1

 2

 3

 4

 5

 6

 7

5

ἀνθρώποις χάριν μισθοῦ. ἆρα ἐπενδεής ἐστιν; ὅπερ οὐκ ἐνδέχεται θεὸν εἶναι ἐνδεῆ καὶ ζηλωτὴν καὶ κιθαρῳδόν. 11.2 Ἄρτεμιν δὲ παρεισάγουσιν ἀδελφὴν αὐτοῦ εἶναι, κυνηγὸν οὖσαν, καὶ τόξον ἔχειν μετὰ φαρέτρας, καὶ ταύτην ῥέμβεσθαι κατὰ τῶν ὀρέων μόνην μετὰ τῶν κυνῶν, ὅπως θηρεύσῃ ἔλαφον ἢ κάπρον. πῶς οὖν ἔσται θεὸς ἡ τοιαύτη γυνὴ καὶ κυνηγὸς καὶ ῥεμβομένη μετὰ τῶν κυνῶν; 11.3 Ἀφροδίτην δὲ λέγουσι καὶ αὐτὴν θεὰν εἶναι, μοιχαλίδα οὖσαν. ποτὲ γὰρ ἔσχε μοιχὸν τὸν Ἄρην, ποτὲ δὲ Ἀγχίσην, ποτὲ δὲ Ἄδωνιν, οὗτινος καὶ τὸν θάνατον κλαίει ζητοῦσα τὸν ἐραστὴν αὐτῆς· ἣν λέγουσιν καὶ εἰς Ἅιδου καταβαίνειν, ὅπως ἐξαγοράσῃ τὸν Ἄδωνιν ἀπὸ τῆς Περσεφόνης. εἶδες, ὦ βασιλεῦ, μείζονα ταύτης ἀφροσύνην; θεὰν παρεισάγειν τὴν μοιχεύουσαν καὶ θρηνοῦσαν καὶ κλαίουσαν; 11.4 Ἄδωνιν δὲ παρεισάγουσι θεὸν εἶναι, κυνηγὸν ὄντα καὶ τοῦτον βιαίως ἀποθανεῖν πληγέντα ὑπὸ τοῦ ὑὸς ἀγρίου καὶ μὴ δυνηθέντα βοη-θῆσαι τῇ ταλαιπωρίᾳ αὐτοῦ. πῶς οὖν τῶν ἀνθρώπων φροντίδα ποιήσεται ὁ μοιχὸς καὶ κυνηγὸς καὶ βιαιοθάνατος; 11.5 ταῦτα πάντα καὶ πολλὰ τοιαῦτα καὶ πολλῷ πλέον αἰσχρότερα καὶ πονηρότερα παρεισήγαγον οἱ Ἕλληνες, βασιλεῦ, πλάσαντες περὶ τῶν θεῶν αὐτῶν, ἃ οὔτε λέγειν θέμις οὐτ' ἐπὶ μνήμης ὅλως φέρειν. ὅθεν λαμ-βάνοντες οἱ ἄνθρωποι ἀφορμὴν ἀπὸ τῶν θεῶν αὐτῶν ἔπραττον πᾶσαν ἀνομίαν καὶ ἀσέλγειαν καὶ ἀσέβειαν καταμιαίνοντες γῆν τε καὶ ἀέρα ταῖς δειναῖς αὐτῶν πράξεσιν.

12.1 Αἰγύπτιοι δὲ ἀβελτερώτεροι καὶ ἀφρονέστεροι τούτων ὄντες χεῖρον πάντων τῶν ἐθνῶν ἐπλανήθησαν· οὐ γὰρ ἠρκέσθησαν τοῖς τῶν Χαλδαίων καὶ Ἑλλήνων σεβάσμασιν, ἀλλ' ἔτι καὶ ἄλογα ζῷα παρεισήγαγον θεοὺς εἶναι χερσαῖά́ τε καὶ ἔνυδρα καὶ τὰ φυτὰ καὶ βλαστὰ καὶ ἐμιάνθησαν ἐν πάσῃ μανίᾳ καὶ ἀσελγείᾳ χεῖρον πάντων τῶν ἐθνῶν τῶν ἐπὶ τῆς γῆς. 12.2 ἀρχῆθεν γὰρ ἐσέβοντο τὴν Ἶσιν, ἔχουσαν ἀδελφὸν καὶ ἄνδρα τὸν Ὄσιριν, τὸν σφαγέντα ὑπὸ τοῦ ἀδελφοῦ αὐτοῦ Τύφωνος. καὶ διὰ τοῦτο φεύγει ἡ Ἶσις μετὰ Ὥρου τοῦ υἱοῦ αὐτῆς εἰς Βύβλον τῆς Συρίας ζητοῦσα τὸν Ὄσιριν, πικρῶς θρηνοῦσα, ἕως ηὔξησεν ὁ Ὧρος καὶ ἀπέκτεινε τὸν Τύφωνα. 12.3-5 οὔτε οὖν ἡ Ἶσις ἴσχυσε βοηθῆσαι τῷ ἰδίῳ ἀδελφῷ καὶ ἀνδρί· οὔτε ὁ Ὄσιρις σφαζόμενος ὑπὸ τοῦ Τύφωνος ἠδυνήθη ἀντιλαβέσθαι ἑαυτοῦ· οὔτε Τύφων ὁ ἀδελφοκτόνος, ἀπολλύμενος ὑπὸ τοῦ Ὥρου καὶ τῆς Ἴσιδος, εὐπόρησε ῥύσασθαι ἑαυτὸν τοῦ θανάτου. 12.6 καὶ ἐπὶ τοιούτοις ἀτυχήμασι γνωρισθέντες αὐτοὶ θεοὶ ὑπὸ τῶν ἀσυνέτων Αἰγυπτίων ἐνομίσθησαν. οἵτινες, μηδ' ἐν τοιούτοις ἀρκεσθέντες ἢ τοῖς λοιποῖς σεβάσμασι τῶν ἐθνῶν, καὶ τὰ ἄλογα ζῷα παρεισήγαγον θεοὺς εἶναι. 12.7 τινὲς γὰρ αὐτῶν ἐσεβάσθησαν πρόβατον, τινὲς δὲ τράγον, ἕτεροι δὲ μόσχον καὶ τὸν χοῖρον, ἄλλοι δὲ τὸν κόρακα καὶ τὸν ἱέρακα καὶ τὸν γῦπα καὶ τὸν ἀετόν, καὶ ἄλλοι τὸν κροκόδειλον, τινὲς δὲ τὸν αἴλουρον καὶ τὸν κύνα καὶ τὸν λύκον καὶ τὸν πίθηκον καὶ τὸν δράκοντα καὶ τὴν ἀσπίδα, καὶ ἄλλοι τὸ κρόμυον καὶ τὸ σκόροδον καὶ ἀκάνθας, καὶ τὰ λοιπὰ κτίσματα. 12.8 καὶ οὐκ αἰσθάνονται οἱ ταλαίπωροι περὶ πάντων τούτων ὅτι οὐδὲν ἰσχύουσιν. ὁρῶντες γὰρ τοὺς θεοὺς αὐτῶν βιβρωσκομένους ὑπὸ ἑτέρων ἀνθρώπων καὶ καιομένους καὶ σφαττομένους καὶ σηπομένους, οὐ συνῆκαν περὶ αὐτῶν ὅτι οὐκ εἰσὶ θεοί.

12,9-13.1 Πλάνην οὖν μεγάλην ἐπλανήθησαν οἵ τε Αἰγύπτιοι καὶ οἱ Χαλδαῖοι καὶ οἱ Ἕλληνες τοιούτους παρεισάγοντες θεοὺς καὶ ἀγάλματα αὐτῶν ποιοῦντες καὶ θεοποιούμενοι τὰ κωφὰ καὶ ἀναίσθητα εἴδωλα. 12,9-13.2 καὶ θαυμάζω, πῶς ὁρῶντες τοὺς θεοὺς αὐτῶν ὑπὸ τῶν δημιουργῶν πριζομένους καὶ πελεκουμένους καὶ κολοβουμένους παλαιουμένους τε ὑπὸ τοῦ χρόνου καὶ ἀναλυομένους καὶ χωνευομένους οὐκ ἐφρόνησαν περὶ αὐτῶν ὅτι οὐκ εἰσὶ θεοί. οἵτε γὰρ περὶ τῆς ἰδίας σωτηρίας οὐδὲν ἰσχύουσι, πῶς τῶν ἀνθρώπων πρόνοιαν ποιήσονται;