1

 2

 3

 4

 5

4

πλεῖον ἐλεῶ καὶ βδελύσσομαι· ἐπὶ γὰρ τῶν χειρόνων, ὁ μείζων καὶ πρωτοτακτῶν ἀθλιώ τερος· ὡς ἐν τοῖς ἀδίκοις, ὁ ἀδικώτερος· ὡς ἐν τοῖς φονεῦσιν, ὁ μᾶλλον ὠμός· ὡς ἐν τοῖς ἀκολάστοις, ὁ ἀσελγέστερος· καὶ διὰ τοῦτο ἐντεῦθεν ἤδη διὰ τῶν ὀλεθρίων ἐπαγγελιῶν καταβάλετε· λελήθατε γάρ μοι, ὦ οὗτοι, τὴν κορυφὴν τῶν κακῶν ὑποσχόμενοι· τῷ δὲ εὐσεβῶς καὶ ὀρθῶς ζῇν προαιρουμένῳ, παραῤῥι πτεῖσθαι καλὸν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μᾶλλον, ἢ οἰκεῖν ἐν σκηνώμασιν ἁμαρτωλῶν. Ἐγὼ καὶ τοὺς βασιλέας τούτους, ὧν τὸν ἄνομον συνεχῶς ὑπαναγινώσκετε νόμον, ἐλεῶ, ὅτι αὔταρκες ἐν ἀνθρώποις ἀξίωμα τὸ κράτος τῆς βασιλείας ἔχοντες, τὴν τοῦ ἀρχιερέως ἑαυτοῖς προσηγορίαν ἀνέθεσαν, καὶ τὴν πενθήρη καὶ σκοτεινὴν πορφύραν ἐκεῖθεν ἀμπίσχονται, κατὰ μίμη σιν τῶν κακοδαιμόνων ἀρχιερέων, ἀξιώματι φαιδρῷ σκυθρωπὸν περιφέροντες ἔνδυμα· ἔστι δὲ ὅτε καὶ μιαρῷ βωμῷ πλησιάζοντες, ἀντὶ βασιλέων γίνονται 46.745 μάγειροι ὄρνεις θύοντες, καὶ βοσκημάτων ἀθλίων σπλάγχνα διερευνώμενοι, καὶ τῷ λύθρῳ τοῦ αἵματος, ὡς κρεωπῶλαί τινες τὴν ἐσθῆτα μολύνοντες.»

Μετὰ ταύτας τὰς φωνὰς τοῦ δικαίου, οὐκέτι οὐδὲ τὴν πλαστὴν φιλανθρωπίαν καὶ ἐσχηματισμένην οἱ ἄρχοντες ἐπεδείκνυντο· ἀλλὰ καὶ ἀσεβέστατον πρὸς τοὺς Θεοὺς καλοῦντες, καὶ ἔτι τῶν βασιλέων ὑβριστὴν καὶ βλάσφημον, πρῶτον μὲν ἐπὶ τοῦ βασανιστηρίου ξύλου κρεμάσαντες, τὸ σῶμα κατέξαινον· ὁ δὲ, τῶν δημίων σφοδρῶς ἐνεργούντων, καρτερὸς ἦν καὶ ἀνέν δοτος, καὶ στῖχον ἐκ τῆς Ψαλμωδίας ταῖς βασάνοις ἐπῇδεν· Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. Καὶ οἱ μὲν τῶν σαρκῶν ἀπέξεον· ὁ δὲ ἔψαλλεν, ὡς ἄλλου τινὸς ὑφισταμένου τὴν τιμωρίαν. ∆ιεδέξατο τὴν κόλασιν ταύτην τὸ δεσμωτήριον, καὶ πάλιν ἐκεῖ θαῦμα ἐτελεῖτο περὶ τὸν ἅγιον, καὶ νύκτωρ φωνὴ πλήθους ψαλλόντων ἠκούετο, καὶ λαμπάδων ἐπιφαινουσῶν, ὡς ἐν παννυχίδι αὐγὴ ἑωρᾶτο τοῖς ἔξωθεν, ὡς καὶ τὸν δεσμοφύλακα πρὸς τὴν παράδοξον ὄψιν καὶ ἀκοὴν ταραχθέντα, εἰσπηδῆσαι εἰς τὸν οἰκίσκον, καὶ μηδένα εὑρεῖν πλὴν τοῦ μάρτυρος ἡσυχάζοντος, καὶ τῶν ἄλλων δεσμωτῶν καθευδόντων. Ἐπειδὴ δὲ πολλῶν γινομένων ἤκμαζε πρὸς τὴν ὁμολογίαν καὶ τὴν εὐσέβειαν, ἦλθεν ἐπ' αὐτὸν ἡ κατακρίνουσα ψῆφος, καὶ πυρὶ τελειωθῆναι κελευσθεὶς, αὐτὸς μὲν ἀπῆλθε τὴν καλὴν καὶ μακαρίαν πρὸς Θεὸν πορείαν· ἡμῖν δὲ τὴν μνήμην τοῦ ἀγῶνος διδασκάλιον κατέλιπε, λαοὺς ἀθροίζων, ἐκκλησίαν παιδεύων, δαίμονας ἀπελαύνων, ἀγγέλους εἰρηνικοὺς κατάγων, ζητῶν ὑπὲρ ἡμῶν παρὰ Θεοῦ τὰ συμφέροντα, ἰατρεῖον νόσων ποικίλων τὸν τόπον τοῦτον ἀπεργασάμενος, λιμένα τῶν χειμαζομένων ταῖς θλίψεσι, πενήτων εὐθηνουμένων ταμιεῖον, ὁδοιπόρων ἀνεκτὸν καταγώγιον, πανήγυριν τῶν ἑορταζόντων ἄληκτον.

Εἰ γὰρ καὶ ἐνιαυσιαίοις ἑορταῖς τὴν ἡμέραν ταύτην τελοῦμεν, ἀλλ' οὐδέποτε λήγει τῶν κατὰ σπουδὴν ἀφικνουμένων τὸ πλῆθος, τῶν μυρμήκων δὲ σώζει τὴν ὁμοιότητα ἡ ἐπὶ τάδε φέρουσα λεωφόρος, τῶν μὲν ἀνιόντων, τῶν δὲ ὑποχωρούντων τοῖς ἐρχομένοις. Ἡμεῖς μὲν οὖν, ὦ μακάριε, τὸν τοῦ ἐνιαυτοῦ κύκλον καταλαβόντες φιλανθρωπίᾳ τοῦ κτίσαντος, ἠθροίσαμέν σοι τὴν πανήγυριν, τὸν ἱερὸν τῶν φιλομαρτύρων σύλλογον, τόν τε κοινὸν προσκυνοῦντες ∆εσπότην, καὶ τὴν ἐπινίκιον πληρώσαντες τῶν σῶν ἀγώνων ὑπόμνησιν· σὺ δὲ, δεῦρο δὴ πρὸς ἡμᾶς, ὅπου ποτ' ἂν ᾖς, τῆς ἑορτῆς ἔφορος (καλέσαντα γάρ σε ἀντικαλοῦμεν)· καὶ εἴτε τῷ ὑψηλῷ αἰθέριον διαιτᾷ, εἴτε τινὰ ἐπουράνιον ἀψίδα περιπολεῖς, ἢ χοροῖς 46.748 ἀγγέλων συντεταγμένος τῷ ∆εσπότῃ παρέστηκας, ἢ μετὰ δυνάμεων καὶ ἐξουσιῶν, ὡς δοῦλος πιστὸς προσκυνεῖς· μικρὸν τὰ αὐτόθι παραιτησάμενος, ἧκε πρὸς τοὺς τιμῶντάς σε ἀόρατος φίλος· ἱστόρησον τὰ τελούμενα, ἵνα τὴν εἰς Θεὸν εὐχαριστίαν διπλασιάσῃς, τὸν ἀντὶ πάθους ἑνὸς, καὶ μιᾶς εὐσεβοῦς ὁμολογίας, τοσαύτας σοι τὰς ἀμοιβὰς χαρισάμενον· εὐφρανθείης δὲ τῷ αἵματι καὶ τῇ τοῦ πυρὸς ἀλγηδόνι. Ὅσους γὰρ εἶχες