1

 2

 3

3

Εἴθε γὰρ γένοιτό ποτε καὶ ἐκείνοις τὸ γλεῦκος τοῦτο, ὁ νεοθλιβὴς οὗτος οἶνος, ὁ ἐκ τῆς ληνοῦ προχεθεὶς, ἣν ἐπάτησε διὰ τοῦ Εὐαγγελίου ὁ Κύριος, ἵνα σοι πότιμον τοῦ ἰδίου βότρυος τὸ αἷμα ποιήσῃ. Εἴθε γὰρ ἐπληρώθησαν κἀκεῖνοι τοῦ νέου τούτου οἴνου, ὃν γλεῦκος ὠνόμασαν, ὃς τὴν διὰ τοῦ αἱρετικοῦ ὕδατος ἐπιμιξίαν παρὰ τῶν καπήλων οὐκ ἔπαθε· πάντως γὰρ καὶ τοῦ Πνεύματος πλήρεις ἐγένοντο, δι' οὗ τὸ παχύ τε καὶ ἰλυῶδες τῆς ἀπιστίας οἱ Πνεύματι ζέοντες ἀφ' ἑαυτῶν ἐξαφρίζουσιν. Ἀλλ' οὐ δύνανται οἱ τοιοῦτοι ἐν ἑαυτοῖς τὸ γλεῦκος δέξασθαι, ἔτι τὸν παλαιὸν ἀσκὸν περιφέροντες, ὃς περικρατεῖν τὸν τοιοῦτον μὴ δυνάμενος οἶνον, αἱρετικῶς ἀποῤῥήγνυται. Ἀλλ' ἡμεῖς, ἀδελφοὶ, καθώς φησιν ὁ Προφήτης, ∆εῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, πίνοντες, καὶ τὰ τῆς εὐσεβείας γλυκάσματα, καθὼς ὁ Ἔσδρας διακελεύεται, καὶ ταῖς τῶν ἀποστόλων τε καὶ προφητῶν χοροστασίαις ἐμφαιδρυνόμενοι, κατὰ τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐπὶ τῇ ἡμέρᾳ ταύτῃ, ἣν ἐποίησεν ὁ Κύριος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.