Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
δῆλόν μοι ποίησον τὴν ἀλήθειαν· Τίνες ὑπάρχουσιν οἱ συνωμόται καὶ συνίστορες καὶ συνήγοροι τῆς βουλῆς ταύτης καὶ οἱ συμβουλεύοντες ἐν τούτῳ; Φράσον μοι τὸ ἀληθὲς καὶ ὀμνύω σοι ἐν τῷ σωτῆρι μου Χριστῷ, ὅτι αὐτοὶ μὲν κολασθῶσι ταῖς τοῦ νόμου ποιναῖς, σὺ δὲ ἐλεύθερος ἔσῃ ἀπὸ παντὸς πειρατηρίου. Ἀπελογήσατο οὖτος· Ἐγὼ εἶπόν σοι καὶ λέγω ὅτι οὔτε ἐνεθυμήθην περὶ τούτου πώ-ποτε, οὔτε ἐν τῇ διανοίᾳ μου ὁ αὐτὸς σκοπὸς ἦλθεν, οὔτε τις μικρὸς ἢ μέγας περὶ τοιαύτης ὑποθέσεως ἀνέφερέ μοι· Εἰς τὸν αἰῶνα μὴ γένοιτο· Μάρτυρα χρῶμαι τὸν 156 Θεὸν καὶ πάντας τοὺς ἀγγέλους τοὺς ἀοράτως παρισταμένους μοι. Εἰ δὲ καὶ οἱ συ κοφαντήσαντές με τοῖς ὠσὶ τοῦ βασιλέως ἐβάρυναν ψεύδει κατ' ἐμοῦ τοῦ δούλου αὐ τοῦ καὶ οὐ πιστεύετέ μοι ἄν, οὐκ ἔχω τί λέγειν ἢ τίς ἔσεταί μοι μάρτυς τῆς ἀληθείας μου· Εἰ μή, ὦ δέσποτα, δέομαί σου, ποίησόν μοι χάριν· βάλον σίδηρον ἐν τῇ φλογὶ τῆς καμίνου καὶ ἔασον αὐτὸν ὑπὲρ μέτρον ἐκκαῆναι καὶ φέρετέ μοι αὐτὸν καὶ πιάσω ταῖς χερσί μου καὶ ἄνθρακας πυρὸς ἐπὶ τὸ στῆθός μου φλέξομαι. Καὶ ἐλπίζω εἰς τὸν Θεὸν τὸν λυτρώσαντα τοὺς τρεῖς παῖδας ἐκ τῆς καμίνου τῆς φλογός, καὶ ὁ ἀλάθητος καὶ ἀκοίμητος ἐκεῖνος ὀφθαλμὸς ὁ ἐρευνῶν καρδίας καὶ νεφρούς, εἰδὼς ὅτι οὔτε ἐνε θυμήθην, οὔτε ἐλογισάμην, περὶ ὦν με ἐπερωτᾷς, εἰ τύχῃ, φυλάξει με ἀβλαβῆ ἐκ τοῦ πυρὸς τοῦ καιομένου. Λέγει δὲ αὐτῷ ὁ ἀρχιεπίσκοπος· Τοῖς Ῥωμαίοις καὶ τοῖς σο φοῖς Ἕλλησιν οὐκ ἔστι νόμος, οὐδὲ ἔθος, ἵνα βασανίζωσι τοὺς ἐξεταζομένους καὶ μάλιστα τοὺς εὐγενεῖς ὡς αὐτός, ἀλλὰ βαρβαρικόν ἐστι τὸ πρᾶγμα καὶ ἄτοπον καὶ ἐθνικὸς ὁ νόμος. Λέγει δὲ αὐτῷ ὁ Κομνηνός· Ἐπεί, δέσποτα ἅγιε, οὐκ ἔστιν ἔθος οὔτε νόμος Ῥωμαίοις, ἃ εἶπόν σοι, καθὼς λέγεις, ἀλλὰ τῶν βαρβάρων καὶ τῶν ἐθνῶν, κἀγὼ τῇ χάριτι τοῦ Χριστοῦ ταπεινὸς Ῥωμαῖος εἶμι, καὶ ἀνακρίνατέ με καὶ ἐξετάσατέ με, εἰ τῇ ὑμετέρᾳ βουλῇ ἀρεστόν ἐστι, κατὰ νόμους Ῥωμαϊκοὺς καὶ ἔθη. Καὶ εἰ μὲν νομίμως αἴτιος εὑρεθῶ καταδίκης, ἴλεως μὴ ἔστω μοι· εἰ δὲ καὶ ἀναίτιος, κατὰ νόμους πάλιν μή μοι τὸ κριτήριον. Οὐχ ὅρα τοὺς λόγους τῶν συκοφαντούντων με ἀδίκως καὶ παραλόγως ἕνεκεν φθόνου καὶ ἔριδος. Ἀκούσας δὲ ταῦτα ὁ ἀρχιεπίσκοπος ἀναφορὰν τοὺς λόγους πάντας τῷ βασιλεῖ πεποίηκε. Καὶ πάλιν ἀντέλεγον, οἳ ἐλέγχειν ἑτέρωθεν προὔτεινον, ἀλλ' οὐκ ἐφάνησαν ἐν ἀληθείᾳ, ἐδόκει, καὶ ὡς ψευδεῖς αἱ διαβολαὶ ἔδειξαν, εἰ καὶ σχεδιάσαντος τοῦ και ροῦ. Καὶ οὕτως ἦν, ὅμως ὁ βασιλεὺς προστάξας, ἵνα ἐνόρκως βεβαιώσῃ, ὅτι αἱ διαβο λαὶ ψευδεῖς εἶναι καὶ οὔποτε ἐβουλήθη ποιῆσαι, ἂ ἐσυκοφαντήθη· ὃ καὶ ἐγένετο. Καὶ κελεύσας ὁ βασιλεὺς ἐλεύθερον εἶναι τοῦτον τοῦ λοιποῦ τῆς καταδίκης καὶ ὑποψίας ἁπάσης καὶ τῆς προτέρας ἀπολαμβάνειν τιμῆς· καὶ τὴν ἡγεμονίαν Νικάεων ἐπέτρεψεν αὐτὸν ἔχειν. ∆ιαβάντι δὲ τῷ βασιλεῖ ἐν τῇ ἕῳ καὶ πρὸς Νίκαιαν διατρίβοντι νόσος ἐνσκήπτει δεινὴ καί, ὡς νεκρὸς ἐπὶ τρεῖς διατελέσας ἡμέρας, εἶτα, <ὅτι> ἀνέφερεν, ἔδοξεν, αὖθις καὶ περὶ τὸ Νύμφαιον ἀσθενὴς ἐλθὼν ἐποίει τὰς διατριβάς. Καὶ πάσης ἰατρικῆς ἐπι στήμης γενομένης πρὸς θεραπείαν, ἐξ ἀνθρώπων ἐπεποιήκει γενέσθαι, αὐτοκρατορή σας ἔτη τριάκοντα καὶ τρία· καὶ ὁ υἱὸς αὐτοῦ Θεόδωρος Λάσκαρις ὁ νέος τὴν βασι λείαν διεδέξατο, ὃς κατὰ κλῆρον πατρικὸν διάδοχος ἔμελλεν εἶναι. Μετὰ δὲ τὸν θάνατον τοῦ ῥηθέντος Ἰωάννου βασιλέως, ὁ Μιχαὴλ ὁ Κομνηνός. ποιήσας τινὰ καιρὸν ἐν τῇ Βιθυνίᾳ, εἶτα φυγὼν ἀναχωρήσας διέβη ἐν τῷ Ἰκονίῳ πρὸς τὸν σουλτάνον. Ἡ δὲ αἰτία τῆς φυγῆς αὐτοῦ ἦν, ὅτι ἑώρα οὐκ ὀλίγους καθ' ἑκάστην ἡμέραν πάλιν ἐκ δευτέρου πολλὰς μηχανὰς πολυτρόπως συρράπτειν περὶ αὐτοῦ πρὸς 158 τὸν νέον βασιλέα ἕνεκεν φθόνου καὶ ψιθυρισμοὺς πολλοὺς καὶ λόγους φθόνου μεστοὺς λάθρα τὴν ἀκοὴν αὐτοῦ περικλύζοντας, καὶ πάντοτε κολάσεις μελετουμένας ἐμάνθα νεν, ἐφ' ἡσυχίας μένειν ὅλως οὐκ ἐδύνατο· ἀλλὰ μεστὸς λογισμῶν ὑπάρχων, φοβού μενος γὰρ καὶ ἐδεδίει τὸ ὀξύῤῥοπον καὶ ἀπότομον καὶ ἀπηνὲς τοῦ αὐτοκράτορος καὶ οὐδὲν ἥμερον οὐδὲ συμπαθὲς ἐνενόει γενησόμενον. Ἐπεὶ καὶ μεγάλας συκοφαντίας καὶ μηχανὰς εἰς τέλος κορυφωθείσας