3
πόρρωθεν τοῖς δικαίοις τὴν δόξαν ηὐτρέπιζε, συνεχώρησε δὲ τοῖς πειρασμοῖς δοκιμάσαι τὸν νέον τὰς τῶν φιλοψόγων ἀποκλείων φωνάς· δοκιμὴν γὰρ μὴ δεδωκότος τοῦ Ἰωσὴφ οἱ φιλόψογοι ἂν ἔλεγον συντυχίας εἶναι τυφλῆς τὰ πραττόμενα· Αἰγυπτίων Ἰωσὴφ βασιλεύει, βαρβάρων δεσπόζει παιδάριον· ποίαν ἀρετὴν ἐνδειξάμενον; ὑπὲρ ποίας τούτου τετυχηκὸς ἀρετῆς; ἵνα οὖν ταῦτα περὶ τοῦ δικαίου μὴ λέγηται, προλαμ 9.217 βάνων ὁ θεὸς τοὺς ἐπ' αὐτὸν πειρασμοὺς συγχωρεῖ, ὥστε τὴν ἀπ' ἐκείνων τῷ δικαίῳ μαρτυρίαν γενέσθαι καὶ ῥάψαι τῶν φιλοψόγων τὰ στόματα.
Ἀποστρεφώμεθα τοίνυν τὰς ἐκ μορφῆς πορνικῆς ἐπερχομένας βολάς, κλείωμεν ἀσελγήμασι τὸ βλέμμα, γελάσθωσαν παρ' ἡμῖν ἡδονῶν ἀταξίαι, φρουραρχείτω τὴν σάρκα σωφροσύνη, καθαρότης ἐγκείτω τοῖς μέλεσι, τριβώμεθα λογισμοῖς φιλοκάλοις, λάμπωμεν ἔργων αὐγαῖς, ἐσμηγμένῳ περιστίλβωμεν βίῳ, καθαρὸν τὸ σῶμα ναὸν τῆς τοῦ πνεύματος οἰκήσεως φυλάττωμεν, ἐπιγράψωμεν αὐτὸ ἐπιγράμματι τὴν φοβερὰν τοῖς ἀκολάστοις παραγγελίαν βοῶντι· Εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός. Ἐβουλόμην ὑμῶν μηδὲ πρὸς μικρὸν διαζεύγνυσθαι· τί γὰρ γλυκύτερον πατρὶ συνουσίας ἀγαπωμένων υἱῶν; ἀλλ' ἐπειδὴ καλεῖ πρὸς ἀγῶνας τῆς εὐσεβείας ὁ λόγος, δεῖ δραμεῖν πρὸς τὰ σκάμματα τῆς ἐκκλησίας εὐχῶν συνεργοὺς εἰληφότα. ἀλλ' ἐκεῖνο παρακαλῶ τὴν ὑμετέραν ἀγάπην· φυλάττετε τὴν ἐκκλησιαστικὴν εὐταξίαν, κἄν τινες ταραχὰς παρεμβάλλωσι, νικᾶτε μακροθυμίᾳ τὰς ταραχάς· ἔσται γὰρ οὐκ εἰς μακρὰν τῶν θορύβων διόρθωσις. μὴ ταράττεσθε φήμαις, μὴ φλυαρίαις παρακινεῖσθε, ἀλλ' εὐχὰς ἡμῖν συνοδοιπόρους συμπέμψατε, ἵνα ταῖς εὐχαῖς ὑμῶν δυναμούμενοι εἴπωμεν ἐν παντὶ καιρῷ παρὰ τῆς θείας βοηθούμενοι ἰσχύος· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.