1

 2

 3

 4

 5

 6

 7

3

δυνηθείημεν τὰ πλεῖστα τῶν κακῶν, ὥσπερ ῥίζῃ τινὶ καὶ ἀρχῇ, τῷ πάθει τούτῳ συνεκτε μεῖν. Ἐλοιδόρησε; σὺ δὲ εὐλόγησον.

Ἐτύπτησε; σὺ δὲ ὑπόμεινον. ∆ιαπτύει καὶ τὸ μηδὲν ἡγεῖταί σε; σὺ δὲ ἔννοιαν λάβε σεαυτοῦ, ὅτι ἐκ γῆς ὑφέστηκας, καὶ εἰς γῆν πάλιν ἀναλυθήσῃ. Ὁ γὰρ τούτοις τοῖς λόγοις ἑαυτὸν προκατασχὼν πᾶσαν ἀτιμίαν ἐλάττονα εὑρήσει τῆς ἀληθείας. Οὕτω γὰρ καὶ τῷ ἐχθρῷ ἀμή χανον κατασκευάσεις τὴν ἄμυναν, ἄτρωτον σεαυτὸν ταῖς λοιδορίαις δεικνύς· καὶ σεαυτῷ μέγαν τῆς ὑπομονῆς προξενήσεις τὸν στέφανον, τὴν ἑτέρου μα νίαν ἀφορμὴν οἰκείας φιλοσοφίας ποιούμενος. Ὥστε, ἂν ἐμοὶ πείθῃ, καὶ ἐπιδαψιλεύσῃ τῶν ὕβρεων. Ἀφανῆ σε εἶπε, καὶ ἄδοξον, καὶ μηδένα μηδαμόθεν; σὺ δὲ γῆν εἰπὲ καὶ σποδὸν σεαυτόν. Οὐκ εἶ σεμνότερος τοῦ πατρὸς ἡμῶν Ἀβραὰμ, ὃς ἑαυτὸν ταῦτα ἀπεκάλει. Ἀμαθῆ καὶ πτωχὸν καὶ τοῦ μηδενὸς ἄξιον; σὺ δὲ σκώληκα σεαυτὸν εἰπὲ, καὶ ἀπὸ κοπρίας ἔχειν τὴν γένεσιν, τὰ τοῦ ∆αβὶδ λέγων ῥήματα. Τούτοις πρόσ θες καὶ τὸ τοῦ Μωϋσέως καλόν. Ἐκεῖνος, ὑπὸ Ἀαρὼν καὶ Μαρίας λοιδορηθεὶς, οὐ κατενέτυχε τῷ Θεῷ, ἀλλὰ προσηύχετο ὑπὲρ αὐτῶν.

Τίνων βούλει μαθητὴς εἶναι μᾶλλον, τῶν θεοφιλῶν καὶ μακαρίων ἀνδρῶν, ἢ τῶν ὑπὸ τοῦ πνεύματος τῆς πονηρίας πεπληρωμένων; Ὅταν σοι κινηθῇ τῆς λοιδορίας πειρασμὸς, νόμιζε κρίνεσθαι σεαυτὸν, πότερον διὰ τῆς μακροθυμίας προσχωρεῖς τῷ Θεῷ, ἢ διὰ τῆς ὀργῆς ἀποτρέχεις πρὸς τὸν ἀντίδικον. ∆ὸς καιρὸν τοῖς λογισμοῖς σεαυ τοῦ τὴν ἀγαθὴν ἐκλέξασθαι μερίδα. Ἢ γὰρ ὠφέλησάς τι κἀκεῖνον τῷ ὑποδείγματι τῆς πραότητος, ἢ χαλε πώτερον ἠμύνω διὰ τῆς ὑπεροψίας. Τί γὰρ ἂν γέ νοιτο ὀδυνηρότερον τῷ ἐχθρῷ, ἢ τὸν ἐχθρὸν ἑαυτοῦ ὁρᾷν ὕβρεων ὑψηλότερον; Μὴ καταβάλῃς σεαυτοῦ τὴν γνώμην, μηδὲ ἀνάσχῃ γενέσθαι ἐφικτὸς τοῖς ὑβρίζουσιν. Ἔασον αὐτὸν ἄπρακτά σου καθ υλακτεῖν· ἐφ' ἑαυτῷ διαῤῥηγνύσθω. Ὥσπερ γὰρ ὁ τύπτων τὸν μὴ ἀλγοῦντα ἑαυτὸν τιμωρεῖται (οὔτε γὰρ τὸν ἐχθρὸν ἠμύνατο, καὶ τὸν θυμὸν οὐκ ἀν έπαυσεν)· οὕτως ὁ τὸν ἀλοιδόρητον ὀνειδίζων παρα μυθίαν εὑρεῖν τοῦ πάθους οὐ δύναται.

Τοὐναντίον μὲν οὖν, ὅπερ ἔφην, καὶ διαπρίεται. Εὐθὺς γὰρ ἐκ τῶν παρόντων οἷα ἑκάτερος ὑμῶν προσαγορεύεται; Ὁ μὲν λοίδορος, σὺ δὲ μεγαλόψυχος· ὁ μὲν ὀργίλος καὶ χαλεπὸς, σὺ δὲ μακρόθυμος καὶ πρᾶος· ὁ μὲν μεταγνώσεται ἐφ' οἷς ἐφθέγξατο, σὺ δὲ οὐδέποτε μεταμελήσῃ τῆς ἀρετῆς. Τί δεῖ τὰ πολλὰ λέγειν; Τῷ μὲν ἀπέκλεισε τὴν τῶν οὐρανῶν βασιλείαν ἡ λοιδορία· Λοίδοροι γὰρ 31.361 βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι· σοὶ δὲ ἡτοί μασε τὴν βασιλείαν ἡ σιωπή. Ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Ἀμυνόμενος δὲ καὶ εἰς ἴσον ἀντικαθιστάμενος τῷ λοιδόρῳ, τί καὶ ἀπολο γήσῃ; Ὅτι παρώξυνε κατάρξας; Καὶ ποίας τοῦτο συγγνώμης ἄξιον; Οὐδὲ γὰρ ὁ πόρνος, ἐπὶ τὴν ἑταί ραν τὴν αἰτίαν μετατιθεὶς ὡς πρὸς τὴν ἁμαρτίαν διερεθίσασαν, ἧττον τῆς κατακρίσεως ἀξιοῦται. Οὔτε στέφανοι χωρὶς ἀνταγωνιστῶν, οὔτε πτώματα χωρὶς ἀντιπάλων.

Ἄκουε τοῦ ∆αβὶδ λέγοντος· Ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου, οὐχὶ παρωξύνθην, οὐδὲ ἠμυνάμην, ἀλλ' Ἐκωφώθην καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν. Σὺ δὲ παρ οξύνῃ μὲν ὡς ἐπὶ φαύλῃ τῇ λοιδορίᾳ· μιμῇ δὲ πάλιν ὡς ἀγαθόν. Ἰδοὺ γὰρ ἔπαθες ἃ ἐγκαλεῖς. Ἢ τὸ μὲν ἀλλότριον κακὸν ἐπιμελῶς καταβλέπεις; τὸ δὲ σεαυ τοῦ αἰσχρὸν οὐδαμοῦ τιθεῖς; Πονηρὸν ἡ ὕβρις; φεῦγε τὴν μίμησιν. Οὐ γὰρ δὴ τὸ ἕτερον κατάρ ξαι ἱκανὸν εἰς παραίτησιν. ∆ικαιότερον μὲν οὖν, ὡς ἐμαυτὸν πείθω, καὶ ἐπιτεῖναι τὴν ἀγανάκτησιν, διότι ὁ μὲν οὐκ εἶχε τὸ σωφρονίζον ὑπόδειγμα· σὺ δὲ, βλέπων ἀσχημονοῦντα τὸν ὀργιζόμενον, οὐκ ἐφυ λάξω αὐτοῦ τὴν ὁμοίωσιν, ἀλλ' ἀγανακτεῖς καὶ χαλε παίνεις καὶ ἀντοργίζῃ· καὶ γίνεταί σου τὸ πάθος ἀπολογία τοῦ προλαβόντος. Αὐτοῖς γὰρ οἷς ποιεῖς, κἀκεῖνον αἰτίας ἀφίης, καὶ σεαυτὸν κατακρίνεις. Εἰ μὲν γὰρ πονηρὸν ὁ θυμὸς, τί οὐκ ἐξέκλινας