1

 2

 3

 4

2

κʹ. Στάχυς, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ μέμνηται ὁ Παῦλος, ἐπίσκοπος πρῶτος Βυζαντίου κατέστη ὑπὸ Ἀνδρέου τοῦ ἀποστόλου ἐν Ἀργυροπόλει τῆς Θρᾴκης.

καʹ. Ἀπελλῆς, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ 121 Παῦλος μέμνηται, ἐπίσκοπος Σμύρνης ἐγένετο πρὸ τοῦ ἁγίου Πολυκάρπου.

κβʹ. Ἀριστόβουλος, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Βρεττανίας ἐγένετο.

κγʹ. Νάρκισσος, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ αὐτὸς μέμνηται, ἐπίσκοπος Ἀθηνῶν ἐγένετο.

κδʹ. Ἡρωδίων, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ αὐτὸς μέμνηται, ἐπίσκοπος Πατρῶν ἐγένετο. κεʹ. Ῥοῦφος, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ αὐτὸς μέμνηται, ἐπίσκοπος Θηβῶν ἐγένετο.

κςʹ. Ἀσύγκριτος, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ αὐτὸς μέμνηται, ἐπίσκοπος Ὑρκανίας γέγονεν.

κζʹ. Φλέγων, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ αὐτὸς μέμνηται, ἐπίσκοπος Μαραθῶνος γέγονεν.

κηʹ. Ἑρμῆς, οὗ καὶ αὑτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ αὐτὸς μέμνηται ἀπόστολος, ἐπίσκοπος ∆αλματίας ἐγένετο.

κθʹ. Ἑρμᾶς, οὗ καὶ αὐτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ αὐτὸς μέμνηται ἀπόστολος, ἐπίσκοπος Φιλίππων πόλεως ἐγένετο.

122 λʹ. Πατρόβας, οὗ καὶ αὐτοῦ ὁ αὐτὸς ἀπόστολος Παῦλος μέμνηται, ἐπίσκοπος ἐν Νε Ποτιόλοις ἐγένετο.

λαʹ. Ἄγαβος, ὁ ἐν ταῖς πράξεσι τῶν ἀποστόλων μνημονευόμενος, οὗτος καὶ προφητικοῦ ἠξιώθη χαρίσματος.

λβʹ. Λῖνος, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος Παῦλος μέμνηται, πρῶτος ἐπίσκοπος Ῥώμης μετὰ Πέτρον τὸν κορυφαῖον ἐγένετο.

λγʹ. Γάϊος, οὗ καὶ αὐτοῦ ὁ ἀπόστολος Παῦλος μέμνηται, ἐπίσκοπος Ἐφέσου μετὰ Τιμόθεον γέγονεν.

λδʹ. Φιλόλογος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Σινώπης ὑπὸ Ἀνδρέου ἐγένετο.

λεʹ. Ὀλυμπᾶς, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, οὗτος ἐν Ῥώμῃ ἅμα Πέτρῳ τῷ κορυφαίῳ ἐμαρτύρησε τὴν κεφαλὴν ἀποτμηθείς.

λςʹ. Ῥωδίων, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, καὶ αὐτὸς ὁμοίως ἐν Ῥώμῃ μετὰ Πέτρου καὶ Ὀλυμπᾶ τῷ μαρτυρίῳ ἐτελειώθη τὴν κεφαλὴν καὶ αὐτὸς ἀποτμηθείς.

ληʹ. Ἰάσων, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Ταρσοῦ ἐγένετο. 123 λθʹ. Σωσίπατρος, οὗ καὶ αὐτοῦ ὁμοίως ὁ Παῦλος μέμνηται, ἐπίσκοπος Ἰκονίου ἐγένετο.

μʹ. Λούκιος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται, ἐπίσκοπος ἐν Λαοδικείᾳ τῆς Συρίας ἐγένετο.

μαʹ. Τέρτιος ὁ κατ' αὐτὴν τὴν πρὸς Ῥωμαίους ἐπιστολὴν τοῦ Παύλου γράψας ἐπίσκοπος δεύτερος Ἰκονίου ἐγένετο.

μβʹ. Ἔραστος, οὗ καὶ αὐτοῦ μέμνηται Παῦλος ἐν τῇ αὐτῇ ἐπιστολῇ, οἰκονόμος τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας ἐγένετο, ἔπειτα ἐπίσκοπος Πανεάδος ἐγένετο.

μγʹ. Φύγελος, οὗ καὶ αὐτοῦ ὁ Παῦλος μέμνηται ὡς ἑτεροδοξήσαντος καὶ τὰ Σίμωνος φρονήσαντος, ἐπίσκοπος Ἐφέσου γέγονεν.

μδʹ. Ἑρμογένης, οὗ καὶ αὐτοῦ ὁ Παῦλος ὁμοίως ὡς ἑτεροδοξήσαντος μέμνηται, ἐπίσκοπος ἐν Μεγάροις ἐγένετο.