EΠIΣΤOΛAI ∆IAΦOΡOI

 δὲ τὸν Ἰησοῦν οὐκ ἀνθρωπικῶς ἀφορίζομεν· οὐδὲ γὰρ ἄνθρωπος μόνον -οὐδὲ ὑπερούσιος, εἰ ἄνθρωπος μόνον-, ἀλλ' ἄνθρωπος ἀληθῶς ὁ διαφερόντως φιλάνθρωπος,

 Ἐγὼ μὲν οὐκ οἶδα πρὸς Ἕλληνας ἢ πρὸς ἑτέρους εἰπών, ἀρκεῖν οἰόμενος ἀγαθοῖς ἀνδράσιν, εἰ τὸ ἀληθὲς αὐτὸ ἐφ' ἑαυτοῦ δυνήσοιντο καὶ γνῶναι καὶ εἰπεῖν, ᾗ

 βευθέντα. Φ»σει δὲ πάντως Ἀπολλοφάνης οὐκ εἶναι ταῦτα ἀληθῆ. Μάλιστα μὲν οὖν τοῦτο ταῖς Περσῶν ἱερατικαῖς ἐμφέρεται φήμαις, καὶ εἰσέτι μάγοι τὰ μνημόσ

 «ἄνδρα κατὰ τὴν καρδίαν μου». Καίτοι καὶ θεσμὸς ἀγαθὸς ἐδεδώρητο καὶ ὑποζυγίων ἐχθροῦ προνοεῖν. Καὶ Ἰὼβ ὡς ἀκακίας ἐχόμενος ἐδικαιοῦτο, καὶ Ἰωσὴφ τοὺς

 γὰρ «ἐφ' ἑαυτὸν» ὁ θεὸς «ἐμερίσθη· πῶς» γὰρ «σταθήσεται ἡ βασιλεία αὐτοῦ » Καὶ εἰ «τοῦ θεοῦ ἐστιν», ὡς τὰ λόγιά φησιν, «ἡ κρίσις», οἱ δὲ ἱερεῖς ἄγγελο

 καὶ βαθύτερα ἐννοεῖν, διανοεῖσθαι δὲ μόνα τὰ κατ' ἀξίαν αὐτῷ προστε ταγμένα. Τί οὖν, φῄς, οὐ χρὴ τοὺς ἱερέας ἀσεβοῦντας ἢ ἄλλο τι τῶν ἀτόπων ἐξελεγχομ

 Aὐτὸς μὲν οὖν ἐπιθυμίᾳ καὶ θυμῷ καὶ λόγῳ τὰ κατ' ἀξίαν ἀφόριζε, σοὶ δὲ οἱ θεῖοι λειτουργοὶ καὶ τούτοις οἱ ἱερεῖς, ἱεράρχαι δὲ τοῖς ἱερεῦσι καὶ τοῖς ἱε

 -τοῦτο δὴ τὸ πολλῆς φρίκης ἄξιον-, ὃν ὁ Χριστός, ἀγαθὸς ὤν, ἐπὶ τὰ ὄρη πλανώμενον ἐπιζητεῖ καὶ ἀποφεύγοντα προσκαλεῖται καὶ εὑρεθέντα μόλις ἐπὶ τῶν ὤμ

 ἑστηκέναι τοῦ χάσματος ὑποτρόμους, ἐλεεινούς, ὅσον οὔπω καταφερο μένους ὑπὸ τῆς τῶν οἰκείων ποδῶν ἀστασίας. Κάτωθεν δὲ ἀπὸ τοῦ χάσματος ὄφεις ἀνέρπειν

 διαπλαττούσης καὶ δένδρα τινὰ καὶ βλαστοὺς καὶ ἄνθη καὶ ·ίζας προ βαλλομένης ἢ πηγὰς ὑδάτων ἀναβλυζούσας ἢ ἀπαυγασμάτων προαγω γικὰς φωτογονίας ἢ ἄλλα

 τῶν τυπωτικῶν συμβόλων ἀναπλασμοῖς, ὡς συγγενῆ τὰ τοιαῦτα πέφυκε παραπετάσματα καὶ δηλοῦσιν, ὅσοι καὶ προκαλυμμάτων ἐκτὸς θεολογίας σαφοῦς ἀκηκοότες ἐ

 καὶ ἐν αὐτῷ καὶ τὰς στερεὰς τροφὰς καὶ τὰ πόματα καὶ τὸν κρατῆρα προτιθεμένη, ὡς εἶναι τοῖς τὰ θεῖα θεοπρεπῶς συμβάλλουσι δῆλον, ὅτι καὶ πρόνοια παντε

 ἀγαθῶν ἀποπεπλησμένα. Καὶ τὴν ἀνάκλισιν ἀνάπαυλαν οἰόμεθα τῶν πολλῶν πόνων καὶ ζωὴν ἀπήμονα καὶ πολιτείαν ἔνθεον ἐν φωτὶ καὶ χώρᾳ ζώντων, ἁπάσης εὐπαθ

 ἐφελκύσασθαι καὶ μεταλαβεῖν τοῦ φωτός. Ἡμᾶς δὲ οὐδὲ τοὐναντίον ἀποστερήσει τῆς Ἰωάννου παμφαοῦς ἀκτῖνος, νῦν μὲν ἐντευξομένους τῇ μνήμῃ καὶ ἀνανεώσει

Ἐγὼ μὲν οὐκ οἶδα πρὸς Ἕλληνας ἢ πρὸς ἑτέρους εἰπών, ἀρκεῖν οἰόμενος ἀγαθοῖς ἀνδράσιν, εἰ τὸ ἀληθὲς αὐτὸ ἐφ' ἑαυτοῦ δυνήσοιντο καὶ γνῶναι καὶ εἰπεῖν, ᾗ ὄντως ἔχει. Τούτου γάρ, ὅ τί ποτέ ἐστι, κατὰ νόμον ἀληθείας ὀρθῶς ἀποδεικνυμένου καὶ ἀκραιφνοῦς ἑστηκότος πᾶν τὸ ἑτέρως ἔχον καὶ τὴν ἀλήθειαν προσποιούμενον ἐξελεγχθήσεται καὶ ἕτερον ὂν τοῦ ὄντως ὄντος καὶ ἀνόμοιον καὶ δοκοῦν ἐκεῖνο μᾶλλον ἢ ὄν. Περιττὸν οὖν ἐστι τὸν ἀληθείας ἐκφάντορα πρὸς τούτους ἢ ἐκείνους διαμάχεσθαι. Λέγει γὰρ ἕκαστος αὐτὸς ἔχειν τὸ νόμισμα τὸ βασιλικόν-καὶ ἴσως γε ἔχει τι μορίου τινὸς τοῦ ἀληθοῦς ἀπατηλὸν εἴδωλον. Καὶ εἰ τοῦτον ἐλέγξεις, ὁ ἕτερος καὶ αὖθις ὁ ἄλλος περὶ τοῦ αὐτοῦ φιλονεικήσει. Τοῦ δ' ἀληθοῦς αὐτοῦ τεθέντος ὀρθῶς λόγου καὶ πρὸς τῶν ἄλλων πάντων ἀνεξελέγκτου μείναντος πᾶν τὸ μὴ οὕτω κατὰ πάντα ἔχον αὐτὸ ἐφ' ἑαυτοῦ τῇ ἀηττήτῳ στάσει τοῦ ὄντως ὄντος ἀληθοῦς καταβάλλεται. Τοῦτο μὲν οὖν, ὡς οἶμαι, καλῶς ἐγνωκὼς οὐκ ἔσπευσα πρὸς Ἕλληνας ἢ πρὸς ἑτέρους εἰπεῖν, ἀλλ' ἱκανόν μοι-καὶ τοῦτο θεὸς δοίη! -περὶ ἀληθείας εἰδέναι πρῶτον, ἔπειτα εἰδότα, ὡς χρή, λέγειν. Σὺ δὲ φῂς λοιδορεῖσθαί μοι τὸν σοφιστὴν Ἀπολλοφάνη καὶ πα τραλοίαν ἀποκαλεῖν, ὡς τοῖς Ἑλλήνων ἐπὶ τοὺς Ἕλληνας οὐχ ὁσίως χρωμένῳ. Καίτοι πρὸς αὐτὸν ἡμᾶς ἦν ἀληθέστερον εἰπεῖν, ὡς Ἕλληνες τοῖς θείοις οὐχ ὁσίως ἐπὶ τὰ θεῖα χρῶνται διὰ τῆς σοφίας τοῦ θεοῦ τὸ θεῖον ἐκβάλλειν πειρώμενοι σέβας. Καὶ οὐ τὴν τῶν πολλῶν ἔγωγέ φημι δόξαν τοῖς τῶν ποιητῶν προσύλως καὶ ἐμπαθῶς ἐναπομενόντων καὶ «τῇ κτίσει παρὰ τὸν κτίσαντα» λατρευόντων, ἀλλὰ καὶ αὐτὸς Ἀπολλοφάνης οὐχ ὁσίως τοῖς θείοις ἐπὶ τὰ θεῖα χρῆται· τῇ γὰρ τῶν ὄντων γνώσει, καλῶς λεγομένῃ πρὸς αὐτοῦ φιλοσοφίᾳ καὶ πρὸς τοῦ θείου Παύλου σοφίᾳ θεοῦ κεκλημένῃ, πρὸς τὸν αἴτιον καὶ αὐτῶν τῶν ὄντων καὶ τῆς γνώσεως αὐτῶν ἐχρῆν ἀνάγεσθαι τοὺς ἀληθεῖς φιλοσόφους. Καὶ ἵνα μὴ τὴν ἄλλων ἢ τὴν αὐτοῦ παρὰ τὸ δοκοῦν ἐξελέγχοιμι δόξαν, ἔδει συνιδεῖν Ἀπολλοφάνη, σοφὸν ὄντα, μὴ ἂν ἄλλως ποτὲ δυνηθῆναι τῆς οὐρανίας τι παρατραπῆναι τάξεως καὶ κινήσεως, εἰ μὴ τὸν τοῦ εἶναι αὐτὴν καὶ συνοχέα καὶ αἴτιον ἔσχεν εἰς τοῦτο κινοῦντα, τὸν ποιοῦντα πάντα καὶ μετασκευάζοντα κατὰ τὸν ἱερὸν λόγον. Πῶς οὖν οὐ σέβει τὸν ἐγνωσμένον ἡμῖν κἀκ τούτου καὶ ὄντως ὄντα τῶν ὅλων θεὸν ἀγάμενος αὐτὸν τῆς παναιτίου καὶ ὑπεραῤῥήτου δυνάμεως; Ὅταν ἥλιος ὑπ' αὐτοῦ καὶ σελήνη κατὰ δύναμιν καὶ στάσιν ὑπερφυεστάτην ἅμα τῷ παντὶ πρὸς τὸ πάντη ἀκίνητον ὁρίζωνται καὶ εἰς μέτρον ἡμέρας ὅλης ἐπὶ τῶν αὐτῶν ἑστᾶσι τὰ πάντα σημείων· ἤ, τὸ τούτου γε πλεῖον, εἴπερ τῶν ὅλων καὶ τῶν κρειττόνων καὶ περιεχόντων, οὕτω φερομένων, οὐ συμπεριήγετο τὰ περιεχόμενα· καὶ ὅταν ἄλλη τις ἡμέρα κατὰ συνέχειαν σχεδὸν τριπλα σιάζηται καὶ ἐν εἴκοσι ταῖς πάσαις ὥραις ἢ τὸ πᾶν τοσούτου χρόνου φορὰς ἐναντίας ἀναποδίζῃ καὶ ἐπαναστρέφῃ ταῖς οὕτως ἄγαν ὑπερφυε στάταις ἀντιπεριαγωγαῖς ἢ ὁ ἥλιος ἰδίῳ δρόμῳ τὴν πεντάτροπον αὐτοῦ κίνησιν ἐν ὥραις δέκα συνελών, ἀναλυτικῶς αὖθις ὅλην αὐτὴν ἐν ταῖς ἑτέραις δέκα καινήν τινα τρίβων ὁδὸν ἀναποδίζῃ. Τοῦτο δὴ τὸ καὶ Βαβυλωνίους εἰκότως ἐκπλῆξαν καὶ μάχης ἐκτὸς τῷ Ἐζεκίᾳ καθυποτάξαν, ὡς ἂν ἰσοθέῳ τινὶ καὶ ὑπερέχοντι τοὺς ἀνθρώπους. Καὶ οὐ δήπου φημὶ τὰς ἐν Aἰγύπτῳ μεγαλουργίας ἢ ἄλλας τινὰς ἀλλαχοῦ θεοσημείας γε γενημένας, ἀλλὰ τὰ κοινὰ καὶ οὐράνια καὶ ἐν τῷ παντὶ καὶ πᾶσι θριαμ