1

 2

 3

 4

 5

3

τοῦ ἀθανάτου πώματος, ἀλλ' ὅμως διὰ τὸ ἐράσμιον καὶ ἀξιέπαινον τῆς τροφῆς καὶ τοῦ ποτοῦ ὁ χορτασθεὶς ἔτι πεινᾷ καὶ πινὼν ἔτι διψᾷ ὥστε καὶ ἀεὶ κορέννυσθαι καὶ πεινᾶν. Ποῖον οὐρανὸν σημαίνει ἐνταῦθα ἐκ τῶν τριῶν οὐρανῶν, τὸν ἀρχέγονον, τὸ στερέωμα, τὸν ἀέρα· ἐκ τούτων οὐδένα χρὴ νοεῖν, ἀλλὰ τὴν ὡσανεὶ περιωπὴν καὶ κατάστασιν τοῦ θεοῦ, ἥτις οὐχ ἑτέρα τῆς νοητῆς αὐτοῦ οὐσίας τυγχάνει. "ζωῆς" δὲ "ἄρτος" "ὁ καταβαίνων" ὁ τοῦ θεοῦ θρεπτικὸς λόγος ἐστίν, ὃν ἐσθίει ὁ πρὸς αὐτὸν ἐρχόμενος τῷ τὴν ἀρετὴν ἐνεργεῖν. ἢ καὶ οἱ κατὰ μέθεξιν τῆς αὐτοῦ διδασκαλίας πρακτικὴν ἀρετὴν μετιόντες ἐσθίειν λέγονται, κατὰ δὲ τὴν διανοητικὴν ἐξέτασιν τοῦ κεκρυμμένου τῆς γραφῆς πίνειν λέγονται καθώς φησιν ὁ Χριστός· "μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην" οἱ καὶ πρᾶξιν καὶ νόησιν ταύτης μετιόντες.

12 Jo 8, 51-52 Τοῦ σωτῆρος εἰρηκότος μὴ θεωρήσειν θάνατον τὸν τηροῦντα

τὸν λόγον οἱ παρόντες Ἰουδαῖοι σφαλέντες τὸ θεωρῆσαι θάνατον ταὐτὸν εἶναι τῷ γεύσασθαι αὐτοῦ ὑπέλαβον· δοκεῖ γὰρ αὐτοῖς ὅJoν ἐπὶ ταῖς αὐτῶν λέξεσιν ἐκεῖνον μὴ γεύσασθαι θανάτου τὸν πεῖραν τοῦ κοσμικοῦ μὴ λαβόντα θανάτου· τοῦτο δὲ δοκεῖ ἀνατρέπειν τὴν κυριακὴν ἐπαγγελίαν, τεθνηκότων καὶ τῶν τηρησάντων αὐτοῦ τὸν λόγον, γέγονε δὲ αὐτοῖς ἀπάτη τὸ θέλημα πανούργως Joφίσασθαι ἐξ ὁμωνυμίας· ὁ γὰρ τηρῶν τὸν Ἰησοῦ λόγον τὸν ἑπόμενον τῇ ἁμαρτίᾳ θάνατον οὐ μὴ θεωρήσει, εἰ καὶ γεύσεται τοῦ κοινοῦ καὶ σωματικοῦ θανάτου. ἐπεὶ δὲ καὶ ἀπροσδιορίστως εἶπον οἱ προφῆται ἀπέθανον μὴ προσθέντες τὸ πάντες, οὐ μάχεται τὸ μὴ τεθνάναι Ἐνὼχ καὶ Ἠλίαν. 13 Jo 8, 56 Ζητητέον τίνα λέγει ἡμέραν-τὴν νοητὴν τοῦ κυρίου ἡμέραν.

14 Jo 9, 37 Πεφώτισται "τοὺς ὀφθαλμοὺς τῆς καρδίας" ἐλλαμπόμενος ὑπὸ

τοῦ φωτὸς τοῦ ἀληθινοῦ. ὁ ἀπ' ἐναντίας ἔχων τούτῳ τυφλωθεὶς ὑφ' ἧς ἔχει ἀγνοίας δοκεῖ μὴ ἔχειν ἁμαρτίαν τῷ μὴ ἑκουσίως πράττειν ἁδρὰ ἡμαρτηκώς. αὐτὸ δὲ τὸ ἀγνοεῖν κατ' ἄλλον τρόπον ἁμάρτημά ἐστιν· ἐνῆν γὰρ λογικὸν ὄντα ἐπιστήμην ἀγαθοῦ καὶ κακοῦ ἔχειν. ἀμελήσεως οὖν τούτου ὑπὲρ αὐτῆς τῆς ἀγνοίας ἐγκαλεῖται. εἰς τοῦτο λήψῃ τὸ "ὁ δοῦλος ὁ μὴ γνοὺς τὸ θέλημα τοῦ κυρίου δαρήσεται ὀλίγας". 15 Jo 10, 9 Θύρα ὁ τοῦ θεοῦ λόγος τυγχάνει τοῖς πρὸς θεὸν εἰσερχομένοις κατὰ τὸ "εἰσέλθετε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει"· πρὸς τούτοις ἔσω ἀνθρώπου τοῦ νοὸς ὄντος, ἔξω δὲ ἀνθρώπου τοῦ σωματικωτέρου ὁ ἐπιμέλειαν ποιούμενος τοῦ ἔσω ἀνθρώπου εἰσέρχεται διὰ τοῦ λόγου ὄντος θύρας, ὡσαύτως ὁ νεκρῶν "τὰ μέλη τὰ ἐπὶ τῆς γῆς" καὶ "τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι" περιφέρων τῷ ἑαυτοῦ ἐξέρχεται "διὰ τῆς θύρας" φιλοτιμούμενος μηδὲ ἐνδημοῦντι εὐάρεστος αὐτῷ εἶναι.

16 Jo 10,29 ∆ίδωσιν ὁ πατὴρ τῷ υἱῷ τοὺς κατὰ τὸ ἀγαθὸν πεποιωμένους ὡς

ἀνυπερβλήτῳ ποιότητι· "πᾶν" γὰρ "ὃ δίδωσίν μοι ὁ πατὴρ πρὸς ἐμὲ ἥξει", καὶ "ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός"· ὡς γὰρ ἄγει πρὸς τὸν πατέρα ὁ υἱὸς καὶ παραδίδωσι αὐτῷ τοὺς οἷς ἅπτει ἑαυτὸν εἰς κατανόησιν παρασχὼν κατὰ τὸ ὁ "ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα", οὕτω δίδωσιν ὁ πατὴρ τῷ υἱῷ τούτους, οἷς γνωρίζει αὐτόν, καθάπερ τὸν Πέτρον· οὐ γὰρ "σὰρξ καὶ αἷμα, ἀλλ' ὁ πατὴρ ἀπεκάλυψεν" τὸν υἱόν. πάντες οἱ οὕτως ἐκ πατρὸς γνόντες τὸν υἱὸν ἐπιτυγχάνουσιν τῶν δοθέντων τῷ υἱῷ δι' ὑπερβάλλουσαν τελειότητα τούτων οὕτως ἐχόντων. πῶς Ἰούδας; εἷς ὢν καὶ αὐτὸς τῶν δοθέντων ὑπὸ τοῦ πατρὸς τῷ υἱῷ κατὰ τὸ οὓς "δέδωκάς μοι" ἐτήρησα καὶ "οὐδεὶς ἀπώλετο ἐξ αὐτῶν εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας" μετέπεσεν ἐκ τοῦ τηλικούτου μεγέθους ὡς "υἱὸς ἀπωλείας" χρηματίσαι· οὐ γὰρ ἔτι