In illud: Pater si possibile est

 ἵνα τῆς οἰκείας προαιρέσεως τὴν βλασφημίαν ἐπικαλύψωσιν. Εἰπὲ οὖν, δέσποτα, τίνος ἕνεκεν ἐπὶ τὸ πάθος ἐλθὼν παραιτῇ τὸ παθεῖν, διὰ τί δὲ φοβῇ τὴν τῶν

 Εἰ γὰρ μὴ ἤθελον διὰ θανάτου ζωὴν χαρίσασθαι τῷ γένει τῶν ἀνθρώπων, οὐκ ἄν, λόγος ὢν ἀπαθής, παθητὴν ὑπεισῆλθον σάρκα. Ἐπειδὴ δὲ εἶδον τὸ γένος τῶν ἀν

 τοῦ ὕδατος φυλάττεται ἢ τὸ κρυσταλλωθὲν στερέωμα πῶς ὑπὸ τῆς θέρμης τοῦ πυρὸς οὐ διαλύεται καὶ διαρρεῖ; Καὶ ἵνα σου τὴν ψυχὴν μὴ περὶ τὴν ὁρωμένην δια

 τὸν ἀπατεῶνα ἐξαπατήσας τὴν ἀπάτην λύσω. Ῥήμασιν ἐκεῖνος δολεροῖς ἠπάτησεν τὸν Ἀδάμ, ῥήμασιν ἐγὼ δειλοῖς ἀπατῶ τὸν δολερόν. Ἀλλ' ἐκεῖνος μὲν ἀπατηλοὺς

 δὲ ἑαυτοῦ κέντρα συνέθλα σεν τῆς ἀντιτυπίας τὸ στερρὸν ὑπομεῖναι μὴ δυνάμενος. Μηδεὶς οὖν μου δι' ἄγνοιαν δειλίαν καταψηφιζέσθω μηδὲ τα πεινὰ ῥήματα τ

 πατὴρ ἢ ἀφειδῶν ἢ ἀδυναμῶν οὐκ ἠλευθέρωσέν με τοῦ πάθους, οὔτε ἐγὼ παραιτού μενος τὸ πάθος ᾔτησα παρελθεῖν τὸ ποτήριον. Εἰ μὲν γὰρ ἀκού σιον τὸ πάθος,

Εἰ γὰρ μὴ ἤθελον διὰ θανάτου ζωὴν χαρίσασθαι τῷ γένει τῶν ἀνθρώπων, οὐκ ἄν, λόγος ὢν ἀπαθής, παθητὴν ὑπεισῆλθον σάρκα. Ἐπειδὴ δὲ εἶδον τὸ γένος τῶν ἀνθρώπων ἀπάτῃ καὶ οὐκ ἀνάγκῃ, γοητείᾳ δαιμόνων καὶ οὐ βίᾳ κρατούμενον, ὑπῆλθον τὸ ὑμέτερον σῶμα, ἵνα ἐκ τῶν ἐναντίων τὰ ἐναντία κατασκευάσας διὰ πάσης ἐξαπάτης ἐλευθερώσω τὸν ἄνθρωπον. Ἐπειδὴ γὰρ μέγα ἐφρόνει ὁ τύραννος, ὅτι τὴν ἁμαρ τίαν εὑρὼν καὶ διὰ τῆς ἁμαρτίας τὸν θάνατον εἰσαγαγὼν τὸν Ἀδὰμ τὸν τοῦ παραδείσου πολίτην, τὸν χειροτονητὸν τῆς οἰκου μένης δεσπότην, δοῦλον καὶ λῃστὴν καὶ γηπόνον ἐποίησεν, διὰ τοῦτο ἐπεχωρίασα τῇ γῇ ὡς βασιλεὺς τὴν σάρκα ὡς ἁλουργίδα ἔχων, ἵνα τοῦ τυράννου ἀποκείρας τὸ θράσος τῇ μὲν ἀπάτῃ τὴν ἀπάτην λύσω, τῇ δὲ ἁμαρτίᾳ τὴν δικαιοσύνην ἐπιστρατεύσω, τῷ δὲ θανάτῳ τὴν ζωὴν ἐπαφήσω. Οὐ φοβούμενος οὖν τὸν θάνατον δειλιῶ· οὐ γὰρ ἀκούσιον τὸ πρᾶγμα, ἀλλ' αὐτοπροαίρετον τὸ κατόρθωμα. Ἐγὼ γάρ εἰμι ὁ ποιμὴν ὁ καλὸς ὁ τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ τῶν προβάτων αὐθαιρέτως προιέμενος. Ὥσπερ οὖν ἐν μορφῇ θεοῦ ὑπάρχων ἑαυτὸν ἐκένωσα μορφὴν δούλου λαβὼν μηδενὸς ἀναγκά σαντος, οὕτω καὶ ἑκοντὶ τὸν θάνατον ὑπομένω οὐ βίᾳ κρατούμε νος, ἀλλ' αὐθαιρέτως ἐπὶ τὸ πάθος ἐρχόμενος. ∆ιὰ τί δὲ ἔπαθες, δέσποτα; ∆ιὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν, φησίν. Καὶ λέγω τὸν τρόπον. Ἐπειδὴ γὰρ ἀποφάσει θανάτου τὸ γένος τῶν ἀνθρώπων ὑπεβλήθη διὰ τὸν ἐκ παρθενικῆς γῆς πλασθέντα Ἀδάμ, ἐγὼ δὲ ἤμην ὁ τὴν ἀπόφασιν τοῦ θανάτου ἐκβαλών, ἀδύνατον δὲ ἦν τῆς τιμωρίας ἀνεθῆναι τὸν ἄνθρωπον, εἰ μὴ αὐτὸς ἐγὼ τὴν ἑαυτοῦ ἀνεκαλεσάμην ἀπόφασιν, διὰ τοῦτο ἐκ παρθενικῆς γαστρὸς καθ' ὁμοιότητα τοῦ Ἀδὰμ ἀνθρώπου μορφὴν λαβὼν ὑπομένω θάνατον, ἵνα καὶ ὡς θεὸς λύσω τὴν ἀπόφασιν καὶ ὡς ἄνθρωπος ὑπὲρ ἀνθρώπων καταδέξωμαι τὸν θάνατον. Τοῦτο δὲ ποιῶ, ἵνα μὴ αὐθεντίᾳ, ἀλλὰ συμπαθείᾳ τὸν ἄνθρωπον ἐλευθερώσω. Εἰ γὰρ ἀνθρώπου ἁμαρτήσαντος θεὸς ἦν ὁ κατορθώσας, οὐ μέγα ἦν τὸ κατορθούμενον. Νῦν δὲ διὰ τοῦτο ἄνθρωπος γέγονα καὶ ὑπὲρ τοῦ καταλύσαντος τὸν νόμον τὸν νόμον ἐπλήρωσα, ἵνα τῇ οἰκειότητι τοῦ κατορθώσαντος ἐνα βρύνηται τῶν ἀνθρώπων τὸ γένος. Ὅθεν καὶ νῦν εἰς πρόσωπον τοῦ Ἀδὰμ δέχομαι τὴν ἀπόφασιν τοῦ θανάτου, ἵνα ἐκεῖνος δι' ἐμοῦ λάβῃ τὴν χάριν τῆς ἀναστάσεως. Πταίσας ὁ Ἀδὰμ συνεισήνεγκε τὸν θάνατον, κατορθώσας ἐγὼ ἀντεισήγαγον τὴν ἀνάστασιν. Καὶ ἐπειδὴ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως, ἐβασί λευσεν δὲ ἐκ τοῦ τὸ σῶμα ὑποχείριον ἔχειν τὸ συνεργὸν τῆς ἁμαρτίας, διὰ τοῦτο ἀνέλαβον τὸ αὐτὸ σῶμα τὸ δοκοῦν ὄργανον εἶναι τῆς ἁμαρτίας, <ἵνα> καταργήσας τὴν ἁμαρτίαν ἐλεύθερον ἁμαρτίας ἀποδείξω τὸν ἄνθρωπον. Ἄλλως δὲ ἐπειδὴ ζωὴν κακὴν ἔζων οἱ ἄνθρωποι συμπεπλεγμένοι τῇ ἁμαρτίᾳ ὡς εἶναι αὐτῶν τὴν ζωὴν θανάτου χείρονα, διὰ τοῦτο τὸν ἀγαθὸν θάνατον τῆς κακῆς ζωῆς προκρίνας ὑπομένω θάνατον, ἵνα οἱ τῷ καλῷ θανάτῳ κοινωνήσαντες τῆς ἀληθοῦς ζωῆς ἀπολαύσωσιν· ἀπολαύσωσιν δὲ διὰ τοῦ βαπτίσματος· Ὅσοι γὰρ βαπτίζονται, εἰς τὸν θάνατόν μου βαπτίζονται, ἵνα ὥσπερ ἠγέρθην ἐγὼ ἐκ νεκρῶν, οὕτως καὶ αὐτοὶ ἐν καινότητι ζωῆς περιπατήσωσιν. Καὶ μηδεὶς ἀμφιβάλλων λεγέτω ὅτι τὸ σκότος οὐκ ἐργάζεται φῶς οὔτε τὸ μέλαν ἀποτελεῖ λευκότητα, πῶς ὁ θάνατος ἐγέννη σεν ζωήν; Ὅτι γὰρ ὑπὲρ φύσιν τὸ πρᾶγμα, δῆλον. Ἀλλ' ἐπ' ἐμοῦ μὴ ζήτει φύσεως τάξιν. Ἐγὼ γάρ εἰμι ὁ δεσπότης τῆς φύσεως, ὁ ποτὲ μὲν τὴν φύσιν κατὰ φύσιν φέρεσθαι συγχωρῶν, ποτὲ δὲ αὐτὴν ὑπὲρ φύσιν ἡνιοχῶν. Ὅταν γάρ τι ἐξαίσιον οἰκονομῆσαι θέλω, τότε καὶ ἡ φύσις τὴν ἑαυτῆς ἀρνησαμένη τάξιν ἐκεῖνα πράττει, ἅπερ ἂν τὸ ἐμὸν παρακελεύηται νεῦμα. Καὶ τοῦτο δῆλον ἐκ τῆς ὁρωμένης διακοσμήσεως, οἷόν τι λέγω· ὁ ἥλιος καὶ ἡ σελήνη πῦρ εἰσιν κατὰ φύσιν, ὕδωρ δὲ τὸ κρυσταλλωθὲν στερέω μα, ὃ δὴ οὐρανὸν ἐκάλεσα· εἰ φύσεως οὖν δρόμον ἐπιζητεῖς, πῶς τὸ πῦρ ὑπὸ

3