σπέρματος ̔Αβραὰμ ἐπελάβετο, Θεὸς ων ὁ Λόγος, καὶ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρός· τί τοίνυν συκοφαντοῦσι τὴν ἀλήθειαν; τί παραιτοῦνται τὸν Υἱὸν τοῦ ειναι ο ἐστι, διὰ τὴν εἰς ἡμᾶς ἀγάπην;
X. ̓Αλλὰ γὰρ οἱ χριστομάχοι τὰ ἐκ πανουργίας εὑρήματα πανταχόθεν ἑαυτοῖς συλλέγοντες εἰς ἐπικουρίαν, καὶ αὐτὰς τὰς θείας συκοφαντοῦσι γραφάς· καὶ δὴ φασὶ τὸν μακάριον Παῦλον, ἀπόστολον καὶ ἀρχιερέα καλέσαι τὸν ̓Ιησοῦν· ἀποστολὴ δὲ, φασὶ, καὶ ἱερωσύνη λειτουργίας εἰσὶ τρόποι· καὶ γοῦν ἀπεστάλησαν μὲν οἱ μαθηταὶ, ἱεράτευσε δὲ ̓Ααρὼν καὶ οἱ υἱοὶ αὐτοῦ· καὶ ειπερ ἐν τούτοις ἐστί φασι τὸ τοῦ Υἱοῦ μέτρον, πῶς ὁμοούσιος ειναι δύναται τῷ Θεῷ καὶ Πατρί; ω πολλῆς δυστροπίας· ἀποπροσποιοῦνται τὸ εἰδέναι τὴν ἀλήθειαν, καὶ σκοπὸς αὐτοῖς μηδὲν ὑγιὲς φρονεῖν ηλέγειν· ὁμολογοῦντες γὰρ μεθ' ἡμῶν, οτι καίπερ ὑπάρχων ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, κεκένωκεν ἑαυτὸν ἑκὼν, οὐκ ἐπαινοῦσι τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, ἀκούοντες δὲ τοῦ ἀποστόλου λέγοντος " ̓Αρχιερέα καὶ ἀπόστολον ̓Ιησοῦν·" οὐκ εἰσδέχονται κατὰ νοῦν οτι467 γεγονὼς καθ' ἡμᾶς ὁ Μονογενὴς, ὠνόμασται τότε καὶ ̓Ιησοῦς διὰ τῆς τοῦ ἀγγέλου φωνῆς· τότε κεχρημάτικε καὶ ἀπόστολος καὶ ἀρχιερεύς. οὐκοῦν η ἀρνείσθωσαν ἐναργῶς οτι γέγονε σὰρξ ὁ Λόγος, τουτέστιν ανθρωπος, ἐμψυχωμένον τε καὶ εννουν σῶμα λαβὼν, καὶ τότε πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα περιαγέτωσαν εἰς τὸν οἰκεῖον σκοπόν· η εἰ φοβοῦνται τὸ ἀρνεῖσθαι τὸ μυστήριον, θαυμαζέτωσαν μεθ' ἡμῶν τὸν δι' ἡμᾶς ἐν τοῖς καθ' ἡμᾶς γεγονότα, μεμενηκότα δὲ καὶ ουτω Θεόν· τότε γὰρ τὸ τῆς κενώσεως πολυπραγμονοῦντες μέτρον, τὸν αὐτὸν εὑρήσουσι καὶ ἀπόστολον ἀνθρωπίνως, καὶ κηρυσσόμενον θεϊκῶς παρὰ τῶν ἀπεσταλμένων· τίνα γὰρ ἐκήρυττον τοῖς εθνεσιν οἱ μακάριοι μαθηταὶ, καὶ τοῦτο ὡς Θεὸν ἀληθινόν; αρ'οὐχὶ τὸν κύριον ἡμῶν ̓Ιησοῦν τὸν Χριστόν; οὐκ ἀπόστολον διὰ τὸ ἀνθρώπινον; οὐκ αὐτὸν οντα Θεὸν, οτι Λόγος ην τοῦ Πατρός; πῶς αὐτὸν ἀρχιερέα γεγονότα θεωρήσομεν; αρα κατὰ τὸν ̓Ααρών; αρα κατὰ τὸν Μωσέως νόμον, τοὺς ἐξ ἀγέλης ἀμνοὺς καταθύοντα τῷ Θεῷ; αρα τρυγόνας προσάγοντα καὶ περιστερὰς καὶ σεμίδαλιν ἐλαιοβραχῆ; καίτοι τῶν τοιούτων οὐδὲν πέπραχεν ὁ ̓Εμμανουήλ· ἱερατεύει γὰρ ὑπὲρ νόμον· αὐτὸς ην τὸ θῦμα, ὁ ἀμνὸς ὁ ἀληθινὸς, ὁ αὐτὸς ὁ αμωμός τε καὶ ακακος ἀρχιερεὺς, οὐχ ὑπὲρ ἰδίων πλημμελημάτων ἱερουργῶν, κρείσσων γὰρ ην ἁμαρτίας ὡς Θεὸς, ἀλλ' ινα λύσῃ τὴν ἁμαρτίαν τοῦ κόσμου· γέγονε τοίνυν αὐτὸς τῆς ἰδίας προσφορᾶς ἱερουργός· οὐ γὰρ εδει κοινὸν ανθρωπον τὴν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς θυσίαν προσενεγκεῖν. Αλλως δὲ τί φησιν ὁ μακάριος Παῦλος, δοκιμάσωμεν ἀκριβέστερον "Κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα "τῆς ὁμολογίας ἡμῶν, τουτέστι τὸ ῥῆμα τῆς πίστεως ο"κηρύσσομεν·" τί τοίνυν ἱερουργεῖ ἑαυτῷ καὶ τῷ Πατρί; 468 "Πιστεύομεν γὰρ εἰς ενα Θεὸν Πατέρα παντοκράτορα, πάν"των ὁρατῶν τε καὶ ἀοράτων ποιητὴν καὶ εἰς ενα κύριον " ̓Ιησοῦν Χριστὸν τὸν αὐτοῦ Υἱόν." οὐκοῦν οἱ λέγοντες οτι γέγονεν ἱερεὺς, διά τε τοῦτο σκανδαλιζόμενοι, διδασκέτωσαν ἡμᾶς ποῖος ἱερεὺς ἑαυτῷ ποιεῖται τὴν ἱερουργίαν, ἑαυτῷ προσφέρει τὴν θυσίαν; ποῖος ἱερεὺς ἐν ισῃ τάξει καὶ ἐν δόξῃ φαίνεται τῷ παρ' αὐτοῦ δεχομένῳ τὴν λειτουργίαν; ἀλλὰ καίτοι γεγονὼς ἀρχιερεὺς ὁ Υἱὸς διὰ τὸ ἀνθρώπινον, ἑαυτῷ προσκεκόμικε, καὶ δι' ἑαυτοῦ τῷ Πατρὶ τὴν ὁμολογίαν ἡμῶν, καὶ ἐν τοῖς τῆς θεότητος ὁρᾶται θρόνοις· καὶ πιστώσεται γράφων ὁ Παῦλος "Κεφάλαιον δὲ ἐπὶ τοῖς εἰρημένοις, "τοιοῦτον εχομεν ἀρχιερέα ος ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου "τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς, "καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς ην επηξεν ὁ Κύριος καὶ οὐκ "ανθρωπος." οὐκοῦν ἱερατεύει μὲν ἀνθρωπίνως οτι γέγονεν ανθρωπος, συνεδρεύει δὲ θεϊκῶς οτι μεμένηκε Λόγος.
XI. Θεὸν μέντοι ζῶντά φησι τὸν Χριστὸν, ου πάντη τε καὶ πάντως ἀφίστανται τῶν τῆς ἀληθείας δογμάτων ἀποπηδῶντές τινες· ἀλλὰ τί φησιν ὁ αὐτοῦ