1

 2

 3

 4

 5

3

Αὕτη τοῦ Πάσχα ἡμῶν ἡ πρότυπος· αὕτη τῶν νομικῶν πραγμάτων ἡ σκιώδης διάβασις. Οὕτω τὰ τῆς ἑορτῆς νόησον· οὕτω τὰ τοῦ Μωσέως καὶ τῶν προφητῶν περὶ τῆς ἡμέρας σκόπησον, ἵνα πεισθῇς τῇ ἀναστάσει. Ἀπιστίας γὰρ πάντες τὸ κάλυμμα περίκεινται. Ἔχει πολλοὺς τοὺς τύπους, καὶ ἀπεριγράπτους τῆς ἐκ νεκρῶν ἀναστάσεως, καὶ ἀναβιώσεως. Ταύτης μάρτυρ ἀξιόπιστος Ἰσαὰκ ἡ σφαγή· ταύτης τύπος ὁ λάκκος τοῦ Ἰωσὴφ, ἐν ᾧ ὑπὸ τῶν ἀδελφῶν ἐνεβλήθη, ἔνθεν ἀνῆλθεν ἀθάνατος· ταύτης τύπος Ἱερεμίου ὁ λάκκος, ὅθεν ἅπαξ ἐκ τῆς φθορᾶς, καὶ τοῦ βορβόρου ἀνῆλθε. Χριστοῦ τῆς ἀναστάσεως τύπος τοῦ Ἰωνᾶ τὸ κῆτος, ἐξ οὗ προῆλθε τριήμερος. Ἔχεις καὶ ἄλλον τοῦ ἐν ᾅδου δεσμωτηρίου τύπον τὸ τοῦ Ἰωσὴφ δεσμωτήριον, ἔνθα αὐτὸν ἡ μοιχαλὶς συναγωγὴ κατέκλεισεν, ἐξ οὗ προῆλθεν ἀβλαβὴς καὶ τριετὴς, ὡς Χριστὸς τριήμερος ἐκ νεκρῶν. 43.472 Μεθ' ὧν καὶ ∆ανιὴλ τὸν τῶν λεόντων λάκκον προτυποῖ τὸν τοῦ Σωτῆρος τάφον, ἐξ οὗ ζῶν Ἰησοῦς ἀνῆλθεν, ὡς ἐκ λεόντων ῥυσθεὶς τοῦ ᾅδου, καὶ τοῦ θανάτου. ∆ιὰ τούτων Ἰουδαίους ἔλεγξον· διὰ τούτων αὐτοὺς ἐπιτίμησον· οὕτως ὑπὲρ τοῦ Χριστοῦ πάθου, καὶ ἀναστάσεως ἀπολόγησαι. Ταῦτά σοι πρὸς συμμαχίαν σήμερον τὰ ὅπλα ὁ λόγος χαρίζεται· ταῦτά σε ἡ ἑορτὴ ἐπιδιδάσκει μυστήρια. Εἶτα τί καὶ μετὰ ταῦτα; Ἡμεῖς μόνοι ἑορτάζομεν, ἢ καὶ τοῦ πλησίον μεριμνήσομεν; Ἡμεῖς πανηγυρίσωμεν, ἢ καὶ περὶ ἄλλων ἡμῖν ὁ λόγος; Ἀναγκαίως τῆς ἡμῶν ἑορτῆς θεάρεστος ὁμοῦ καὶ εὐπρόσδεκτος γενέσθω τις κοινὸς τῆς Ἐκκλησίας στεναγμὸς πρὸς τὸν Θεὸν, καὶ ὑπὲρ τῶν ἐνάγκαις ἡμῶν ἀδελφῶν μνημονεύσωμεν, τῶν ἐν ἐρήμοις ἐνάγκαις ἐξεταζομένων ἰδίων ἡμῶν. Γενώμεθα ὡς συνδεδεμένοι τοῖς δεδεμένοις· γενώμεθα ὡς συμπάσχοντες τοῖς τὴν ἀνάγκην πάσχουσιν· ὅτι ἐὰν ἓν μέλος πάσχοι, συμπάσχει πάντα τὰ μέλη. Συμπαθήσωμεν τοίνυν τοῖς ἡμῶν ἀδελφοῖς, τοῖς ἡμῶν μέλεσιν· οἱ μὲν διὰ χρημάτων, οἱ δὲ διὰ ῥημάτων, καὶ ἄλλοι δι' εὐποιίας, πάντες δὲ διὰ τῆς πρὸς Θεὸν ὑπὲρ αὐτῶν ἱκεσίας. Κοινὴ πάντων, παρακαλῶ, σήμερον γενέσθω πρὸς Θεὸν πρεσβεία, ὅτι κοινὴ ἡμῶν καὶ ἡ αἰχμαλωσία. Κοινὴ, παρακαλῶ, γενέσθω ἡ δέησις, ὅτι κοινὴ ὑπάρχει ἡ παίδευσις. Ἀκούσωμεν τοῦ λέγοντος, ὅτι Εὔξασθε ὑπὲρ ἀλλήλων ὅπως ἐσθῆτε. Ἀκούσωμεν Χριστοῦ λέγοντος, ὅτι Ἐὰν δύο ἢ τρεῖς συμφωνήσουσιν εἰς εὐχὴν, περὶ παντὸς αἰτήματος οὗ αἰτήσονται, γενήσεται αὐτοῖς. Μέγα, ἀδελφοὶ, ὅπλον εὐχὴ Ἐκκλησίας· μέγα τεῖχος, ἀδελφοὶ, πρὸς Θεὸν εὐχὴ συμφωνίας, καὶ μάλιστα λαοῦ πιστοῦ αἰχμαλωσίας. Μηδεὶς εἰπεῖν τολμήσει, ὅτι οὐκ εἰσακούει ὁ Θεὸς ἁμαρτωλῶν. Πλεῖον δέχεται τὴν δέησιν τῶν ταπεινῶν, καὶ μάλιστα τῶν διὰ τὸ ὄνομα αὐτοῦ καταπονουμένων, μαστιζομένων, φυλακιζομένων, θλιβομένων, ὑπὸ ἐχθρῶν ὀνειδιζομένων, καὶ τὴν πίστιν Χριστοῦ μὴ ἀρνησαμένων. Ἐξ ὧν ὑπάρχουσι πολλοὶ καὶ πολλαὶ ἐν τῷ παρόντι ἡμῶν λαῷ τοῦ Χριστοῦ ὁμολογηταὶ γενόμενοι, καὶ παρ' αὐτοῦ ταχέως εἰσακουόμενοι. Μέγα ὅπλον, ἀγαπητοὶ, ἡ ἐκείνων εὐχή· αἰδεῖται γὰρ αὐτοὺς πάντας ὁ Χριστὸς, δι' ὧν καὶ καθ' ἡμέραν κινδυνεύουσι. ∆ιὸ ταῖς τούτων ἡμεῖς θαῤῥοῦντες εὐχαῖς, καὶ εἰς τὴν τούτων παῤῥησίαν πρὸς Θεὸν ἀποβλέποντες, κοινῶς καὶ ἐκτενῶς ὑπὲρ τῶν ἐνάγκαις ἀδελφῶν ἡμῶν προσευξώμεθα, διότι πολλάκις φιλανθρωπία βασιλικὴ ἐν ταῖς ἑορταῖ· πολλοῖς καταδίκοις ἄφεσιν καὶ ἀπολύτρωσιν χαρίζεται. Μέγα, πάλιν λέγω, ἀδελφοὶ, εὐχὴ Ἐκκλησίας, καὶ μάλιστα πίστις αἰχμαλωσίας. 43.473 Καὶ γὰρ καὶ βασιλεὺς πολλάκις αἰδεῖται παράκλησιν δήμου, καὶ χαρίζεται καταδίκους δυσωποῦντι ὄχλου. Οὐκοῦν δεόμεθα πᾶσαν τὴν ὑμετέραν ἀγάπην ἐκτενῶς μνημονεῦσαι τῶν ἀδελφῶν ἡμῶν τῶν ἐνάγκῃ· καὶ κατ' αὐτὴν ἐκείνην τὴν φρικωδεστάτην ὥραν, ἐν ᾗ τὸν ἀτίμητον μαργαρίτην τοῦ Χριστοῦ σώματος