Quaestiones in evangelia 28.700 ΕΡΩΤΗΣΙΣ αʹ. «Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. Μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μα ρίας τῷ Ἰωσήφ.» ∆ιὰ τί ο

 σύγχρονος. ∆ιὰ γὰρ τοῦτο ἐπήγαγε· «Καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο.» Ἐρώτ. ι ς ʹ. «Καὶ ἀναβλέψας εἰς τοὺς οὐρανοὺς, εὐλόγησε τοὺς ἄρτους.» ∆ιὰ τί ἀνέβλ

 σχήματος, ἴσως καὶ τῆς διαλέξεως. Ἐρώτ. κηʹ. «Καὶ ἐγέννησε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον.» ∆ιὰ τί εἶπε, «πρωτότοκον;» Οὐδὲ γὰρ ἔσχεν ἄλλον υἱὸν ἡ Πανα

σχήματος, ἴσως καὶ τῆς διαλέξεως. Ἐρώτ. κηʹ. «Καὶ ἐγέννησε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον.» ∆ιὰ τί εἶπε, «πρωτότοκον;» Οὐδὲ γὰρ ἔσχεν ἄλλον υἱὸν ἡ Παναγία Ἀπόκ. Ἐπειδὴ Θεὸς ὑπάρχων ἀληθινὸς ὁ ἐξ αὐτῆς σαρκωθεὶς Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, γέγονεν ἡμῶν διὰ τὴν σάρκωσιν ἀδελφὸς, τούτου χάριν ὠνο 28.708 μάσθη πρωτότοκος, ὡς πρωτεύων ἐν πᾶσιν αὐτός. Ἐρώτ. κθʹ. «Καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ.» ∆ιὰ τί ἐν τῇ φάτνῃ ἀνεκλίθη; Ἀπόκ. Ἵνα ἡμᾶς τῆς ἀλογίας ἐλευθερώσῃ, τὸν κτηνοπρεπῆ μεταμείψαντας βίον, καὶ τὴν ἀνθρώποις πρέπουσαν παράσχῃ σύνεσιν. Ἐρώτ. λʹ. «Ἄνθρωπος κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ, καὶ λῃσταῖς περιέπεσε.» Τίς ὁ ἄνθρωπος, καὶ τίς ἡ Ἱερουσαλὴμ, καὶ τίς ἡ Ἱεριχὼ, καὶ τίνες οἱ λῃσταί; Ἀπόκ. Ἄνθρωπος μὲν ὁ Ἀδάμ· Ἱερουσαλὴμ δὲ ὁ παράδεισος· Ἱεριχὼ δὲ οὗτος ὁ κόσμος· καὶ λῃσταὶ οἱ δαίμονες. Ἐρώτ. λαʹ. Κατὰ συγκυρίαν δὲ ἱερεύς τις ἰδὼν αὐτὸν ἀντιπαρῆλθε· καὶ λευΐτης ὁμοίως. Σαμαρείτης δὲ ἰδὼν αὐτὸν, ἐσπλαγχνίσθη, καὶ κατέδησε τὰ τραύματα αὐτοῦ. Τί ἦν τὸ, «κατὰ συγκυρίαν;» καὶ τίς ὁ ἱερεύς; καὶ τίς ὁ λευΐτης; καὶ τίς ὁ Σαμαρείτης; Ἀπόκ. Τὸ μὲν «κατὰ συγκυρίαν» δηλοῖ· τὸ ἐκ θείας οἰκονομίας· ἱερεὺς δέ ἐστιν ὁ νόμος· λευΐτης δὲ οἱ ἀπὸ τῆς λευϊτικῆς ἱερωσύνης διδάσκαλοι· Σαμαρείτης δὲ ὁ Χριστός. Ἐρώτ. λβʹ. Καὶ διὰ τί λέγεται Σαμαρείτης ὁ Χριστός· Ἀπόκ. ∆ιὰ τὸ τοὺς Ἰουδαίους αὐτὸν οὕτως ἀποκαλεῖν ὅτι «Σαμαρείτης εἶ, καὶ δαιμόνιον ἔχεις.» Ἐρώτ. λγʹ. «Ἐγένετο δὲ, φησὶν, ἀποθανεῖν τὸν Λάζαρον καὶ ἀπενεχθῆναι ὑπὸ τῶν ἀγγέλων εἰς τοὺς κόλπους τοῦ Ἀβραάμ.» ∆ιὰ τί ἀποθνήσκει πρῶτον ὁ Λάζαρος παρὰ τὸν πλούσιον; Ἀπόκ. Ἵνα μηδεμιᾶς ἀπολογίας πρόφασις ὑπολείπηται τοῦ πλουσίου, ὡς μέλλοντος εὐποιεῖν εἰς αὐτόν. Ἐρώτ. λδʹ. «Ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ ὁ πλούσιος, ὁρᾷ τὸν Λάζαρον ἐν τοῖς κόλποις τοῦ Ἀβραάμ.» ∆ιὰ τί οὐκ ἀλλαχοῦ, ἀλλ' ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ ὁρᾷ τὸν Λάζαρον; Ἀπόκ. Ἐπειδὴ, ὥσπερ τὸν Ἀδὰμ ἐκβαλὼν ὁ Θεὸς ἐκ τοῦ παραδείσου, καταντικρὺ τοῦτον κατῴκισεν, ἵνα ἡ συνεχὴς ὄψις, ἀνανευοῦσα τὸ πάθος, ἀκριβεστέραν αὐτῷ παράσχῃ τῆς ἐκπτώσεως τῶν ἀγαθῶν τὴν αἴσθησιν· οὕτω δὲ καὶ τοῦτον κατέναντι τοῦ Λαζάρου κατῴκισεν, ἵνα μειζόνως κατατρύχηται. Ἐρώτ. λεʹ. Καὶ διὰ τί οὐκ ἐν ἄλλῳ δικαίῳ τὸν Λάζαρον ὁρᾷ ὁ πλούσιος, ἀλλ' ἐν τοῖς κόλποις τοῦ Ἀβραάμ; Ἀπόκ. Ἐπειδὴ φιλόξενος ἦν ὁ Ἀβραάμ. Ἵν' οὖν ἔλεγχος αὐτοῦ γένηται τῆς μισοξενίας, διὰ τοῦτο αὐτὸν μετ' ἐκείνου βλέπει. Ἐκεῖνος γὰρ καὶ τοὺς παροδίτας ἐξενοδόχει· οὗτος δὲ καὶ τὸν ἔσω κείμενον παρεώρα. Ἐρώτ. λ ςʹ. «Πάτερ Ἀβραὰμ, ἐλέησόν με.» ∆ιὰ τί οὐ πρὸς τὸν Λάζαρον τὸν λόγον ἀπέτεινεν ὁ πλούσιος, ἀλλὰ πρὸς τὸν Ἀβραάμ; Ἀπόκ. Ἐπειδὴ ᾐσχύνετο καὶ ἠρυθρία· ἐνόμιζε γὰρ αὐτὸν μνησικακεῖν δι' ὧν ἔπραξεν εἰς αὐτόν.

3