{1ηʹ. ΣΥΛΛΗΨΙΣ.}1 Σύλληψίς ἐστι φράσις ἀφ' ἑνός τινος κυρίου κατὰ 249 δύο ἢ καὶ πλειόνων λαμβανομένη· ἢ φράσις τὸ ἄλλῳ πραχθὲν ἐφ' ἕτερον ἕλκουσα, οἷον Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον· μόνος γὰρ ὁ Βορρᾶς ἀπὸ Θρᾴκης πνεῖ, συλληπτικῶς δὲ λέγει καὶ τὸν Ζέφυρον ἐκεῖθεν πνεῖν· καὶ πάλιν τὼ δὲ δύο σκάζοντε βάτην Ἄρεως θεράποντε· Τυδείδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεύς· καὶ γὰρ ∆ιομήδης μόνος ἔσκαζε τρωθεὶς τὸν ταρσὸν τοῦ ποδός, Ὀδυσσεὺς δὲ τὴν πλευρὰν ἐβέβλητο. συλληπτι κῶς δὲ λέγει καὶ τοῦτον σκάζειν.
{1θʹ. ΟΝΟΜΑΤΟΠΟΙΙΑ.}1 Ὀνοματοποιΐα ἐστὶ λέξις κατὰ μίμησιν καὶ ὁμοιό τητά τινα τοῦ σημαινομένου γεγονυῖα, ὡς ὅταν τις τοὺς ἀσήμους κτύπους φωνὰς ὀνομάζῃ, αἵ εἰσι πυρός, ξύλου, λίθου καὶ τῶν ὁμοίων· καὶ ὡς ἡ θεία λέγει γραφή, 20φωνὴν ἔδωκαν αἱ νεφέλαι20, δηλοῦσα τὴν βροντήν, φωνὴν ταύτην ὀνομάζουσα διὰ τὴν ὑπὲρ ἡμᾶς περιηχήν. φωνὴ δὲ κυρίως ἡ ἐκ νοῦ προερχομένη λέγεται, ἐπεὶ καὶ φῶς νοῦ ἐτυμολογεῖται ἡ φωνή. ἢ ὀνοματοποιΐα ἐστὶ λέξις ἢ μέρος λόγου πεποιημένον κατὰ μίμησιν τῶν ἀπο τελουμένων ἤχων ἢ φωνῆς· ἤχων μέν, οἷον αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα. καὶ πάλιν ὣς τοῦ σίζ' ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ. φωνῆς δὲ ταῦτα, αἳ δ' ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον· καὶ πάλιν μυκηθμοῦ δ' ἤκουσα βοῶν αὐλιζομενάων.
{1ιʹ. ΠΕΠΟΙΗΜΕΝΟΝ.}1 Πεποιημένον ἐστὶ λέξις λεγομένη κατά τινα τοῦ ἐξ οὗ λέγεται ὁμοιότητα, οἷον ὡς ὅταν τὸν μετὰ θυμοῦ 250 ἡμᾶς ὑποβλεψάμενον εἴποιμεν, ὡς λέων ὑπεβλέψατο ἡμᾶς ὁ δεῖνα.
{1ιαʹ. ΑΝΤΟΝΟΜΑΣΙΑ.}1 Ἀντονομασία ἐστὶ λέξις δι' ἐπιθέτων ἢ συσσήμων αὐτὸ τὸ κύριον ὄνομα δηλοῦσα, ὡς ὅταν δύο ἢ καὶ πλείονες ἡμῖν ἐγνωσμένων ἀνθρώπων καὶ τὸ αὐτὸ κύ ριον ὄνομα ἐχόντων, θελήσωμεν ἐξ αὐτῶν ἑνὸς τὴν μνή μην ποιήσασθαι πρὸς ἀλλήλους, καὶ μὴ εἴπωμεν τὸ κύ ριον ὄνομα διὰ τὴν ὁμωνυμίαν, ἀλλ' ἐκ τῶν συμβεβηκό των αὐτὸν ὀνομάσωμεν, τὸν χαλκέα τυχὸν λέγοντες ἢ τὸν τέκτονα, εἰ δὲ καὶ σωματικὰ ἔχει πάθη, τὸν χωλόν, εἰ τύχοι, ἢ τὸν φαλακρὸν λέγοντες.
{1ιβʹ. ΜΕΤΩΝΥΜΙΑ.}1 Μετωνυμία ἐστίν, ὅταν ἐκ τῶν περιεχόντων τὰ πε ριεχόμενα μετονομάσωμεν κατὰ τὴν θείαν γραφήν, ἥ φησι, 20παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γῆν20, ἀντὶ τοῦ ἐν τῇ γῇ· ἢ ἐκ τῶν οἰκούντων τὰ οἰκού μενα, ὡς ὅταν τὴν ἀσέλγειαν Σοδομιτικὴν ἐργασίαν εἴ ποιμεν· καὶ γὰρ ἐκ τῶν οἰκούντων τηνικαῦτα ἀσελγῶν τὰ Σόδομα τὸν σχετλιασμὸν ἐπιφέρεται· ἢ μετωνυμία ἐστὶ λέξις διὰ τῆς ὁμωνυμίας τὸ συνώνυμον δηλοῦσα, οἷον σπλάγχνα γὰρ ἐμπείραντες ὑπείρεχον Ἡφαίστοιο· Ἥφαιστος μὲν γὰρ παρὰ τοῖς Ἕλλησιν ὁ δαίμων καὶ τὸ πῦρ, ἅπερ καθὸ ἀμυδράν τινα διαφορὰν ἔχειν δοκοῦσιν, ὁμώνυμά ἐστιν· ἀϋλότερον γὰρ καὶ θειότερον τὸν δαί μονα λέγουσιν, καθὸ δὲ οὐδέν τι ἄλλο ἐστὶ κυρίως ὁ μυθικὸς οὗτος Ἥφαιστος ἢ τὸ πῦρ, συνώνυμα λέγεται. τοιοῦτόν ἐστι καὶ τὸ ἐνθάδ' ἔπειτ' ἀφίη μένος ὄβριμος Ἄρης. 251 ἀντὶ τοῦ ὁ σίδηρος. καὶ ὅταν λέγηται ὁ οἶνος ∆ιόνυσος, ὡς τὸ οἶνός μ' ἔπεισε, δαιμόνων ὑπέρτατος.
{1ιγʹ. ΑΝΤΙΦΡΑΣΙΣ.}1 Ἀντίφρασίς ἐστι λέξις δι' ἐναντίων τὸ ἐναντίον ση μαίνουσα, ὡς ὅταν τις τὸν τυφλὸν πολὺ βλέποντα εἴποι, ἢ τὸ ὄξος γλυκάδιον, ἢ τὸ λευκός ἐστιν ὡς Αἰθίοψ.
{1ιδʹ. ΠΕΡΙΦΡΑΣΙΣ.}1 Περίφρασίς ἐστι περισσὴ φράσις διὰ πλειόνων λέ ξεων ἕν τι σημαίνουσα, ὡς ὅταν ἀντὶ τοῦ εἰπεῖν μὰ τὸν θεὸν εἴπῃ τις μὰ τὴν φοβερὰν ἡμέραν τοῦ θεοῦ. οὐδὲ γὰρ πλέον τι ἐσήμαινε διὰ τῶν πολλῶν τούτων λέξεων εἰ μὴ τὸν θεόν. διαφέρει δὲ φράσις, περίφρασις, μετά φρασις, ἔκφρασις, ἀντίφρασις καὶ σύμφρασις. φράσις μὲν γὰρ ἡ ἁπλῶς λέξις λέγεται, περίφρασις δὲ ἡ πε ρισσὴ φράσις, ὡς τὸ κάλεσόν μοι τὴν βίην τοῦ Ἡρα κλέους, ἀντὶ τοῦ τὸν Ἡρακλῆν, μετάφρασις δὲ ἡ ἐναλ λαγὴ τῶν λέξεων κατὰ τὸ ποσὸν ἢ πλειόνων ἢ ἐλαττό νων μετὰ ῥητορικοῦ