De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
καὶ πέμψαι καὶ εἰς ἀπάντησιν αὐτῶν, καὶ εἰσαγαγεῖν ἕκαστον εἰς τὸ ἴδιον μητάτον, προευτρεπίζονται δὲ καὶ στρώματα καὶ ἀναλώματα αὐτοῖς. καὶ καταλύουσιν ἐν τοῖς μητάτοις αὐτῶν, καὶ μετὰ μίαν ἢ δύο ἡμέρας ὁρῶσι τὸν μάγιστρον. ὁ δὲ δεχόμενος παρασκευάζει ἕκαστον αὐτῶν καθίσαι πρὸς τὰ ἀξιώματα αὐτῶν, καὶ διαλέγεται αὐτοῖς, ὅσα χρὴ, καὶ ἀπολύει αὐτούς. αἰτοῦσιν δὲ αὐτὸν ἐφ' ᾧ μηνυθῆναι τῷ βασιλεῖ, καὶ ὑπισχνεῖται ὁ μάγιστρος τοῦτο ποιεῖν καὶ μηνύειν αὐτούς. καὶ ὅτε κελεύσωσιν προελθεῖν, ἀπὸ ὀψὲ δίδοται μανδάτα σιλέντιον, καὶ τοὺς 394 πρέσβεις τοὺς ἀπὸ Ἰταλίας δέχεται· καὶ ἐὰν ἔπαρχος ἢ ἔπαρχοι εἶεν οἱ πρέσβεις, ὁ πρώξιμος τῶν ἀδμηνσιόνων ἀπέρχεται πρὸς αὐτοὺς, καὶ μεταστέλλεται αὐτούς. ἐὰν δὲ μάγιστρος εἴη, ὁ βοηθὸς τοῦ μαγίστρου ἀπέρχεται, καὶ φέρει αὐτὸν εἰς τὸ παλάτιν. ἐὰν δὲ κόμης λαργιτιόνων, ἢ ἄλλην ἔχων ἰλλουστρίαν ἀρχὴν, ἀδμισσιονάλιος ἀπέρχεται καὶ φέρει αὐτόν. οὔτε δὲ σιλεντιάριος ἀπαντᾷ τῷ ἐπάρχῳ τῶν πραιτωρίων ἢ τῷ τῆς πόλεως, οὔτε ἄλλο τί ποτε τῶν εἰωθότων ἐπὶ ταῖς ἐνταῦθα ἀρχαῖς γίνεται, ἀλλ' εἰσέρχονται πάντες οἱ πρεσβευταὶ εἰς τὴν σχολὴν τοῦ μαγίστρου, καὶ ἐκεῖ περιμένουσιν. καὶ ὅτε καιρὸς, ἀπέρχεται ἀδμισσιονάλιος καὶ ἀναφέρει αὐτοὺς, καὶ εἰσερχόμενοι προσαγορεύουσιν τοὺς κανδιδάτους κατὰ μίμησιν τῶν ἄλλων ἀρχόντων, καὶ δέχονται ἀπὸ τοῦ πραιποσίτου ἀσπαζόμενοι αὐτὸν ἐν τῇ ἰδίᾳ τάξει, καὶ εἰσέρχονται καὶ ἀλλάσσουσιν τὰ ἀτραβατικά. ἀρμάτοι δὲ ἐπὶ τοῦ βασιλέως οὐκ εἰσέρχονται διὰ τὸ μὴ εἶναι βαρβάρους τοὺς πρεσβευτάς. καὶ ἐπὰν καθίσῃ ὁ βασιλεὺς μεθὸ δεχθῶσιν οἱ ἄρχοντες, ὁ κόμης τῶν ἀδμισσιόνων λέγει "λεβὰ," κιτατίονος μὴ γινομένης ὡς ἐπὶ ἄλλων πρεσβεύων, καὶ εἰσέρ 395 χονται καὶ φιλοῦσιν τοὺς πόδας τοῦ βασιλέως, καὶ ἵστανται ἐν τῷ μέσῳ, καὶ λέγουσιν τὴν πρεσβείαν, καὶ ἐξέρχονται. ἔστιν δὲ ὅτε δοκεῖ τῷ βασιλεῖ καὶ παρασκευάζει καὶ λιβελλησίους παραστῆναι καὶ ἐκλαβεῖν τὴν πρεσβείαν, καὶ διαλαλεῖ ἃ βούλεται. ἐὰν δὲ βεβαιώσει τὴν βασιλείαν, καὶ ὁ ἔπαρχος τῶν πραιτωρίων καὶ ὁ ἔπαρχος τῆς πόλεως, λοιπὸν οὕτως δέχονται ὡς ἐνταῦθα ὄντες ἔπαρχοι, καὶ τὸ περσίκην αὐτοῖς ἀπαντᾷ, καὶ ὁ μάγιστρος μετὰ τὸν μάγιστρον τὸν ἐνταῦθα περιπατεῖ, καὶ ἁπλῶς ἡ τάξις ἐπὶ τῶν ἀξιωμάτων φυλάττεται. δεῖ δὲ εἰδέναι, ὅτι ἐπὶ τοῦ τῆς θείας λήξεως Λέοντος ἐπέμφθη Ἡλιοκράτης παρὰ Ῥωμαίων, τὰ λαυρεάτα Ἀνθεμίου τοῦ βασιλέως ἔχων καὶ γράμματα αὐτοῦ, καὶ ἐδέχθησαν οἱ πρέσβεις ἐν τῷ κονσιστωρίῳ, Ἡλιοκράτης καὶ ἡ εἰκὼν Ἀνθεμίου εἰσενέχθη, καὶ ἐδέξαντο αὐτὴν οἱ σιλεντιάριοι, καὶ ∆ιαφερέντιος, ἔπαρχος ὢν Κωνσταντινουπόλεως, εἶπεν ἐγκώμια εἰς ἀμφοτέρους τοὺς βασιλεῖς καὶ ∆ιοσκόριος, ἀπὸ ἐπάρχων πόλεως, καὶ διελάλησεν ὁ βασιλεὺς, ὥστε πεμφθῆναι τὰ λαυρεάτα εἰς πᾶσαν τὴν πολιτείαν, καὶ τὰς εἰκόνας κοινῇ ἀνατίθεσθαι ἀμφοτέροις τοῖς βασιλεῦσιν. ἔστιν δὲ ἡ διαλαλία οὕτως· "αὐτοκράτωρ Καῖσαρ εὐτυχὴς Λέων νικητὴς ἀεισέβαστος εἶπεν· τοῦ πρᾳ 396 οτάτου ἄρχοντος Ἀνθεμίου τὸν χαρακτῆρα ἐπὶ πολὺ ἐκδεξάμενοι νῦν ἀποδοθέντα, μεγάλην ἡμῖν εὐφροσύνην ἐνεποίησεν. διὰ τοῦτο θείᾳ νεύσει τὸν αὐτὸν χαρακτῆρα τιμίως πρὸς χαρμονὴν πάντων τῶν λαῶν ταῖς ἡμετέραις εἰκόσιν κοινωνεῖν προστάσσομεν, ὡς ἂν πᾶσαι αἱ πόλεις ἐν εὐφροσύνῃ διαγνώσονται κοινωνούσας ἑκατέρων μερῶν τὰς ἐξουσίας, τῇ τε αὐτοῦ ἡμερότητι ἡμᾶς συνηνῶσθαι." χρὴ δὲ εἰδέναι, ὅτι καὶ Λίβερ, ὁ πατρίκιος καὶ ἔπαρχος Γαλλιῶν, ἐπέμφθη ἐνταῦθα παρὰ Θευδᾶ τοῦ ῥηγὸς Γότθων καὶ τῆς συγκλήτου Ῥωμαίων, καὶ δεξάμενος αὐτὸν ὁ εὐσεβὴς βασιλεὺς ἡμῶν Ἰουστινιανὸς, ἐκέλευσεν αὐτὸν ὡς ἔπαρχον πραιτωρίων καὶ προϊέναι καὶ ἀναχωρεῖν, καὶ πάντα οὕτως ἐπὶ αὐτοῦ ἐπράττετο, ὡς ἐπὶ τῶν ἐπάρχων ἀνατολῆς.
ΚΕΦ. πηʹ. Ὅσα δεῖ παραφυλάττεσθαι, ὅτε μέλλει δέχεσθαι τοὺς αὐτοὺς
πρέσβεις, καὶ βεβαιοῖ τὴν βασιλείαν καὶ ἀπολύειν αὐτούς.
3
Πρὸ μιᾶς δίδοται μανδάτα σιλέντιον, καὶ τοὺς ἀπὸ Ἰταλίας πρέσβεις δέχεται. καὶ μετὰ τὸ καθίσαι αὐτὸν ἐν τῷ 397 κονσιστωρίῳ καὶ εἰσελθεῖν κατὰ τὸ ἔθος πάντας γίνεται αὐτοῖς ἴδιον βῆλον, καὶ εἰσέρχονται, καὶ αἰτοῦσιν πάλιν περὶ τῶν αὐτῶν, καὶ βεβαιοῖ ὁ βασιλεὺς ἢ ἐγγράφως ἢ ἀγράφως, ὑπισχνούμενος ἐπιστολὰς πέμπειν περὶ τούτου πρὸς αὐτόν. καὶ λοιπὸν, ὡς εἴρηται, ἐν τοῖς σιλεντίοις προέρχονται ὡς ἄρχοντες τοῦ βασιλέως, καὶ ἐὰν ὦσιν ἔπαρχοι ἢ ἔπαρχος,