1

 2

 3

 4

 5

 6

 7

3

γεμίζεται νεκρῶν θήκη γίνεται σωμάτων. 4.4 τούτων οὕτως ὄντων, οὐκ ἐνδέχεται τὴν γῆν εἶναι θεάν, ἀλλ' ἔργον θεοῦ εἰς χρῆσιν ἀνθρώπων.

5.1 Οἱ δὲ νομίζοντες τὸ ὕδωρ εἶναι θεὸν ἐπλανήθησαν. καὶ αὐτὸ γὰρ εἰς χρῆσιν τῶν ἀνθρώπων γέγονε καὶ κατακυριεύεται ὑπ' αὐτῶν, μιαίνεται καὶ φθείρεται καὶ ἀλλοιοῦται ἑψούμενον καὶ ἀλλασσόμενον χρώμασι καὶ ἀπὸ τοῦ κρύους πηγνύμενον καὶ αἵμασι μολυνόμενον. 5.2 καὶ εἰς πάντων τῶν ἀκαθάρτων πλύσιν ἀγόμενον. διὸ ἀδύνατον τὸ ὕδωρ εἶναι θεὸν ἀλλ' ἔργον θεοῦ. 5.3 οἱ δὲ νομίζοντες τὸ πῦρ εἶναι θεὸν πλανῶνται. καὶ αὐτὸ γὰρ εἰς χρῆσιν ἐγένετο ἀνθρώπων καὶ κατακυριεύεται ὑπ' αὐτῶν περιφερόμενον ἐκ τόπου εἰς τόπον εἰς ἕψησιν καὶ ὄπτησιν παντοδαπῶν κρεῶν, ἔτι δὲ καὶ νεκρῶν σωμάτων. φθείρεται δὲ καὶ κατὰ πολλοὺς τρόπους ὑπὸ τῶν ἀνθρώπων σβεννύμενον. διὸ οὐκ ἐνδέχεται τὸ πῦρ εἶναι θεὸν ἀλλ' ἔργον θεοῦ. 5.4 οἱ δὲ νομίζοντες τὴν τῶν ἀνέμων πνοὴν εἶναι θεὰν πλανῶνται. φανερὸν γάρ ἐστι ὅτι δουλεύει ἑτέρῳ καὶ χάριν τῶν ἀνθρώπων κατεσκεύασται ὑπὸ τοῦ θεοῦ πρὸς μεταγωγὴν πλοίων καὶ συγκομιδὰς τῶν σιτίων καὶ εἰς λοιπὰς αὐτῶν χρείας. αὔξει τε καὶ λήγει κατ' ἐπιταγὴν θεοῦ. 5.5 διὸ οὐ νενόμισται τὴν τῶν ἀνέμων πνοὴν εἶναι θεὰν ἀλλ' ἔργον θεοῦ.

6.1 Οἱ δὲ νομίζοντες τὸν ἥλιον εἶναι θεὸν πλανῶνται. ὁρῶμεν γὰρ αὐτὸν κινούμενον κατὰ ἀνάγκην καὶ τρεπόμενον καὶ μεταβαίνοντα ἀπὸ σημείου εἰς σημεῖον, δύνοντα καὶ ἀνατέλλοντα τοῦ θερμαίνειν τὰ φυτὰ καὶ βλαστὰ εἰς χρῆσιν τῶν ἀνθρώπων, ἔτι δὲ καὶ μερισμοὺς ἔχοντα μετὰ τῶν λοιπῶν ἀστέρων. 6.2 καὶ ἐλάττονα ὄντα τοῦ οὐρανοῦ πολύ, καὶ ἐκλείποντα τοῦ φωτός, καὶ μηδεμίαν αὐτοκράτειαν ἔχοντα. διὸ οὐ νενόμισται τὸν ἥλιον εἶναι θεὸν ἀλλ' ἔργον θεοῦ. 6.3 οἱ δὲ νομίζοντες τὴν σελήνην εἶναι θεὰν πλανῶνται. ὁρῶμεν γὰρ αὐτὴν κινουμένην κατὰ ἀνάγκην καὶ τρεπομένην καὶ μεταβαίνουσαν ἀπὸ σημείου εἰς σημεῖον, δύνουσάν τε καὶ ἀνατέλλουσαν εἰς χρῆσιν τῶν ἀνθρώπων καὶ ἐλάττονα οὖσαν τοῦ ἡλίου, αὐξομένην τε καὶ μειουμένην καὶ ἐκλείψεις ἔχουσαν. διὸ οὐ νενόμισται τὴν σελήνην εἶναι θεὰν ἀλλ' ἔργον θεοῦ.

7.1 Οἱ δὲ νομίζοντες τὸν ἄνθρωπον εἶναι θεὸν πλανῶνται. ὁρῶμεν γὰρ αὐτὸν κινούμενον κυούμενον κατὰ ἀνάγκην, καὶ τρεφόμενον καὶ γηράσκοντα, καὶ μὴ θέλοντος αὐτοῦ. 7.2 καὶ ποτὲ μὲν χαίρει, ποτὲ δὲ λυπεῖται, δεόμενος βρωμάτων καὶ ποτοῦ καὶ ἐσθῆτος. 7.3 εἶναι δὲ αὐτὸν ὀργίλον καὶ ζηλωτήν, καὶ ἐπιθυμητήν, καὶ μεταμελόμενον καὶ πολλὰ ἐλαττώματα ἔχοντα. φθείρεται δὲ κατὰ πολλοὺς τρόπους ὑπὸ στοιχείων καὶ ζῴων. καὶ τοῦ ἐπικειμένου αὐτῷ θανάτου. οὐκ ἐνδέχεται οὖν εἶναι τὸν ἄνθρωπον θεὸν ἀλλ' ἔργον θεοῦ. 7.4 πλάνην οὖν μεγάλην ἐπλανήθησαν οἱ Χαλδαῖοι ὀπίσων τῶν ἐπιθυμημάτων αὐτῶν. σέβονται γὰρ φθαρτὰ στοιχεῖα καὶ τὰ νεκρὰ ἀγάλματα καὶ οὐκ αἰσθάνονται ταῦτα θεοποιούμενοι.

8.1 Ἔλθωμεν οὖν ἐπὶ τοὺς Ἕλληνας ἵνα ἴδωμεν εἴ τι φρονοῦσι περὶ θεοῦ. 8.2 οἱ οὖν Ἕλληνες σοφοὶ λέγοντες εἶναι ἐμωράνθησαν χεῖρον τῶν Χαλδαίων, παρεισάγοντες πολλοὺς θεοὺς γεγενῆσθαι τοὺς μὲν ἄρρενας τοὺς δὲ θηλείας παντοίων δούλους παθῶν καὶ παντοδαπῶν δημιουργοὺς ἀνομημάτων.-οὓς ἐκεῖνοι αὐτοὶ ἐξέθεντο μοιχοὺς εἶναι καὶ φονεῖς, ὀργίλους καὶ ζηλωτὰς καὶ θυμαντικοὺς, πατροκτόνους καὶ ἀδελφοκτόνους, κλέπτας καὶ ἅρπαγας χωλοὺς καὶ κυλλοὺς καὶ φαρμακοὺς καὶ μαινομένους καὶ τούτων τινὰς μὲν τετελευτηκότας, τινὰς δὲ κεκεραυνωμένους καὶ κοπτομένους καὶ θρηνουμένους καὶ δεδουλευκότας ἀνθρώποις καὶ φυγάδας γενομένους καὶ εἰς ζῷα μεταμορφουμένους ἐπὶ πονηραῖς καὶ αἰσχραῖς μίξεσιν- 8.3 ὅθεν γελοῖα καὶ μωρὰ καὶ ἀσεβῆ παρεισήγαγον οἱ Ἕλληνες, βασιλεῦ, ῥήματα, τοὺς τοιούτους μὴ ὄντας προσαγορεύοντες θεοὺς κατὰ