ἀπόστολον ἐπᾶραι τοῖς ἐγκωμίοις ποθῶν, καὶ οὔπω ἥψατο τοῦ προοιμίου· τοῖς γὰρ ἐπαίνοις ἀπρό σιτος τυγχάνει ὁ θαυμάσιος. ∆ιὸ ἀφέντες ὡς ἀνέφικτον τὸν περὶ τῶν ἐγκωμίων λόγον, ὀλίγα τῶν εἰς ἡμᾶς ἰόντων περὶ τῆς τούτου βιώσεως καὶ τελειώσεως ἔκ τε τοῦ Στρωματέως καὶ ἐξ ἑτέρων ἀρχαίων συγγραμμάτων παραθήσομαι τῇ ὑμετέρᾳ ὁσιότητι, καὶ οὕτω τὸ πέρας ἐπιθήσομεν τῷ διηγήματι, παραχωρήσαντες τῇ θεοπνεύστῳΓραφῇ τοῦ ἀοιδίμου τὴν κεφαλὴν μεγαλοπρεπῶς στε φανῶσαι· φησὶ γάρ· "Ἦν δὲ Βαρνάβας ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος ἁγίου καὶ πίστεως." Οὗ τί ἂν γένοιτο ἴσον ἢ παραπλήσιον πώποτε;Ὡρμᾶτο μὲν οὖν ὁ τρισόλβιος οὗτος ἐκ τῆς εὐλογημένης φυλῆς τοῦ Λευΐ, ἐξ ἧς ὑπῆρχον Μωϋσῆς καὶ Ἀαρών, οἱ μεγάλοι τοῦ θεοῦ προφῆται καὶ πρῶτοι τοῦ δήμου Καάθ, ἐκ τῆς συγγενείας Σαμουὴλ τοῦ προφήτου κατάγων τὸ γένος. Οἱ δὲ τούτου πρόγονοι, διὰ περί στασιν πολέμων καταλαβόντες τὴν Κυπρίων χώραν, φιλοφρόνως ᾤκουν αὐτήν· ἦσαν δὲ εὐλαβεῖς κατὰ τὸν νόμον καὶ πλούσιοι σφόδρα, ὅθεν καὶ ἐν Ἱεροσολύμοις εἶχον οὐσίαν ἱκανὴν καὶ ἀγρὸν πλησίον τῆς πόλεως περικαλλέστατον, οὐ μόνον παντοίοις καρπίμοις φυτοῖς ὡραϊζόμενον, ἀλλὰ καὶ μεγέθει κτισμάτων περιφανέστατον· ἐξότε γὰρ ἤκουσαν Ἡσαΐου τοῦ προφήτου λέγοντος· "Μακάριος ὁ ἔχων σπέρμα ἐν Σιὼν καὶ οἰκείους ἐν Ἱερουσαλήμ", σαρκικῶς τὴν προφητείαν ἐκδεχόμενοι Ἑβραίων παῖδες, ἔσπευδεν ἕκαστος τῶν εὐπορούντων ἔχειν τὸ κτῆμα ἐν Ἱερουσαλήμ.Τοῦ δὲ δικαίου τούτου τεχθέντος ἐν Κύπρῳ, ὡς εἶδον αὐτὸν οἱ γονεῖς αὐτοῦ ἀστεῖον ὄντα τῷ θεῷ, εὐθέως μὲν αὐτὸν Ἰωσὴφ ἐπωνόμασαν, τῇ τοῦ πατριάρχου προσηγορίᾳ τιμῶντες τὸν παῖδα· συνέδραμε δὲ τῇ προση γορίᾳ τοῦ ὀνόματος ἡ τῶν τρόπων εὐγένεια· Ἰωσὴφ γὰρ ἑρμηνεύεται πρόσθεσις θεοῦ· προσθήκην γὰρ χά ριτος ἔλαβε παρὰ θεοῦ ὁ δίκαιος, ὅπως φθάσῃ εἰς τὴν ἀποστολικὴν τελειότητα· πάλιν δὲ Ἰωσὴφ ἑρμηνεύεται δόξα θεοῦ· γέγονε γὰρ διὰ τῆς ἀρίστης πολιτείας δόξα θεοῦ· καὶ μηδεὶς ὑπερβολὴν εἶναι νομιζέτω τὸ ῥῆμα, ἀλλ' ἐπιστησάτω ὅτι τῆς θείας ἐστὶ Γραφῆς· φησὶ γοῦν ὁ Παῦλος· "Ἀνὴρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων." Εἰ οὖν τὸν κοινὸν ἄνδρα εἰκόνα καὶ δόξαν θεοῦ ἐκάλεσε τὸ σκεῦος τῆς ἐκλογῆς, τί ἄν τις εἴποι περὶ τοῦ κατὰ θεὸν τελειοτάτου ἀνδρός;Ἐπειδὴ δὲ αὐξήσας ὁ Βαρνάβας ἐγένετο παῖς, ἀνήγαγον οἱ γονεῖς εἰς Ἱεροσόλυμα καὶ παρέδωκαν αὐτὸν μαθεῖν τὸν νόμον ἀκριβῶς καὶ τοὺς προφήτας παρὰ τοὺς πόδαςΓαμαλιήλ· εἶχε δὲ τὸν Παῦλον συμφοιτητήν, Σαῦλον τέως ὀνομαζόμενον. Προέκοπτε δὲ ὁσημέραι ὁ Βαρνάβας ἔν τε τῇ μαθήσει καὶ ἐν πάσῃ ἀρετῇ· οὔπω μέντοι εἰς τὴν ἐφημερίαν τῶν Λευϊτῶν ἐτέτακτο διὰ τὸ ἐλλιπὲς τῆς ἡλικίας· ἔτι γὰρ ἔφηβος ἦν. Οὐκ ἀφίστατο δὲ ἀπὸ τοῦ ἱεροῦ, νηστείαις καὶ δεήσεσι λατρεύων νύκτα καὶ ἡμέραν· οὕτω δὲ ἀπήγγειλε τὸν νόμον καὶ τὰς λοιπὰς γραφάς, ὡς μὴ δεῖσθαι τῆς ἀπὸ τῶν γραμμάτων ὑπομνήσεως· τὴν δὲ ἡσυχίαν οὕτως εἶχε φίλην, ὡς μητέρα τῆς σωφροσύνης· τὰς δὲ ἐπιβλαβεῖς ὁμιλίας μυσαττόμενος ἔφευγε, καθαρὸν ὑπάρχων καὶ ἀκέραιον καὶ ἀμόλυντον ἄγαλμα· ἦν δὲ πᾶσιν ἐπίδοξος δι' ἀρετήν.
Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν συνέβη τὸν κύριον παραγενέσθαι εἰς Ἱεροσόλυμα καὶ ἰάσασθαι τὸν παράλυτον ἐν τῇ προβατικῇ, καὶ ἕτερα πολλὰ σημεῖα καὶ τέρατα ἐργάσασθαι ἐν τῷ ἱερῷ. Ταῦτα θεασάμενος ὁ μακάριος, ἐξεπλήσσετο καὶ εὐθέως προσελθών, ἔπεσε παρὰ τοὺς πόδας αὐτοῦ καὶ ἐδέετο εὐλογηθῆναι παρ' αὐτοῦ. Ὁ δὲ τὰς καρδίας ἐμβατεύων Χριστός, ἀποδεξάμενος αὐτοῦ τὴν πίστιν, εὐμενῶς αὐτὸν ὑπεδέξατο καὶ τῆς θείας αὐτοῦ συντυχίας μετέδωκεν· ὁ δὲ πλέον ἐξεκαίετο εἰς τὴν τοῦ κυρίου ἀγάπην. Καταλαβὼν δὲ τὸ τάχος τὴν οἰκίανΜαρίας, τῆς μητρὸς Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου, ἥτις ἐλέγετο εἶναι αὐτοῦ θεία διὸ καὶ Μάρκον τὸν ἀνεψιὸν Βαρνάβα ἐκάλουν αὐτόν, εἶπε πρὸς αὐτήν· "∆εῦρο, λέγων, ὦ γύναι, ἴδε ἅπερ
3