Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
XVI. Τῷ δ' Ὀκτωμβρίῳ μηνὶ τοῦ #22ξζ-ου ἔτους ὁ ἀμηρᾶς ἀπο στείλας πρέσβυν πρὸς τὸν δεσπότην κὺρ ∆ημήτριον, αἰτῶν τὴν θυγα τέρα αὐτοῦ εἰς γυναῖκα, 20ἣν ἔσχεν ἐκ τῆς αὐτοῦ συζύγου, τῆς τοῦ Παύλου τοῦ Ἀσάνη θυγατρός, τοῦ πατρὸς Ματθαί ου20, εἰ δ' οὔ, μάχη ἀνὰ αὐτῶν ἔσεται. Ὁ δὲ περὶ τούτου συνοικεσίου πρέ σβυς ἐλθὼν καὶ πρὸς τὸν δεσπότην κὺρ Θωμᾶν, εἰς τὸν Ποντικὸν εὑρι σκόμενον, τοὺς ὅρκους τῆς ἀγάπης ἀπετέλεσε καὶ τὰ μὴ φθάσαντα ἄστεα δωθῆναι τῷ αὐθέντῃ αὐτοῦ ἔσχε κατὰ τὰς συμφωνίας, ὡς εἰρήκαμεν, καὶ ἀπῆλθε. 2. Τὸν δὲ Ἰαννουάριον μῆνα τοῦ αὐτοῦ ἔτους καὶ ὁ καλοκἀγαθὸς Λουκάνης Νικηφόρος ἢ μᾶλλον εἰπεῖν Πελοποννισιοφθόρος, λογιζόμε νος εἶναι τῶν πρώτων καὶ πιστῶν ἀρχόντων τοῦ δεσπότου κὺρ ∆ημη τρίου, καί τινες ἄλλοι σὺν αὐτῷ τῶν Ἀλβανιτῶν καὶ Πελοποννησιωτῶν, μὴ λογιζόμενοι, ὅτι, ἃ ἐπιμελοῦντο πρᾶξαι, εἰς κακίαν αὐτῶν πρόχειρον ᾠκονόμουν, ἔπεισαν τὸν δεσπότην κὺρ Θωμᾶν, ἵνα μάχην ἐγείρῃ κατὰ τοῦ ἀδελφοῦ αὑτοῦ καὶ κατὰ τοῦ ἀμηρᾶ ἐπανάστασιν ποιήσῃ καὶ φάγῃ τοὺς ὅρκους ὡς λάχανα, οὓς πρὸ ὀλίγου μετ' αὐτῶν ἐποίησεν. Καὶ ὁ ἄλ λος ἀγαθὸς ἀνὴρ Ἀσάνης ὁ Ματθαῖος διὰ τὸ πρὸς τὸν ἀμηρᾶν εἶναι ἀπε σταλμένος περὶ τοῦ εἰρημένου συνοικεσίου τοῦ ἀνὰ τῆς τούτου ἀνεψιᾶς καὶ τοῦ ἀμηρᾶ ταῦτα οὐκ ἐγίνωσκεν. 3. Ἐξελθόντος οὖν τοῦ δεσπότου κὺρ Θωμᾶ εἰς τὰς ἀρχὰς τοῦ Φε βρουαρίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἀπὸ τῆς Ἀρκαδίας καὶ ἑνωθέντος μετὰ τῶν ἐργαζομένων κατ' αὐτοῦ ἢ καὶ μᾶλλον εἰπεῖν τὰ κατ' αὐτῶν, ὡς ὁ λόγος προϊὼν δηλώσει, παρέλαβον ἀπὸ μὲν τῶν Τουρκῶν τὰ Καλάβρυτα καὶ μόνον ἐκ τῶν ἄστεων, ὧν ἤλπιζον λαβεῖν, ἃ οἱ Τοῦρκοι κέκτηντο, ἀπὸ δὲ τοῦ δεσπότου κὺρ ∆ημητρίου, ἅπερ αὐτοὶ οἱ ἐργάται τῶν κακῶν ἡγεμόνευον, Καρύταιναν λέγω καὶ Ἅγιον Γεώργιον, Βορδόνιαν, Καστρίτζαν καὶ ἕτερά τινα, ἵνα αὖθις ἔχωσιν αὐτά, οὐχ ὡς πρώην ἐκυ βέρνουν, ἀλλ' ὡς αὐθένται ἴδιοι. Ἐκατώρθωσαν οὐδὲν ἄλλο οἱ φρόνιμοι καὶ 530 πρακτικοὶ καὶ γενναῖοι ἄρχοντες ἢ μόνον ὅτι ἔσχον κατ' αὐτῶν θεὸν τὸν τοῦ παντὸς ποιητὴν καὶ αὐθέντην τῶν ἐπὶ γῆς ἰσχυρότερον. Καὶ οὕτως τὸ σκάνδαλον ἐποίησαν ἀνὰ τῶν ἀδελφῶν καὶ αὐθέντων αὑτῶν, οὐκ ἐνθυμηθέντες οἱ ἄθλιοι τοῦ ἀψευδοῦς λογίου, ὅτι πᾶσα βασιλεία διαμερισθεῖσα καθ' ἑαυτὴν ἐρημοῦται, οὔτε τοῦ παροιμιώδους λόγου του πρὸς τοὺς δύο οὐδ' Ἡρακλῆς, ἀλλ' ἐπανέστησαν καὶ πρὸς τοὺς τρεῖς. Καὶ τούτων οὕτως προβάντων, πρῶτον μὲν ὁ θεὸς παρεῖδεν αὐ τούς· καὶ τί ἔπραττον, οὐκ ἐγίνωσκον, ἀλλ' ὡς τοὺς ἰχθύας τοὺς ἔσω τῆς σαγήνης ὄντας καὶ ἀγνοοῦντας, ὅτι πάντες μέλλουσιν ἕλκεσθαι εἰς γῆν, ἐν ὅσῳ ἕως τοῦτο γένηται, ἀλλήλως διώκονται καὶ ἁλίσκονται καὶ φθεί ρονται οἱ ἐλάττονες ὑπὸ τῶν μειζοτέρων, οὕτως καὶ οὗτοι. 4. Ὁ μὲν γὰρ δεσπότης κὺρ Θωμᾶς παρέπιπτε καὶ ἐπολιόρκει τὰ τοῦ αὐταδέλφου ἄστεα καὶ χώρας, ζαρνάταν λέγω καὶ τὰ ἕτερα τῆς ἐπιτροπικῆς τοῦ Μελισσηνοῦ20, τὴν Καλαμάταν καὶ ἄλλα ὅσα εἰς χεῖρας εἶχεν ὁ δεσπότης κὺρ ∆ημή τριος ἐν τῷ Μεσσηνιακῷ κόλπῳ20· καὶ συνεργὸν εὗρε πρωτο στράτορα τὸν ἄριστον φραγκόπουλον Νικόλαον, τὸν Εὐδαι μονοιωάννην Λέοντα, τὸν μεσάζοντα καὶ τὸν σύγγαμβρον τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ τὸν περιπόθητον γυναικοθεῖον, τὸν μᾶλλον Κυδωνί δην ἢ Τζαμπλάκωνα ὀνομαζόμενον. Ὁ δὲ δεσπότης κὺρ ∆ημήτριος πά λιν τὸ Λεοντάρι καὶ τὰ πέριξ αὐτοῦ ἐπολιόρκει καὶ τὴν Ἄκωβαν, ὃς εἰς συνεργοὺς εὗρε καὶ αὐτὸς Γεώργιον τὸν Παλαιολόγον καί τινα τούτου ἐξάδελφον καὶ τὸν γαμβρὸν αὐτοῦ Μπουχάλην Μανουήλ, ὃς ἐμέ σαζον κατὰ τοῦ δεσπότου κὺρ Θωμᾶ. Καὶ ὁ μὲν παρέλαβε τάχα τὴν Ζαρνάταν, ὁ δεσπότης κὺρ Θωμᾶς λέγω, καὶ τὸ Λεῦκτρον καὶ τὸ πολὺ τῆς Μάνης ζυγόν, ἔτι δὲ καὶ τὴν Καλαμάταν. Τοῦ δὲ δεσπότου κὺρ ∆ημητρίου ἐρχομένου ἐμβῆναι ἐν τῷ Λεοντάρει, καὶ μαθὼν τοῦτο ὁ ἀ δελφὸς αὐτοῦ, δραμὼν ἐπρόλαβε καὶ εἰσῆλθεν ἐν τῷδε τῷ ἄστει· καὶ οὕ τως ὁ δεσπότης κὺρ ∆ημήτριος ἀπέμεινεν ἄπρακτος. Τοῦ δὲ Παλαιολό γου Γεωργίου καὶ τῶν Μπουχαλέων φυγόντων μόνων καὶ ἀπελθόντων σὺν αὐτῷ ἐπαναστρέφοντι εἰς Σπάρτην. 5. Ἔτι δὲ