3
παραδείσου 31.1721 γέγονε κληρονόμος. Ὁ ∆εσπότης κατὰ σάρκα πένης· θεότητι γὰρ πλούσιος ἄμετρος. Ἰδοὺ γὰρ σήμερον ἐξέχεε τὸν τῆς ἰάσεως πλοῦτον, τὴν πενθερὰν Πέτρου νόσου ἀπήλλαξε, τῇ ἁφῇ τὸν πυρετὸν ἐφυγάδευσεν. Ἤγειρε, μὴ περιοδεύσας, τὴν κάμνουσαν· ὕλη οὐκ ἐφαίνετο, καὶ ἴασις ἐσχεδιάζετο. Πόνους πλουσίους ἀνάλωσε, καὶ οὐδεὶς ὁ ἐλεῶν. Ἐνταῦθα δὲ μόνον ἐπέστη ὁ τῆς φύσεως ἰατρὸς, ἐλύθη τοῦ σώματος ὁ χειμών. Καὶ βλέπε μοι τὸ θαυμαστόν. Τρεῖς ἐν ταυτῷ ἐθεράπευσε, δύο ἄνδρας καὶ μίαν γυναῖκα, τὸν Λάζαρον, τὸν τῆς χήρας υἱὸν, τὴν θυγατέρα Ἰαείρου, καὶ διὰ τί ἄκουε· ἀπόῤῥητος γὰρ ὁ λόγος. Ἵνα δείξῃ, ὅτι αὐτός ἐστι νόμου καὶ χάριτος ∆εσπότης, διὰ τοῦτο τὴν ὁμοίαν ἐν ἑτέροις σώζει εἰκόνα. Ὥσπερ γὰρ ἐκεῖ τρεῖς ἐπέστησε τῷ λαῷ δημαγωγοὺς, τὸν Μωσέα, τὸν Ἀαρὼν καὶ τὴν Μαριάμ. Ἄκουε αὐτοῦ ἐν προφήταις βοῶντος· Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἠδίκησά σε, ἀποκρίθητί μοι, διότι ἀπέστειλα πρὸ προσώπου σου τὸν Μωσῆν καὶ τὸν Ἀαρὼν καὶ τὴν Μαριάμ; Τὸν Μωσέα εἰς πρόσωπον τοῦ νόμου· τὸν Ἀρὼν εἰς πρόσωπον τῶν προφητῶν, καὶ τὴν Μαριὰμ εἰς πρόσωπον τῆς Ἐκκλησίας, ἢν ἐπήρωσε τῶν εἰδώλων ἡ ἀκαθαρσία, καὶ ἰάσατο ἡ τοῦ σαρκωθέντος φιλανθρωπία.
∆ιὰ τοῦτο ἡ Ἐκκλησία, καθάπερ Μαριὰμ, ἐλευθερωθεῖσα τοῦ νοητοῦ Φαραὼ, τοῦ διαβόλου, καὶ τῆς τῶν δαιμόνων καταδυναστείας, καθάπερ Αἴγυπτον ὁρῶσα ὑπὸ τὸ πέλαγος τῆς κολυμβήθρας τὸν παλαιὸν ἄνθρωπον πνιγέντα, λαβοῦσα τὸ τύμπανον τῆς εὐχαριστίας, καὶ ἐναρμόσασα τῷ ξύλῳ τοῦ σταυροῦ τὰς χορδὰς τῶν ἀρετῶν, ἀνακρουομένη βοᾷ· Ἄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Ἐξ οὐρανοῦ κατῆλθε, καὶ τοῦ Πατρὸς οὐκ ἐχωρίσθη· ἐν σπηλαίῳ ἐτέχθη, καὶ τὸν θρόνον οὐκ ἐγύμνωσε· ἐν φάτνῃ ἀνεκλίθη, καὶ τοὺς πατρικοὺς κόλπους οὐκ ἐκένωσεν· ἐκ παρθένου σαρκωθεὶς ἐγεννήθη, καὶ ἔμεινεν, ὡς Θεὸς, ἀπάτωρ· κατέβη, καὶ τῶν ἄνω οὐκ ἐχωρίσθη· ἀνέβη, καὶ τῇ Τριάδι προσθήκην οὐκ ἐποίησεν· ἐν μορφῇ δούλου ἐφάνη, καὶ τὸ πρὸς τὸν Πατέρα ἰσότιμον οὐκ ἀπώλεσεν· ἀλλ' ἔστιν ὁ Λόγος καὶ εἰκὼν, καὶ ἀπαύγασμα, καὶ χαρακτήρ. Λόγος, οὐδέποτε γὰρ τοῦ νοῦ ἀφίσταται· εἰκὼν, οὐ κηρόχυτος σανὶς, ἀλλὰ σφραγὶς ἰσότυπος· ἀπαύγασμα, συναΐδιον γὰρ τὸ φῶς τῷ ἡλίῳ· χαρακτὴρ, ὁ γὰρ ἑωρακὼς τὸν Υἱὸν ἑώρακε τὸν Πατέρα. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ μονογενεῖ αὐτοῦ Υἱῷ καὶ τῷ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.