3
νοητοῦ, οὕτω καὶ τὸν παράδεισον νοοῦμεν μὲν καὶ σωματικῶς, ἀλληγοροῦμεν δὲ καὶ πνευματικῶς.
Ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς. τὰ μὲν ὀνόματα τῶν φυτῶν σεσιώπηται, ὁ δὲ τόπος, ἐν ᾧ ἐφύτευσε, δεδήλωται, τουτέστιν ἐν τῇ τρυφῇ· Ἐδὲμ γὰρ τρυφὴ ἑρμηνεύεται. ἆρα οὖν τρυφὴν τὴν διὰ στόματος ὀνομάζει τὴν τῇ κοιλίᾳ παραδιδομένην καὶ ἧς τέλος ὁ ἀφεδρών, καὶ τοῦτό ἐστιν ἡ παρὰ θεοῦ χάρις περὶ τὸν ἄνθρωπον γαστρὸς πλήρωσις καὶ σαρκὸς εὐπάθεια καὶ διάχυσις ἡδονὴν ἐμποιοῦσα; ἢ τοῦτο μὲν εἰπεῖν οὐδὲ εὐσεβές; ἀκολασίας γάρ που καὶ ὕβρεως καὶ πάντων ὁμοῦ τῶν ἀπηγορευμένων ἐφόδιον ὑπερπιαίνειν τὸ σῶμα καὶ καταβαπτίζειν τῷ πλήθει τῶν βρωμάτων τὴν ἐνοικοῦσαν ψυχὴν εὐκατάφορον ποιοῦντα πρὸς πᾶσαν ἁμαρτίαν. οὐκοῦν ἄλλην χρὴ νοῆσαι τρυφὴν ἀξίαν θεοῦ, ἵνα καὶ ἡ φυτεία πρέπουσα τῇ γεωργίᾳ τοῦ θεοῦ 82aλογισθῇ. τίς οὖν δύναται γενέσθαι τρυφὴ ἁγίοις ἀρμόττουσα; ἄκουσον τοῦ λέγοντος· Κατατρύφησον τοῦ κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου. Ἐπεὶ οὖν ἄπειρον τὸ ποικίλον τῆς ἀρετῆς καὶ τὸ κάλλος ἀμήχανον, ἀπὸ τῆς πολυτρόπου τοῦ θεοῦ σοφίας τὴν ἀρχὴν εἰληφότα, διὰ τοῦτο γέγραπται ὅτι Ἐφύτευσεν ὁ θεὸς παράδεισον οὐχὶ κατὰ ἀνατολήν, ἀλλὰ Κατὰ ἀνατολάς. ἕκαστον γὰρ τῶν πεφυτευμένων παρὰ τοῦ κυρίου φυτῶν ἐν ἰδίῳ φωτὶ ἀρετῆς κεκαλλωπισμένον ἐξήστραπτεν. ἐκεῖ Τοῦ ποταμοῦ τὰ ὁρμήματα τοῦ εὐφραίνοντος τὴν πόλιν τοῦ θεοῦ. ἀλλαχοῦ δὲ Χειμάρρους τρυφῆς ὀνομάζεται, τρέφων καὶ αὔξων τῶν νοητῶν ἐκείνων φυτῶν τὰ κάλλη, ὅστις καὶ ἐν τοῖς ἑξῆς τῆς προκειμένης γραφῆς λέγεται Ποταμὸς ὁ πορευόμενος ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον. Ἐν μὲν οὖν τοῖς κατόπιν ἐγέγραπτο ὅτι πρότερον τὴν κτίσιν πληρώσας οὕτως ἐπεισήγαγεν εἰς ἀρχὴν οἱονεὶ καὶ κυριότητα ταύτης τὸν ἄνθρωπον, νῦν δὲ τὸ ἀνάπαλιν πρότερον ἔπλασε τὸν ἄνθρωπον καὶ τότε ἐφύτευσε τὸν παράδεισον. ἡ δὲ αἰτία ὅτι ἐκεῖ μέν, ἵνα πληρώσῃ τὸν οἶκον, τὸν οἰκοδεσπότην εὐθὺς ἐπεισήγαγε καὶ ἵνα μὴ πένητα κτίσας ὕστερον τὴν εὐπορίαν αὐτῷ χαρίσηται, ἐνταῦθα δὲ τὴν ἐκ προκοπῆς τελείωσιν χαρισάμενος ἀλλαχοῦ ἔκτισε καὶ ὕστερον ἐγκατοικίζει τῷ παραδείσῳ, ἵνα τὸ διάφορον καταμαθὼν τῆς τε ἔξω ζωῆς καὶ τῆς ἐν παραδείσῳ διαγωγῆς ἐκ τῆς συγκρίσεως ἑκατέρων καὶ αὐτῆς τῆς πείρας γνωρίσῃ μὲν τὴν ὑπεροχὴν τοῦ ἐν αὐτῷ κάλλους, φοβηθῇ δὲ τῆς ἐκπτώσεως τὴν ζημίαν. 83a Ἵνα δὲ νοήσῃς φυτείαν ἀξίαν θείας χειρὸς καὶ ἐργασίας, μνήσθητι τῶν ἐν τῷ εὐαγγελίῳ παρὰ τοῦ κυρίου πρὸς τοὺς μαθητὰς εἰρημένων ὅτι Ὑμεῖς ἐστε τὰ κλήματα, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστι· δηλονότι ὡς παρ' αὐτοῦ φυτευθέντες. ταύτης εἰσὶ τῆς φυτείας καὶ οἱ ἐν τῷ οἴκῳ κυρίου πεφυτευμένοι, ὡς γέγραπται, καὶ ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ ἡμῶν ἐξανθοῦντες. τὸ δ' αὐτὸ καὶ ἐν τῷ προφήτῃ· Ἐγὼ ἐφύτευσα ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν. ὁ δὲ μιμητὴς τοῦ Χριστοῦ Παῦλος ἀποτολμᾷ καὶ λέγει ὅτι Θεοῦ συνεργοί ἐσμεν· θεοῦ γεώργιόν ἐστε· Ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ὁ δὲ θεὸς ηὔξησεν. καὶ ὁ δίκαιος δὲ ὁ παρὰ τῷ ∆αβὶδ ὡμοίωται τῷ ξύλῳ τῷ πεφυτευμένῳ παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται· καὶ πάλιν ∆ίκαιος ὡς φοῖνιξ ἀνθήσει· καὶ Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη καὶ κατεφύτευσας αὐτήν.
Πειράθητι τοίνυν διὰ τῶν τοιούτων διδαγμάτων ἐν περινοίᾳ γενέσθαι τοῦ παραδείσου ἐκείνου καὶ φθάσαι καὶ αὐτὸς εἰς τὰς αὐγὰς τοῦ θείου φωτός· ἔνθα τὸ φῶς τῆς γνώσεως ἀνατέλλει, ἔνθα ὁ παράδεισος τῆς τρυφῆς πεφύτευται. κἂν χωρίον δέ τι νοῇς σωματικόν, δεκτικὸν τῶν ἁγίων, ἐν ᾧ πάντες οἱ ἐπὶ γῆς διαλάμψαντες ἐν ἔργοις ἀγαθοῖς διαιτῶνται τῆς τοῦ θεοῦ ἀπολαύοντες χάριτος κατὰ ἀξίαν ἀμοιβὴν καὶ τῆς ἀληθινῆς καὶ μακαρίας τερπνότητος, οὐκ ἀποπίπτεις τάχα οὐδ' οὕτως τῆς πρεπούσης περὶ αὐτοῦ εἰκασίας. ἐκεῖ γ' οὖν ἐρριζωμέναι εἰσὶ καὶ παγίως ἐρηρεισμέναι αἱ ἀγαθαὶ δυνάμεις, λειτουργοὶ τῶν ἁγίων, αἷς ὁ ἄνθρωπος παρεδόθη