1

 2

 3

 4

 5

4

χώραν εἶχεν ἐκ κατασκευῆς κακὸν εἶναι τὸν Ἰούδαν ὡς οἴονται οἱ ἑτερόδοξοι τοσαύτης μεταβολῆς περὶ αὐτὸν εὑρισκομένης.

17 Jo 14,28 Τὸ μείζων ἐνταῦθα πῶς ἐξείληφεν; ἆρα ὡς ἐπὶ μεγέθους

σωμάτων; ἢ ὡς μείζων ἐν χρόνῳ; ἢ ὡς ἐν ἀρετῇ πλείονι κεκοσμημένος; ἀλλὰ ταῦτα πάντα ἐντὸς ποσότητός ἐστι καὶ τῶν ἐνδεχομένων καὶ μεμετρημένων. οὐδὲν δὲ ἐνδεχόμενον καὶ μεμετρημένον ἐν τῷ θεῷ. οὐκ ἄρα τὸ μεῖζον καὶ ἔλαττον ἐπὶ τοῦ θεοῦ λόγου ἢ ἐπὶ τοῦ πατρὸς εἴρηται· θεὸς γὰρ μετρεῖσθαι ἢ διαγράφεσθαι οὐ πέφυκεν. εἰ δὲ φήσεις μείζονα εἶναι τὸν πατέρα, ὅτιπερ ἀγέννητος, ὁ δὲ υἱὸς γεννητός, ἐροῦμεν, ὅτι τῶν οὐσιῶν οἱ τρόποι, οὐ τῶν ὑπάρξεων. καὶ μάλιστα ἐπὶ τῶν ἀποίων καὶ ἀσωμάτων οὐκ ἐλαττοῦσι τὴν ἀξίαν τῶν ὁμοουσίων τὸ ἔλαττον ἢ τὸ μεῖζον τῷδε ἢ τῷδε παρέχοντες· οὐ γὰρ πέφυκε τὸ ὂν οὐσίᾳ καὶ γνώσει ἁπλοῦν μέτρῳ ἢ ποσότητι μεγέθους συγκρίνεσθαι. διὰ τί οὖν ἐρρήθη; ὁ σωτὴρ ἑνὶ λόγῳ διττὸν ἀπετείνατο διδασκαλίας τρόπον· διπλῆ γὰρ ἡ τοῦ εἰρημένου ῥήματος ἔννοια. οἷον διὰ τοῦ "ὁ πέμψας με" καὶ ὑπάγω τὸ ἐν τόποις περιεχόμενον ᾐνίξατο σῶμα περιγραπτὸν ὂν καὶ οὐ τὴν τὰ πάντα περιέχουσαν αὐτοῦ ἀπερίγραπτον θεότητα. διὰ δὲ τοῦ συγκριτικοῦ ῥήματος τοῦ λέγειν μείζων ἑαυτοῦ τὴν θεότητα ἐμφαίνει συγκρινομένην τῷ πατρί, ὅτιπερ ὁμο ούσιός ἐστιν, τῇ δὲ προσλήψει τοῦ σώματος, τοῦ πατρὸς ἐπινοουμένην ἥττω κατὰ τὸ γενέσθαι αὐτὸν ἄνθρωπον. καὶ μὴ θαυμάσῃς, εἰ τοῦ πατρὸς ἥττων εἶναι λέγει ὁ σωτὴρ ἄνθρωπος γενόμενος, ὁπότε καὶ τῶν ἀγγέλων βραχύτερος εἴρηται κατὰ τόδε· "βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ" πάθος "τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον". ἐρρέθη δὲ καὶ τῶν ἑαυτοῦ μαθητῶν ἥττων· "ἐγὼ δέ", φησίν, "εἰμὶ ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν" καὶ ὡς ὁ μικρότερος. τὰ οὖν συγκρινόμενα ὁμοούσια, τὰ δὲ ἁπλᾶ καὶ γνώσει καὶ οὐσίᾳ οὐκ ἐπιδέχεται τὸ μεῖζον καὶ τὸ ἔλαττον. εἰ δὲ ἐπὶ τῆς θεότητος τοῦ υἱοῦ ἄνευ τοῦ εἰληφέναι σάρκα βούλει ἐκλαβεῖν τὸ "ὁ πέμψας με" πατὴρ μείζων μού ἐστιν, ἐν τόποις αὐτὸν δώσεις περιεχόμενον καὶ συγκλειόμενον, πεμπόμενον δὲ ὅπου οὐκ ἦν, καὶ μεταίροντα ὅθεν ἐστίν· ὅπερ ἄτοπον.

18 Jo 17,1 Ἐδόξασε μὲν ὁ πατὴρ τὸν ἴδιον υἱὸν ὑποθεὶς τὴν ὑφ' ἡλίῳ τοῖς

σκήπτροις αὐτοῦ, ἀντεδοξάσθη δὲ καὶ αὐτὸς διὰ τούτου· ὁ μὲν γὰρ υἱὸς ἐδοξάσθη παρὰ τοῦ πατρὸς πιστευθεὶς παρὰ πάντων, ὅτι γέννημα καὶ καρπός ἐστιν τοῦ πάντα ἰσχύοντος. ἀντεδοξάσθη δὲ ὥσπερ παρὰ τοῦ ἰδίου γεννήματος ὁ πατήρ· ἐπειδὴ γὰρ πάντα ἰσχῦον ἐπιτελεῖν εὐκόλως ἐγνώσθη τὸ γέννημα, διέβη τῆς εὐκλείας ἡ χάρις εἰς τὸν τεκόντα αὐτό. ὥσπερ οὖν, φησίν, ἐδόξασας καὶ ἐδοξάσθης δοὺς αὐτῷ τὴν κατὰ πάντων ἐξουσίαν καὶ κυριότητα κατὰ τὸν εἰρημένον δηλονότι τρόπον, οὕτω θέλω, ἵνα μηδὲν τῶν δοθέντων ἀπόληται· δόξα γὰρ καὶ αὐτὴ εἰς ἡμᾶς διαβαίνει· ἔδει γὰρ, ἔδει τὸ ὑπεξούσιον ὅλως καὶ ὑπὸ χεῖρα γεγενημένον τοῦ πάντα ἰσχύοντος θεοῦ λόγου διασεσῳσμένον ἅπαξ καὶ ἐν ἀτελευτήτοις μεῖναι τοῖς ἀγαθοῖς ὡς μηκέτι μὲν τυραννεῖσθαι θανάτῳ μηδὲ φθορᾷ κρατεῖσθαι ἢ ἁμαρτίαις καὶ τοῖς ἀρχαίοις ὑποκεῖσθαι κακοῖς. 19 Jo 17,1-3 Τοῦτ' ἔστιν ὃ λέγει· ἀποκάλυψόν με τοῖς ἀγνοοῦσιν, φανέρωσόν μου τὴν δόξαν, ἣν ἔχω παρά Joι ὁ θεὸς ὁ λόγος τυγχάνων· "οὐδεὶς" γὰρ "δύναται", φησίν, "ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ πέμψας με πατὴρ ἑλκύσῃ αὐτόν". ὡσαύτως δ' ἐστὶν ἀκοῦσαι καὶ τὸν υἱὸν δοξάζοντα τὸν πατέρα κατὰ τὸ ἀποκαλύπτειν αὐτὸν τοῖς οὐκ εἰδόσι θεόν. κατὰ τοῦτον τὸν τρόπον καὶ τὸ πνεῦμα τὸ ἅγιον λέγεται δοξάζειν τὸν υἱὸν ἐν τῷ ἀποκαλύπτειν αὐτὸν τοῖς ἀγνοοῦσιν. εἰ δὲ καὶ ἐνταῦθα-περὶ αὐτοῦ φαντάζεσθαι τέως. αὕτη δέ ἐστιν ἡ αἰώνιος-θεοῦ υἱὸν ἐκβαλοῦσιν. τοῦτο δὲ εἰδέναι χρή, ὅτι τὸ αἴτιον ἀντὶ τοῦ αἰτιατοῦ φησιν· τὸ γὰρ εἰδέναι τὸν ἀληθινὸν