1

 2

 3

 4

 5

3

θρέψαντες, ἥκετε καὶ αὐτοὶ παρ' ἡμῶν τραφησόμενοι. Σιτοδοτοῦμεν γὰρ καὶ ἡμεῖς, καὶ σιτοδοσίαν ἴσως τῆς ὑμετέρας οὐ φαυλοτέραν. ∆εῦτε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν· καλῶ μετὰ τῆς σοφίας ὑμᾶς εἰς τὴν ἐμὴν τράπεζαν. Ἐπαινῶ γὰρ τῆς εὐγνωμοσύνης, καὶ προστρέχω τῇ προθυμίᾳ, ὅτι ὡς ἐπὶ λιμένα ἴδιον ἡμᾶς κατηντήσατε, τῷ ὁμοίῳ προσδραμόντες, καὶ τὸ συγγενὲς τῆς πίστεως ἐτιμή σατε, καὶ τῶν ἀτόπων ἐνομίσατε, τοὺς μὲν ὑβριστὰς τῶν ἄνω συμφρονεῖν ἀλλήλοις καὶ συναρμόζε σθαι, καὶ τὸ καθ' ἕκαστον σαθρὸν οἴεσθαι διορ θοῦσθαι τῷ κοινῷ τῆς συστάσεως, καθάπερ τῶν σχοινίων τὰ τῇ πλοκῇ δυναμούμενα, αὐτοὶ δὲ μὴ συνιέναι, μηδὲ συνδεῖσθαι τοῖς ὁμογνώμοσιν, οἷς γε εἰκὸς μᾶλλον· αὐτοὶ γὰρ συνάγομεν καὶ θεό τητα. Καὶ ἵνα γε εἰδῆτε, μὴ μάτην προσδραμόντες ἡμῖν, μηδὲ ὡς ξένοις καὶ ἀλλοτρίοις, ἀλλ' ἐν ὑμετέ ροις καταχθέντες, καὶ καλῶς ὁδηγηθέντες ὑπὸ τοῦ Πνεύματος, βραχέα περὶ Θεοῦ φιλοσοφήσομεν ὑμῖν. Καὶ γνωρίσατε τὰ ὑμέτερα, ὥσπερ οἱ τοῖς ἐπισήμοις τῶν ὅπλων τὸ οἰκεῖον διαγινώσκοντες.

Ηʹ. ∆ύο διαφορὰς ἐν τοῖς οὖσι γινώσκω τὰς ἀνωτάτω, δεσποτείαν τε καὶ δουλείαν· οὐχ ἃς παρ' ἡμῖν, ἢ τύραννις ἔτεμεν, ἢ πενία διέστησεν, ἀλλ' ἃς φύσις διώρισεν, εἴ τῳ φίλον οὕτω καλεῖν. Τὸ γὰρ πρῶτον, καὶ ὑπὲρ τὴν φύσιν. Τούτων δὲ, ἡ μὲν ποιητική τέ ἐστι, καὶ ἀρχικὴ, καὶ ἀκίνητος· ἡ δὲ πεποιημένη, καὶ ὑπὸ χεῖρα, καὶ μεταπίπτουσα. Καὶ ἔτι συντομώ 36.249 τερον εἰπεῖν, ἡ μὲν ὑπὲρ χρόνον, ἡ δὲ ὑπὸ χρόνον. Καλεῖται δὲ ἡ μὲν, Θεὸς, καὶ ἐν τρισὶ τοῖς μεγίστοις ἵσταται, αἰτίῳ, καὶ δημιουργῷ, καὶ τελειοποιῷ· τῷ Πατρὶ λέγω, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι. Ἃ μήτε οὕτως ἀλλήλων ἀπήρτηται, ὡς φύσει τέμνεσθαι· μήτε οὕτως ἐστένωται, ὡς εἰς ἓν πρόσ ωπον περιγράφεσθαι· τὸ μὲν γὰρ τῆς Ἀρειανῆς μανίας, τὸ δὲ τῆς Σαβελλιανικῆς ἀθεΐας ἐστίν· ἀλλ' ἔστι, τῶν μὲν πάντη διαιρετῶν ἑνικωτέρα, τῶν δὲ τελείως μοναδικῶν ἀφθονωτέρα. Ἡ δὲ μεθ' ἡμῶν τέ ἐστι, καὶ καλεῖται κτίσις, κἂν ἄλλα ἄλλων ὑπεραίρῃ, κατὰ τὴν ἀναλογίαν τῆς πρὸς Θεὸν ἐγγύτητος.

Θʹ. Τούτων δὲ οὕτως ἐχόντων, ὅτῳ μὲν ἡ καρδία πρὸς Κύριον, ἴτω μεθ' ἡμῶν, καὶ προσκυνῶμεν τὴν μίαν ἐν τοῖς τρισὶ θεότητα, μηδὲν ταπεινότητος ὄνο μα τῇ ἀπροσίτῳ δόξῃ προσάγοντες, ἀλλὰ τὰς ὑψώσεις τοῦ ἑνὸς Θεοῦ ἐν τοῖς τρισὶ διαπαντὸς ἐν τῷ λάρυγγι φέροντες. Ἧς γὰρ οὐδὲ μέγεθος φύσεως κυρίως ἔστιν εἰπεῖν, διὰ τὸ ἄπειρον καὶ ἀόριστον, πῶς ταύτῃ τα πεινότητα ἐπεισάξομεν; Ὅστις δὲ ἀλλοτρίως ἔχει Θεοῦ, καὶ διὰ τοῦτο τέμνει τὴν μίαν καὶ ὑπὲρ πάντα τὰ ὄντα οὐσίαν εἰς ἀνισότητα φύσεων, θαυμαστὸν, εἰ μὴ τῇ ῥομφαίᾳ τμηθήσεται, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων τεθήσεται, πονηρὸν δρεπομένου πονηρᾶς δόξης καρπὸν, καὶ νῦν καὶ ὕστερον.

Ιʹ. Περὶ μὲν γὰρ τοῦ Πατρὸς, τί χρὴ καὶ λέγειν, οὗ καὶ τὸ παρὰ πάντων συγκεχωρηκὸς φείδεσθαι ταῖς φυσικαῖς ἐννοίαις προκατειλημμένων; Εἰ καὶ τῆς ἀτιμίας τὰ πρῶτα ἠνέγκατο, πρῶτος τμηθεὶς εἰς Ἀγαθὸν καὶ ∆ημιουργὸν παρὰ τῆς ἀρχαίας και νοτομίας. Περὶ δὲ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, σκοπεῖτε ὡς ἁπλῶς καὶ συντόμως διαλεξώμεθα. Εἰ μέν τις ἔχοι τούτων τι λέγειν τρεπτὸν ἢ ἀλλοιω τὸν, ἢ χρόνῳ, ἢ τόπῳ, ἢ δυνάμει, ἢ ἐνεργείᾳ με τρούμενον, ἢ οὐ φυσικῶς ἀγαθὸν, ἢ οὐκ αὐτοκίνητον, ἢ οὐκ αὐτεξούσιον, ἢ λειτουργὸν, ἢ ὑμνῳδὸν, ἢ φοβού μενον, ἢ ἐλευθερούμενον, ἢ οὐ συναριθμούμενον· δεικνύτω τοῦτο, καὶ ἡμεῖς στέρξομεν, συνδούλων σεμνότητι δοξαζόμενοι, εἰ καὶ Θεὸν ζημιούμεθα. Εἰ 36.252 δὲ πάντα ὅσα ἔχει ὁ Πατὴρ, τοῦ Υἱοῦ ἐστι, πλὴν τῆς αἰτίας· πάντα δὲ ὅσα τοῦ Υἱοῦ, καὶ τοῦ Πνεύ ματος, πλὴν τῆς υἱότητος, καὶ τῶν ὅσα σωματικῶς περὶ αὐτοῦ λέγεται διὰ τὸν ἐμὸν ἄνθρωπον, καὶ τὴν ἐμὴν σωτηρίαν, ἵνα τὸ ἐμὸν λαβὼν, τὸ ἑαυτοῦ χαρίσηται διὰ τῆς καινῆς ἀνακράσεως· παύσασθε παραληροῦντες ὀψὲ γοῦν, ὦ