1

 2

 3

 4

 5

3

τρέμων τοῖς τοῦ ∆εσπότου προστάγμασιν, οὐδὲ προσ κυνεῖς κατὰ τὸ δοκοῦν τοῖς κρατοῦσιν;» Οἱ γὰρ ἀμφὶ Μαξιμιανὸν τότε τῆς βασιλείας ἡγοῦντο. Ὃς στεῤῥῷ τῷ προσώπῳ καὶ ἀκαταπλήκτῳ τῇ γνώμῃ, εὔστοχον τὴν ἀπόκρισιν τοῖς λεχθεῖσιν ἐπέθηκεν· «Θεοὺς μὲν οὐκ οἶδα (οὐδὲ γὰρ εἰσὶ κατὰ τὴν ἀλή θειαν)· δαίμονας δὲ ὑμεῖς ἀπατεῶνας πλανᾶσθε τῇ τοῦ Θεοῦ τιμῶντες προσηγορίᾳ· ἐμοὶ δὲ Θεὸς ὁ Χρι στὸς, ὁ τοῦ Θεοῦ μονογενὴς Υἱός. Ὑπὲρ τῆς εὐσεβείας τοίνυν καὶ τῆς ὁμολογίας τῆς εἰς ἐκεῖνον, καὶ ὁ τιτρώσκων τεμνέτω, καὶ ὁ μαστίζων ξαινέτω, καὶ ὁ καίων προσαγέτω τὴν φλόγα, καὶ ὁ ταῖς φωναῖς μου ταύταις ἀχθόμενος ἐξαιρέτω τὴν γλῶσσαν· καθ' ἕκαστον γὰρ μέλος, τὸ σῶμα τῷ κτίσαντι χρεωστεῖ τὴν ὑπομονήν.» Ἡττήθησαν τῶν λόγων οἱ τύραννοι· καὶ τὴν πρώτην προσβολὴν τοῦ ἀριστέως οὐκ ἤνεγ καν, νεανίσκον βλέποντες πρὸς τὸ πάθος σφριγῶντα, καὶ ὡς ἡδύ τι πόμα τὴν τελευτὴν ἐφελκόμενον. Ὡς δὲ ἐκεῖνοι μικρὸν ἐπεῖχον ἠπορημένοι, καὶ βουλευό μενοι τὸ πρακτέον· εἷς τις τῶν ἐν τέλει στρατιώτης κομψὸς εἶναι οἰόμενος, ἐπιχλευάζων ὁμοῦ τὴν ἀπό κρισιν τὴν τοῦ μάρτυρος, «Ἔστι γὰρ,» ἔφη, «Υἱὸς, ὦ Θεόδωρε, τῷ σῷ Θεῷ; καὶ γεννᾷ ἐκεῖνος, ὡς ἄν θρωπος ἐμπαθῶς;» «Ἐμπαθῶς μὲν ὁ ἐμὸς,» ἔφη, «Θεὸς οὐκ ἐγέννησεν· ἀλλὰ καὶ Υἱὸν ὁμολογῶ, καὶ θεοπρεπῆ λέγω τὴν γέννησιν· σὺ, ὦ νηπιώδη τὸν λογισμὸν καὶ ἄθλιε, οὐκ ἐρυθριᾷς οὐδὲ ἐγκαλύπτῃ καὶ θήλειαν ὁμολογῶν θεὰν, καὶ ὡς μητέρα δώδεκα παίδων τὴν αὐτὴν προσκυνῶν, πολύτοκόν τινα δαί μονα κατὰ τοὺς λαγωοὺς ἢ τὰς ὕας εὐκόλως καὶ ἐγ κυϊσκομένην καὶ ἀποτίκτουσαν;»

Οὕτως δὲ τοῦ ἁγίου διπλοῦν ἀντιστρέψαντος τῷ εἰδωλολάτρῃ τὸν καταγέλωτα, σχῆμα πλασάμενοι φιλανθρωπίας οἱ τύραννοι, «Ὀλίγος,» φασὶ, «πρὸς διάσκεψιν ἐνδοθήτω τῷ μαινομένῳ καιρός· ἴσως κατὰ 46.744 σχολὴν δοὺς ἑαυτῷ γνώμην, μετάθηται πρὸς τὸ βέλτιον.» Μανίαν γὰρ οἱ ἔκφρονες τὴν σωφροσύνην ἐκάλουν· ἔκστασιν δὲ καὶ παραφορὰν, τὴν εὐλάβειαν· ὥσπερ ὅταν οἱ μεθύοντες, τὸ ἴδιον πάθος τοῖς νήφου σιν ὀνειδίζωσιν. Ἀλλ' ὁ εὐσεβὴς ἄνθρωπος καὶ τοῦ Χριστοῦ στρατιώτης, εἰς ἀνδρικὴν πρᾶξιν τῇ δοθείσῃ σχολῇ κατεχρήσατο. Ποίᾳ ταύτῃ; Καιρὸς ὑμῖν μετ' εὐφροσύνης ὑποδέξασθαι τὸ διήγημα· Τῇ μυθευομένῃ μητρὶ τῶν θεῶν, ναὸς ἦν ἐπὶ τῆς μετροπόλεως Ἀμα σείας, ὃν οἱ τότε πλανώμενοι, αὐτοῦ που περὶ τὰς ὄχθας τοῦ ποταμοῦ τῇ ματαιότητι κατεσκεύασαν. Τοῦτον ὁ γενναῖος, ἐν τῷ τῆς δοθείσης ἀδείας καιρῷ ἐπιτηρήσας εὔκαιρον ὥραν, καὶ αὖραν ἐπίφορον, ἐμπρήσας κατέφλεξεν, ἔργῳ τοῖς ἀλιτηρίοις δοὺς τὴν ἀπόκρισιν, ἣν πάντως ἀνέμενον μετὰ τὴν διάσκεψιν. Ἐπιδήλου δὲ τοῦ πράγματος ταχέως ἅπασι γενομέ νου (καὶ γὰρ ἐν τῷ μέσῳ τῆς πόλεως φανερώτατον ἐξήφθη τὸ πῦρ), οὐκ ἐπεκρύψατο τὴν ἐγχείρησιν, οὐδὲ ἐσπούδασε τὸ λαθεῖν· ἀλλ' ἔνδηλος ἦν, καὶ σφόδρα γε τῷ κατορθώματι γαυριῶν, καὶ ὑπερχαίρων τῇ ταραχῇ τῶν ἀθέων, ἣν ἐταράττοντο, τῷ ναῷ περιαλ γοῦντες καὶ τῷ ξοάνῳ. Καὶ μέντοι κατεμηνύθη τοῖς ἄρχουσιν, ὡς αὐτουργήσας τὸν ἐμπρησμόν· καὶ πάλιν κριτήριον φοβερώτερον τοῦ προτέρου· ὥσπερ οὖν καὶ εἰκὸς, ἐπισυμβάντος τηλικούτου τοῦ παροξύναντος. Καὶ οἱ μὲν ἐπὶ τὸν δικαστικὸν ἀνέβησαν θρό νον. Θεόδωρος δὲ εὐπαῤῥησίαστος ἐν τοῖς μέσοις ἄρ χοντος θάρσος ἔχων ἐν τῇ στάσει τοῦ κρινομένου ἐρω τώμενος, καὶ τῷ τάχει τῆς ὁμολογίας τὴν ἐρώτησιν ἐπικόπτων. Ἐπειδὴ δὲ ἀκατάπληκτος ἦν, καὶ πρὸς οὐδὲν ἐφείδετο τῶν ἀπειλουμένων δεινῶν, εἰς τοὐναν τίον μετεβλήθησαν τρόπον· καὶ φιλανθρώπως διαλε γόμενοι, ἐπαγγελίαις ὑποσύρειν ἐπειρῶντο τὸν δίκαιον. «Καὶ γίνωσκε,» φασὶν, «ὡς εἰ βουληθείης εὐπειθῶς τὴν συμβουλὴν τὴν ἡμετέραν προσδέξασθαι, εὐθύς σε καταστήσομεν ἐξ ἀφανῶν γνώριμον, ἐξ ἀδόξων ἔντιμον· καί σοι τῆς ἀρχιερωσύνης ἐπαγγελλόμεθα τὴν ἀξίαν.» Ὡς δὲ τοῦ τῆς ἀρχιερωσύνης ἀξιώματος ἤκουσεν, ἐγγελάσας μακρὸν ὁ τρισμακάριος εἶπεν· «Ἐγὼ καὶ τοὺς ἱερέας τῶν εἰδώλων ἀθλίους κρίνων, καὶ ὡς ματαίας πράξεως ὑπηρέτας, οἰκτείρω· τοὺς δὲ ἀρχιερέας ἐπὶ