1

 2

 3

2

εʹ. Ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ· ταύτην Εὐσέβιος ἐν τοῖς Πρὸς Μαρῖνον ἑτέραν λέγει Μαρίαν παρὰ τὴν θεασαμένην τὸν νεανίσκον· ἢ καὶ ἀμφότεραι ἐκ τῆς Μαγδαληνῆς ἦσαν.

ςʹ. Εὐσέβιός φησιν ὁ Καισαρείας, ὡς Μαρία μὲν ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ Ἰακώβου ἡτοίμασαν ἀρώματα· οὐκ αὐταὶ δέ εἰσιν αἱ πρωῒ ἐλθοῦσαι ἀνατείλαντος τοῦ ἡλίου, ἀλλ' ἄλλαι ἀνώνυμοι· πολλαὶ γὰρ ἦσαν αἱ συναναβᾶσαι τῷ Σωτῆρι ἀπὸ τῆς Γαλιλαίας· ὅθεν οὐδὲ νύκτα παραγίνονται, ἀλλὰ πρωῒ καὶ ἀκούσασαι ἀπαγγεῖλαι τοῖς μαθηταῖς καὶ τῷ Πέτρῳ, ἔφυγον, καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ· ὡς γὰρ μετὰ ἀνατολὴν ἡλίου ἐπιστᾶσαι οὐδὲ τὸν Σωτῆρα θεάσασθαι καταξιοῦνται· οὐδὲ οἷόν τε ἦν τὴν Μαγδαληνὴν μετὰ τοσαύτας θέας, ἡλίου ἀνατείλαντος, ἀπορεῖν καὶ ἀγνοεῖν τίς ἀποκυλίσει τὸν λίθον

ζʹ. Εὐσεβίου ἐκ τῶν πρὸς Μαρῖνον. Τρεῖς γοῦν τὰς πάσας Μαρίας τῷ πάθει τοῦ Χριστοῦ μετὰ τῶν ἄλλων γυναικῶν εὑρίσκομεν· πρώτην μὲν Θεοτόκον, δευτέραν δὲ τὴν ἀδελφὴν αὐτῆς Μαρίαν τὴν τοῦ Κλεωπᾶ, καὶ τρίτην τὴν Μαγδαληνήν· τινὲς δέ φασιν ἐξ αὐτῶν δύο εἶναι Μαγδαληνάς· μίαν μὲν, τὴν ὀψὲ Σαββάτων παρὰ τῷ Ματθαίῳ, ἑτέραν δὲ τὴν παρὰ τῷ Ἰωάννῃ πρωΐας ἐπὶ τὸ μνημεῖον ἐλθοῦσαν, ταύτην δὲ εἶναι τὴν καὶ Μάρκῳ δηλουμένην, ἀφ' ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια· ὡς γὰρ οὔσης καὶ ἑτέρας, φησὶν, οὐ τοιαύτης Μαγδαληνῆς, ἑτήρησεν ὁ Μάρκος τοῦτο εἰπών· «Ἀναστὰς δὲ πρωῒ τῇ μιᾷ τῶν Σαββάτων ἐφάνη Μαρίᾳ πρῶτον τῇ Μαγδαληνῇ, ἀφ' ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια.» Καὶ ταύτην ἴσως εἶναι τὴν ἀκούσασαν, Μή μου ἅπτου, ἀλλ' οὐ τὴν παρὰ τῷ Ματθαίῳ. Εἰ γὰρ καὶ τὰ μάλιστα κἀκείνη ἀπὸ τῆς Μαγδαληνῆς ὡρμᾶτο, ἀλλ' οὐ τὰ ὅμοια καὶ αὐτῆς ἡ θεία κατηγορεῖ Γραφή· εἰ δὲ μίαν καὶ τὴν αὐτὴν Μαγδαληνὴν φήσειέν τις, καὶ οὕτως ἀληθεύοι ἂν τὰ ἱερὰ Εὐαγγέλια, κατ' οὐδένα λόγον διαφωνοῦντα· τὴν αὐτὴν δὲ Μαρίαν τὴν Μαγδαληνὴν εἰσάγονται μὴ ἁπτομένην πρότερον τοῦ Κυρίου, ὅτε ἔκλαιε καὶ ἠπίστει· καὶ ἁπτομένην αὐτοῦ, ὅτε χαίρειν μετὰ τῆς ἄλλης Μαρίας ὑπ' αὐτοῦ κελεύεται· ἐπειδὴ γὰρ ὡς Θεὸν αὐτὸν προσεκύνησεν ἔσχατον, καὶ οὐχ ὡς ἄνθρωπον, ὡς πρότερον ὅτε ἔκλαιε καὶ ἠπίστει.

ηʹ. Εὐσεβίου ἐκ τῶν πρὸς Μαρῖνον. Περὶ δὲ τοῦ ἐπαπορεῖν πάλιν, πῶς παρὰ τῷ Ματθαίῳ εἰς τὴν Γαλιλαίαν ὦφθαι τὸν Κύριον τοῖς μαθηταῖς ἐν τῷ ὄρει, παρὰ δὲ τῷ Ἰωάννῃ παρὰ τὴν θάλασσαν τῆς Τιβεριάδος, ἐροῦμεν ὅτι οὐ μόνον ἅπαξ καὶ δὶς, ἀλλὰ καὶ πολλάκις ὦφθαι αὐτόν. ∆ιὸ τετάρτην ὀπτασίαν οὐχ ἁμάρτοις τὴν παρὰ τῷ Ματθαίῳ φήσας εἶναι, ἣν οὐ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, οὐδὲ τοῖς ὀπτανομένοις, ἀλλ' ἐν τῷ ὄρει τοῖς ἕνδεκα πεποιῆσθαι ἀνέγραψεν ὁ Ματθαῖος, εἰπών· «Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὸ ὄρος, οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς· καὶ ἰδόντες αὐτὸν προσεκύνησαν.» Καὶ μετὰ τοῦτο οὐκ 22.1013 ἂν σφαλείης εἰπὼν ὁμοῦ κατ' αὐτὸ συνηγμένοις αὐτοῖς τοῖς ἕνδεκα μαθηταῖς ἅμα καὶ τοῖς ἑβδομήκοντα ὦφθαι αὐτόν. Ὁ δὲ Ἀπόστολος καὶ ἔτι τούτων πλείοσιν ἑωρᾶσθαι τὸν Κύριον μετὰ τὴν ἀνάστασιν ἱστορεῖ, λέγων· «Ὅτι ἐγήγερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφὰς, καὶ ὤφθη Κηφᾷ, ἔπειτα τοῖς δώδεκα, ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ.» Ὁρᾷς ὁσάκις καὶ ὅσοις ὤφθη μετὰ τὴν ἀνάστασιν; Οὕτω καὶ τοῖς ἐν Ἱερουσαλὴμ κρυπταζομένοις διὰ τὸν φόβον τῶν Ἰουδαίων, καὶ πρό γε πάντων ἀνδρῶν Σίμωνι τῷ Πέτρῳ, γυναικῶν δὲ ταῖς ἀμφὶ τὴν Μαγδαληνήν· ὅθεν καὶ ὁ Λουκᾶς φησι· «∆ι' ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος καὶ συναυλιζόμενος αὐτοῖς, τὰ τῆς βασιλείας τοῦ Θεοῦ παρεδίδου μαθήματα.»

θʹ. Εὐσεβίου ἐκ τοῦ πρὸς Μαρῖνον. Καὶ τὸ μὲν ὑπὸ Χριστοῦ ἐμπνευσθὲν Πνεῦμα ἅγιον τοῖς ἀποστόλοις, λυτικὸν καὶ συγχωρητικὸν ἦν πάσης ἁμαρτίας· τὸ δὲ ἐπηγγελμένον τὸ βαπτισθήσεσθαι αὐτοὺς ἐν ἁγίῳ Πνεύματι, καὶ μετασχεῖν δυνάμεως ἐνεργημάτων, ἐνεργητικῆς μὲν τῶν μελλόντων δι' αὐτῶν ἀποτελεῖσθαι