian kings waged war upon the five kings. This was the first commencement of making war on the earth; and they destroyed the giants Karnaim, and the strong nations that were with them in their city, and the Horites of the mountains called Seir, as far as the plain of Paran, which is by the wilderness. And at that time there was a righteous king called Melchisedek, in the city of Salem, which now is Jerusalem. This was the first priest of all priests90    [St. Paul seems to teach us that the whole story of Melchisedek is a “similitude,” and that the one Great High Priest of our profession appeared to Abraham in that character, as to Joshua in another, the “Captain of our salvation” (Heb. vii. 1–3; Josh. v. 13–15). We need a carefully digested work on the apparitions of the Word before His incarnation, or the theophanies of the Old Testament.] of the Most High God; and from him the above-named city Hierosolyma was called Jerusalem.91    [Certainly a striking etymon, “Salem of the priest.” But we can only accept it as a beautiful play upon words.] And from his time priests were found in all the earth. And after him reigned Abimelech in Gerar; and after him another Abimelech. Then reigned Ephron, surnamed the Hittite. Such are the names of the kings that were in former times. And the rest of the kings of the Assyrians, during an interval of many years, have been passed over in silence unrecorded, all writers narrating the events of our recent days. There were these kings of Assyria: Tiglath-Pileser, and after him Shalmaneser, then Sennacherib; and Adrammelech the Ethiopian, who also reigned over Egypt, was his triarch;—though these things, in comparison with our books, are quite recent.

Μετὰ τὸν κατακλυσμὸν ἀρχὴ πάλιν ἐγένετο πόλεων καὶ βασιλέων τὸν τρόπον τοῦτον. πρώτη πόλις Βαβυλών, καὶ Ὀρὲχ καὶ Ἀρχὰθ καὶ Χαλανὴ ἐν τῇ γῇ Σενναάρ. καὶ βασιλεὺς ἐγένετο αὐτῶν ὀνόματι Νεβρώθ. ἐκ τούτων ἐξῆλθεν ὀνόματι Ἀσσούρ· ὅθεν καὶ Ἀσσύριοι προσαγορεύονται. Νεβρὼθ δὲ ᾠκοδόμησεν πόλεις τὴν Νινευὴ καὶ τὴν Ῥοβοὼμ καὶ τὴν Καλὰκ καὶ τὴν ∆ασὲν ἀνὰ μέσον Νινευὴ καὶ ἀνὰ μέσον Καλάκ. ἡ δὲ Νινευὴ ἐγενήθη ἐν πρώτοις πόλις μεγάλη. ἕτερος δὲ υἱὸς τοῦ Σὴμ υἱοῦ τοῦ Νῶε ὀνόματι Μεστραεὶν ἐγέννησεν τοὺς Λουδουεὶμ καὶ τοὺς καλουμένους Ἐνεμιγεὶμ καὶ τοὺς Λαβιεὶμ καὶ τοὺς Νεφθαλεὶμ καὶ τοὺς Πατροσωνιεὶμ καὶ τοὺς Χασλωνιείμ, ὅθεν ἐξῆλθεν Φυλιστιείμ. Τῶν μὲν οὖν τριῶν υἱῶν τοῦ Νῶε καὶ τῆς συντελείας αὐτῶν καὶ γενεαλογίας, ἐγένετο ἡμῖν ὁ κατάλογος ἐν ἐπιτομῇ ἐν ᾗ προειρήκαμεν βίβλῳ. καὶ νῦν δὲ τὰ παραλελειμμένα ἐπιμνησθησόμεθα περί τε πόλεων καὶ βασιλέων, τῶν τε γεγενημένων ὁπότε ἦν χεῖλος ἓν καὶ μία γλῶσσα. πρὸ τοῦ τὰς διαλέκτους μερισθῆναι αὗται αἱ προγεγραμμέναι ἐγενήθησαν πόλεις. ἐν δὲ τῷ μέλλειν αὐτοὺς διαμερίζεσθαι, συμβούλιον ἐποίησαν γνώμῃ ἰδίᾳ, καὶ οὐ διὰ θεοῦ, οἰκοδομῆσαι πόλιν καὶ πύργον, οὗ ἡ ἄκρα φθάσῃ εἰς τὸν οὐρανὸν ἀφικέσθαι, ὅπως ποιήσωσιν ἑαυτοῖς ὄνομα δόξης. ἐπειδὴ οὖν παρὰ προαίρεσιν θεοῦ βαρὺ ἔργον ἐτόλμησαν ποιῆσαι, κατέβαλεν αὐτῶν ὁ θεὸς τὴν πόλιν καὶ τὸν πύργον κατέστρωσεν. ἔκτοτε ἐνήλλαξεν τὰς γλώσσας τῶν ἀνθρώπων, δοὺς ἑκάστῳ διάφορον διάλεκτον. Σίβυλλα μὲν οὕτως σεσήμακεν, καταγγέλλουσα ὀργὴν τῷ κόσμῳ μέλλειν ἔρχεσθαι. Ἔφη δὲ οὕτως· Ἀλλ' ὁπόταν μεγάλοιο θεοῦ τελέωνται ἀπειλαί, ἅς ποτ' ἐπηπείλησε βροτοῖς, ὅτε πύργον ἔτευξαν χώρῃ ἐν Ἀσσυρίῃ. ὁμόφωνοι δ' ἦσαν ἅπαντες, καὶ βούλοντ' ἀναβῆναι εἰς οὐρανὸν ἀστερόεντα. αὐτίκα δ' ἀθάνατος μεγάλην ἐπέθηκεν ἀνάγκην πνεύμασιν· αὐτὰρ ἔπειτ' ἄνεμοι μέγαν ὑψόθι πύργον ·ίψαν καὶ θνητοῖσιν ἐπ' ἀλλήλοις ἔριν ὦρσαν. αὐτὰρ ἐπεὶ πύργος τ' ἔπεσεν, γλῶσσαί τ' ἀνθρώπων εἰς πολλὰς θνητῶν ἐμερίσθησαν διαλέκτους. καὶ τὰ ἑξῆς. ταῦτα μὲν οὖν ἐγενήθη ἐν γῇ Χαλδαίων. Ἐν δὲ τῇ γῇ Χαναὰν ἐγένετο πόλις ᾗ ὄνομα Χαρράν. κατ' ἐκείνους δὲ τοὺς χρόνους πρῶτος βασιλεὺς Aἰγύπτου ἐγένετο Φαραώ, ὃς καὶ Νεχαὼθ κατὰ Aἰγυπτίους ὠνομάσθη· καὶ οὕτως οἱ καθεξῆς βασιλεῖς ἐγένοντο. ἐν δὲ τῇ γῇ Σενναάρ, ἐν τοῖς καλουμένοις Χαλδαίοις, πρῶτος βασιλεὺς ἐγένετο Ἁριώχ· μετὰ δὲ τοῦτον ἕτερος Ἐλλάσαρ, καὶ μετὰ τοῦτον Χοδολλαγόμορ βασιλεὺς Aἰλάμ, καὶ μετὰ τοῦτον Θαργὰλ βασιλεὺς ἐθνῶν τῶν καλουμένων Ἀσσυρίων. ἄλλαι δὲ πόλεις ἐγένοντο πέντε ἐν τῇ μερίδι τοῦ Χὰμ υἱοῦ Νῶε· πρώτη ἡ καλουμένη Σόδομα, ἔπειτα Γόμορρα, Ἀδαμὰ καὶ Σεβωεὶν καὶ Βαλάκ, ἡ καὶ Σηγὼρ ἐπικληθεῖσα. καὶ τὰ ὀνόματα τῶν βασιλέων αὐτῶν ἐστιν ταῦτα· Βαλλὰς βασιλεὺς Σοδόμων, Βαρσὰς βασιλεὺς Γομόρρας, Σενναὰρ βασιλεὺς Ἀδάμας, Ὑμοὸρ βασιλεὺς Σεβωείν, Βαλὰχ βασιλεὺς Σηγώρ, τῆς καὶ Βαλὰκ κεκλημένης. οὗτοι ἐδούλευσαν τῷ Χοδολλαγόμορ βασιλεῖ τῶν Ἀσσυρίων ἕως ἐτῶν δύο καὶ δέκα. ἐν δὲ τῷ τρισκαιδεκάτῳ ἔτει ἀπὸ τοῦ Χοδολλαγόμορ ἀπέστησαν. καὶ οὕτως ἐγένετο τότε τοὺς τέσσαρας βασιλεῖς τῶν Ἀσσυρίων συνάψαι πόλεμον πρὸς τοὺς πέντε βασιλεῖς. αὕτη ἀρχὴ ἐγένετο πρώτη τοῦ γίνεσθαι πολέμους ἐπὶ τῆς γῆς. καὶ κατέκοψαν τοὺς γίγαντας Καραναείν, καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς, καὶ τοὺς Ὀμμαίους ἐν αὐτῇ τῇ πόλει, καὶ τοὺς Χορραίους τοὺς ἐν τοῖς ὄρεσιν ἐπονομαζομένοις Σηεὶρ ἕως τῆς καλουμένης Τερεβίνθου τῆς Φαράν, ἥ ἐστιν ἐν τῇ ἐρήμῳ. Κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἐγένετο βασιλεὺς δίκαιος ὀνόματι Μελχισεδὲκ ἐν πόλει Σαλήμ, τῇ νῦν καλουμένῃ Ἱεροσόλυμα· οὗτος ἱερεὺς ἐγένετο πρῶτος πάντων ἱερέων τοῦ θεοῦ τοῦ ὑψίστου. ἀπὸ τούτου ἡ πόλις ὠνομάσθη Ἱερουσαλήμ, ἡ προειρημένη Ἱεροσόλυμα· ἀπὸ τούτου εὑρέθησαν καὶ ἱερεῖς γινόμενοι ἐπὶ πᾶσαν τὴν γῆν. μετὰ δὲ τοῦτον ἐβασίλευσεν Ἀβιμέλεχ ἐν Γεράροις· μετὰ δὲ τοῦτον ἕτερος Ἀβιμέλεχ· ἔπειτα ἐβασίλευσεν Ἔφρων καὶ ὁ Χετταῖος ἐπικληθείς. τὰ μὲν οὖν περὶ τούτων πρότερον γεγενημένων βασιλέων οὕτως τὰ ὀνόματα περιέχει· τῶν δὲ κατὰ Ἀσσυρίους πολλῶν ἐτῶν μεταξὺ οἱ λοιποὶ βασιλεῖς παρεσιγήθησαν τοῦ ἀναγραφῆναι· πάντων ἐσχάτων καθ' ἡμᾶς χρόνων ἀπομνημονεύονται γεγονότες βασιλεῖς τῶν Ἀσσυρίων Θεγλαφάσαρ, μετὰ δὲ τοῦτον Σελαμανάσαρ, εἶτα Σενναχαρείμ. τοῦ δὲ τρίαρχος ἐγένετο Ἀδραμέλεχ Aἰθίοψ, ὃς καὶ Aἰγύπτου ἐβασίλευσεν· καίπερ ταῦτα, ὡς πρὸς τὰ ἡμέτερα γράμματα, πάνυ νεώτερά ἐστιν.