1

 2

 3

 4

3

μεʹ. ∆ημᾶς, οὗ καὶ αὐτοῦ ὁμοίως ὁ ἀπόστολος Παῦλος μέμνηται ὡς ἀποστήσαντος· δηλοῖ γὰρ περὶ τῶν τριῶν ἐν τῇ πρὸς Τιμόθεον δευτέρᾳ αὐτοῦ ἐπιστολῇ, ὅτι ἑτεροδοξήσαντες Φύγελος καὶ Ἑρμογένης ἀντέστησαν τῇ διδασκαλίᾳ αὐτοῦ. Ὁ δὲ ∆ημᾶς ἀγαπήσας τὸν νῦν αἰῶνα κατέλιπε τὸν εὐαγγελικὸν λόγον, καὶ ἐν Θεσσαλονίκῃ ἱερεὺς τῶν εἰδώλων ἐγένετο. Περὶ τούτων καὶ Ἰωάννης ὁ ἀπόστολος ἔγραψεν· ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ' οὐκ ἦσαν ἐξ ἡμῶν.

μςʹ. Κούαρτος, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Βηρυτοῦ ἐγένετο.

124 μζʹ. Ἀπολλώς, οὗ καὶ αὐτοῦ ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Καισαρείας ἐγένετο.

μηʹ. Κηφᾶς, ὃν ὁ ἀπόστολος Παῦλος ἐν Ἀντιοχείᾳ ἤλεγξε διαλεχθεὶς ὁμωνυμοῦντα τῷ Πέτρῳ, ἐπίσκοπος Κονίας ἐγένετο.

μθʹ. Σωσθένης, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Κολοφονιάδος ἐγένετο.

νʹ. Ἐπαφρόδιτος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Ἀδριακῆς ἐγένετο. ναʹ. Καῖσαρ, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος ∆υῤῥαχίου ἐγένετο.

νβʹ. Μάρκος ὁ ἀνέψιος Βαρνάβα, οὗ καὶ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Ἀπολλωνιάδος ἐγένετο.

νγʹ. Ἰωσὴφ ὁ λεγόμενος καὶ Ἰοῦστος καὶ Βαρσαββᾶς, οὗ μέμνηται Λουκᾶς ἐν ταῖς πράξεσι τῶν ἀποστόλων ὡς συγκληρωθέντος τῷ Ματθίᾳ, ἐπίσκοπος Ἐλευθεροπόλεως γέγονε.

νδʹ. Ἀρτεμᾶς, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος ἐν Λύστρᾳ ἐγένετο.

νεʹ. Κλήμης, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, λέγων· μετὰ Κλήμεντος καὶ τῶν λοιπῶν συνεγρῶν μου, ὃς καὶ πρῶ125 τος ἐξ ἐθνῶν καὶ Ἑλλήνων ἐπίστευσεν εἰς Χριστόν, ἐπίσκοπος Σαρδικῆς ἐγένετο.

νςʹ. Ὀνησίφορος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Κορωνείας ἐγένετο.

νζʹ. Τυχικός, οὗ καὶ αὐτοῦ μέμνηται ὁ Παῦλος, πρῶτος ἐπίσκοπος Χαλκηδόνος τῆς ἐν Βιθυνίᾳ ἐγένετο.

νηʹ. Κάρπος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Βεῤῥοίας τῆς Θρᾴκης ἐγένετο. νθʹ. Εὔοδος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, πρῶτος ἐπίσκοπος Ἀντιοχείας μετὰ Πέτρον τὸν κορυφαῖον ἐγένετο.

ξʹ. Φιλήμων, πρὸς ὃν ἐπιστολὴν ἰδίαν ὁ Παῦλος ἔγραψεν, ἐπίσκοπος Γάζης ἐγένετο.

ξαʹ. Ζηνᾶς ὁ νομικός, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος ∆ιοσπόλεως γέγονεν.

ξβʹ. Ἀκύλας, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Ἡρακλείας ἐγένετο. ξγʹ. Πρίσκας, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Κολοφῶνος

ἐγένετο. ξδʹ. Ἰουνίας, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Ἀπαμείας τῆς

Συρίας ἐγένετο. 126 ξεʹ. Μάρκος ὁ καὶ Ἰωάννης καλούμενος, οὗ μέμνηται ὁ Λουκᾶς ἐν ταῖς

πράξεσι τῶν ἀποστόλων, ἐπίσκοπος Βίβλου ἐγένετο. ξςʹ. Ἀρίσταρχος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται. ξζʹ. Πούδης, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται. ξηʹ. Τρόφιμος, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος Παῦλος μέμνηται. Οὗτοι οἱ τρεῖς ἐν

πᾶσι τοῖς διωγμοῖς τοῦ ἀποστόλου Παύλου συγκακοπαθήσαντες αὐτῷ, τελευταῖοι