1

 2

 3

3

θαυμάτων, ἐνστατικῆς δὲ καὶ καρτερικῆς τῶν μελλόντων αὐτοῖς ἐπανίστασθαι κινδύνων. Πρὸ γὰρ ταύτης τῆς δυνάμεως κηρύττειν αὐτοὺς τοῖς ἔθνεσιν οὐκ ἐβούλετο, ἀλλ' ἐκδέχεσθαι καὶ περιμένειν αὐτὴν ἐξ ὕψους μετασχεῖν. Τοῦτο δὲ καὶ ὁ Ἀπόστολος τὸ χάρισμα ἰδίως ἀφορίζων τῶν λοιπῶν ἐνεργειῶν τοῦ ἁγίου Πνεύματος ἐδίδασκε λέγων· «Ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων.» Καὶ ἡ προφητεία φησί· «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Ἧς δυνάμεως ὅτε μήπω μετεῖχον, ἠρνήσαντο αὐτὸν οἱ πάντες καὶ ἐσκανδαλίσθησαν κατὰ τὸν καιρὸν τοῦ πάθους· ὅτε δὲ μετέσχον αὐτῆς, πάντες ταῖς ὑπὲρ Χριστοῦ μαρτυρίαις τε καὶ ὁμολογίαις διέπρεψαν· ἀνακαινίζων γὰρ τὸν ἄνθρωπον ὁ Κύριος, καὶ ἣν ἀπώλεσε χάριν ἐκ τοῦ ἐμφυσήματος τοῦ Θεοῦ, ταύτην πάλιν ἀποδιδοὺς, ἐνεφύσησεν εἰς τὰ πρόσωπα τῶν μαθητῶν λέγων, «Λάβετε Πνεῦμα ἅγιον.»

ιʹ. Εὐσέβιος δὲ ὁ Παμφίλου ἐν τῇ πρὸς Μαρῖνον ἐπιστολῇ οὕτως ἐξηγεῖται τὸ προτεθὲν, ὅτι διαιρέσεις χαρισμάτων εἰσὶ κατὰ τὸν Ἀπόστολον, τὸ δὲ αὐτὸ Πνεῦμα. Καὶ πάλιν· ἑκάστῳ δίδοται ἡ φανέρωσις πρὸς τὸ συμφέρον· «Ὧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα· ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ προφητεῖαι, ἄλλῳ δὲ διακρίσεις πνευμάτων, ἑτέρῳ δὲ 22.1016 γένη γλωσσῶν· πάντα δὲ ταῦτα ἐνεργεῖ ἒν μὲν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.» Σαφῶς γὰρ διὰ τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ Πνεύματος, πολλὰς εἶναι παρέστησε δυνάμεις, διαφόρων πραγμάτων ἐνεργητικάς. Ὅρα τοίνυν μήπως ἐνταῦθα ἐξουσίαν τινὰ μερικὴν καὶ χάριν πνευματικὴν δέδωκεν αὐτοῖς· οὐχ ὥστε νεκροὺς ἐγείρειν, καὶ δυνάμεις ποιεῖν, ἀλλ' ὥστε ἀφιέναι ἁμαρτήματα· διάφορα γὰρ τὰ χαρίσματα τοῦ Πνεύματος. ∆ιὸ καὶ συνάπτει λέγων, «Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς,» καὶ τὰ ἑξῆς· δεικνὺς ὅτι τοῦτο τὸ εἶδος τῶν πνευματικῶν χαρισμάτων αὐτοῖς ἐδωρήσατο. Μετὰ δὲ τὴν ἀνάληψιν αὐτὸ τὸ Πνεῦμα κατελθὸν, καὶ τῶν σημείων καὶ παντὸς ἑτέρου χαρίσματος τὰς δυνάμεις δὴ καὶ ἐνεργείας αὐτοῖς ἐχορήγησε. ∆ιὰ τοῦτο ἐνταῦθα μὲν ἄνευ ἄρθρου εἶπε, «Λάβετε Πνεῦμα ἅγιον,» δηλῶν ὅτι μερικήν τινα τοῦ Πνεύματος ἐνέργειαν δίδωσιν αὐτοῖς· περὶ δὲ ἐκείνου φησί· «Λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς.»