1

 2

 3

 4

 5

 6

3

αἰῶνι τρανότητος, ἢ ὅσον ἀπολιμπάνεται τοῦ πρόσωπον πρὸς πρόσωπον τὸ δι' ἐσόπτρου βλέπειν καὶ ἐν αἰνίγματι.

Συν ιστῶσι δὲ τοῦτο καὶ οἱ περὶ τὸν μακάριον Πέτρον καὶ Ἰωάννην μαθηταὶ τοῦ Κυρίου, τῇ κατὰ τὸν παρόντα βίον ἀεὶ πρὸς τὸ μεῖζον ἐπιδόσει καὶ προκοπῇ τὸ ὑπερ βάλλον τῆς ἐν τῷ μέλλοντι τηρουμένης αἰῶνι γνώσεως οὐκ ἔλαττον καὶ αὐτοὶ πιστούμενοι. Οἵτινες, μετὰ τὸ ἄξιοι φανῆναι τῆς παρὰ τοῦ Κυρίου ἐκλογῆς, τῆς σὺν αὐτῷ διαγωγῆς, τῆς παρ' αὐτοῦ ἀποστολῆς, τῆς τῶν πνευματικῶν χαρισμάτων διανομῆς, μετὰ τὸ ἀκοῦ σαι· Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βα σιλείας τῶν οὐρανῶν, μετὰ τὴν τοιαύτην γνῶ σιν, μετὰ τὴν ἀποκάλυψιν τῶν τοῖς λοιποῖς ἀποῤῥήτων, ὅμως ὕστερόν ποτε, περὶ αὐτὸ λοιπὸν τοῦ Κυρίου 31.684 τὸ πάθος, ἀκούουσιν· Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι. Ἐκ τούτων καὶ τῶν τοιούτων μανθάνομεν, ὅτι τοσοῦτον μὲν οἶδεν ἡ θεόπνευστος Γραφὴ τῆς ἐπι γνώσεως τὸ ἀπέραντον, τοσοῦτον δὲ τῆς ἀνθρωπίνης φύσεως τὸ τῶν θείων μυστηρίων ἐν τῷ παρόντι ἀν έφικτον, ἀεὶ μὲν κατὰ προκοπὴν ἑκάστῳ προσ τιθεμένου τοῦ πλείονος, ἀεὶ δὲ τοῦ πρὸς ἀξίαν ἀπο λιμπανομένου ἁπάντων, ἄχρις ἂν ἔλθῃ τὸ τέλειον, ὅτε τὸ ἐκ μέρους καταργηθήσεται· οὐκοῦν οὔτε ἑνὸς ὀνόματος ἀρκοῦντος πάσας ὁμοῦ δηλῶσαι τὰς τοῦ Θεοῦ δόξας, οὔτε ἑκάστου ἐξ ὁλοκλήρου ἀκινδύνως παραλαμβανομένου. Ἄν τε γὰρ εἴπῃ τις, Θεὸς, οὐκ ἐδήλωσε τὸ, Πατήρ· τῷ δὲ, Πατὴρ, λείπει τὸ, κτίστης.

Τούτοις δὲ πάλιν χρεία ἀγαθότητος, σοφίας, δυνά μεως, καὶ τῶν λοιπῶν τῶν φερομένων ἐν τῇ ἁγίᾳ Γραφῇ. Πάλιν δὲ τὸ, Πατὴρ, ὁλόκληρον κατὰ τὴν ἡμετέραν χρῆσιν, ἐὰν ἐκλάβωμεν ἐπὶ Θεοῦ, ἀσεβοῦ μεν· πάθος γὰρ καὶ ἀπόῤῥοιαν, καὶ ἄγνοιαν, καὶ ἀσθένειαν, καὶ ὅσα τοιαῦτα ἐπιφημίζει. Ὁμοίως δὲ καὶ τὸ, κτίστης. Ἐφ' ἡμῶν γὰρ χρεία χρόνου, ὕλης, σκευῶν, βοηθείας· ὧν ἁπάντων καθαρεύειν δεῖ τὴν εὐσεβῆ περὶ Θεοῦ δόξαν, ὡς δυνατὸν ἀνθρώπῳ. Τοῦ γὰρ πρὸς ἀξίαν, ὡς ἔφην, κἂν εἰ πᾶσαι μὲν διάνοιαι πρὸς τὴν ἔρευναν συναφθεῖεν, πᾶσαι δὲ γλῶσσαι πρὸς τὴν ἐπαγγελίαν συνδράμοιεν, οὐδέποτε ἄν τις ἐφ ίκοιτο. Ταύτην δὲ ἡμῖν τὴν ἔννοιαν σαφῶς παρίστησι καὶ ὁ σοφώτατος Σολομὼν λέγων· Εἶπα· Σοφισθή σομαι· καὶ αὕτη ἐμακρύνθη ἀπ' ἐμοῦ μακρὰν, ὑπὲρ ὃ ἦν· οὐ τῷ φεύγειν, ἀλλὰ τῷ ἐκείνοις μάλι στα φανεροῦσθαι αὐτῆς τὸ ἀκατάληπτον, οἷς Θεοῦ χάριτι περισσοτέρως προσγέγονεν ἡ γνῶσις. Ἡ μὲν οὖν θεόπνευστος Γραφὴ πλείοσιν ὀνόμασιν ἀναγκαίως χρῆται καὶ ῥήμασιν εἰς μερικήν τινα, καὶ ταύτην αἰνιγματώδη, τῆς θείας δόξης παράστασιν. Ἡμῖν δὲ πάντα μὲν τὰ πανταχοῦ ὑπὸ τῆς θεοπνεύστου Γραφῆς περί τε Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος εἰρη μένα τὸ παρὸν ἀναλέγειν οὔτε δύναμις, οὔτε σχολὴ, διὰ τὸ κατεπείγειν ὑμᾶς· ὀλίγα δὲ ἐκ πάντων παραθέμενοι, ἀρκεῖν ἡγούμεθα καὶ ταῦτα τῇ ὑμετέρᾳ συνειδήσει, πρός τε τὴν τοῦ ἡμετέρου ἐκ τῶν Γρα φῶν φρονήματος φανέρωσιν, καὶ τὴν ὑμῶν αὐτῶν καὶ τῶν βουλομένων ἐφ' ἡμῖν πληροφορίαν. Ὡς γὰρ τὰ πολλὰ μίαν ἡμῖν τὴν εὐσεβῆ ἔννοιαν ἐξαγγέλ λει, οὕτω καὶ ἐκ τῶν ὀλίγων ὁ εὐγνώμων, οἶμαι, τὸ ἐν πᾶσιν εὐσεβὲς ἐπιγινώσκει. 31.685 Πιστεύομεν τοίνυν καὶ ὁμολογοῦμεν ἕνα μόνον ἀληθινὸν καὶ ἀγαθὸν Θεὸν, καὶ Πατέρα παντο κράτορα, ἐξ οὗ τὰ πάντα· τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν καὶ Θεοῦ Ἰησοῦ Χριστοῦ. Καὶ ἕνα τὸν μονογενῆ αὐτοῦ Υἱὸν Κύριον καὶ Θεὸν ἡμῶν Ἰησοῦν Χριστὸν, μόνον ἀληθινὸν, δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα· καὶ ἐν ᾧ τὰ πάντα συνέστηκεν· ὃς ἐν ἀρχῇ ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν· καὶ μετὰ ταῦτα, κατὰ τὴν Γραφὴν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστρά φη· ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, καὶ διὰ τῆς ἐκ Παρθένου γεννήσεως μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, πάντα τὰ εἰς αὐτὸν καὶ περὶ αὐτοῦ γεγραμμένα ἐπλή