1

 2

 3

 4

 5

 6

3

μαρτυρίου, τῇ τῶν δαιμόνων συμμαχίᾳ προσ έδραμον. Εἰ μὲν γὰρ ἀθετήσει τῆς πίστεως καὶ πρὸς τὸ μὴ πιστεύειν εἶναι Θεὸν τὸν παρὰ τῶν Χριστιανῶν προσκυνούμενον, ἐκεῖνο ἐποίησαν, δηλαδὴ τῷ κρί ματι τῶν παραβάντων ὑπαχθήσονται. Εἰ δέ τις ἀβά στακτος ἀνάγκη κατακρατήσασα τῆς μικροψυχίας αὐτῶν, εἰς τοῦτο προσήγαγε διά τινος ἠπατημένης ἐλπίδος παρακρουσθέντας, ὡσαύτως ἔσται καὶ ἐπ' αὐτῶν ἡ φιλανθρωπία, καθ' ὁμοιότητα τῶν πρὸς τὰς βασάνους ἐν τῷ καιρῷ τῆς ὁμολογίας ἀντισχεῖν μὴ δυνηθέντων. Τῶν δὲ δι' ἐπιθυμίαν τε καὶ ἡδονὴν γινομένων ἁμαρτημάτων τοιαύτη ἐστὶν ἡ διαίρεσις· τὸ μὲν γὰρ καλεῖται μοιχεία, τὸ δὲ πορνεία. Τισὶ μὲν οὖν τῶν ἀκριβεστέρων ἤρεσε καὶ τὸ κατὰ πορνείαν πλημμέλημα, μοιχείαν εἶναι νομίζειν, διότι μία ἐστὶν ἡ νό μιμος συζυγία, καὶ γυναικὶ πρὸς ἄνδρα, καὶ ἀνδρὶ πρὸς γυναῖκα. Πᾶν οὖν τὸ μὴ νόμιμον παράνομον πάντως, καὶ ὁ μὴ τὸ ἴδιον ἔχων, δηλαδὴ τὸ ἀλλό τριον ἔχει· τῷ γὰρ ἀνθρώπῳ μία δέδοται παρὰ τοῦ Θεοῦ βοηθὸς, καὶ τῇ γυναικὶ μία ἐφήρμοσται κεφα λή. Οὐκοῦν εἰ μέν τις τὸ ἴδιον αὐτοῦ σκεῦος, κα θὼς ὀνομάζει ὁ θεῖος Ἀπόστολος, ἑαυτῷ κτήσαιτο, συγχωρεῖ ὁ νόμος τῆς φύσεως τὴν δικαίαν χρῆσιν.

Εἰ δέ τις ἔξω τοῦ ἰδίου τραπείη, ἐν ἀλλοτρίῳ πάντως γενήσεται· ἀλλότριον δὲ ἑκάστῳ πᾶν τὸ μὴ ἴδιον, κἂν μὴ ὁμολογούμενον ἔχει τὸν κυριεύοντα. Οὔκουν πόῤῥω τοῦ κατὰ τὴν μοιχείαν πλημμελήματος, καὶ ἡ πορνεία τοῖς τὸν ἀκριβέστερον ἐξετάζουσι λόγον ἐδείχθη, λεγούσης καὶ τῆς θείας Γραφῆς· ὅτι Μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν· πλὴν ἀλλ' ἐπειδὴ τοῖς ἀσθενεστέροις ἐγένετό τις παρὰ τῶν Πατέρων συμ περιφορὰ, διεκρίθη τὸ πλημμέλημα τῇ γενικῇ διαι ρέσει ταύτῃ, ὡς πορνείαν μὲν εἶναι καὶ λέγεσθαι, τὴν χωρὶς ἀδικίας ἑτέρου γινομένην τισὶ τῆς ἐπιθυ μίας ἐκπλήρωσιν· μοιχείαν δὲ, τὴν ἐπιβουλήν τε καὶ τὴν ἀδικίαν τοῦ ἀλλοτρίου. Ἐν ταύτῃ δὲ καὶ τὴν ζωοφθορίαν καὶ τὴν παιδεραστίαν εἶναι λογίζονται· διότι καὶ ταῦτα φύσεώς ἐστι μοιχεία. Εἰς γὰρ τὸ ἀλ λότριόν τε καὶ παρὰ φύσιν γίνεται ἡ ἀδικία. Ταύτης τοίνυν τῆς διαιρέσεως καὶ ἐν τούτῳ τῷ εἴδει τῆς ἁμαρ τίας γεγενημένης, καθολικὴ μέν ἐστι θεραπεία, τὸ τῆς ἐμπαθοῦς λύσσης, τῆς περὶ τὰς τοιαύτας ἡδονὰς, καθαρὸν ἐκ μεταμελείας γενέσθαι τὸν ἄνθρωπον· ἐπὶ δὲ τῶν ἐν πορνείᾳ μολυνθέντων ἀδικία τις τῇ ἁμαρτίᾳ ταύτῃ οὐ καταμέμικται· διὰ τοῦτο διπλάσιον ὡρίσθη τῆς ἐπιστροφῆς ὁ χρόνος τοῖς ἐν μοιχείᾳ μιαν θεῖσι, καὶ ἐν τοῖς ἄλλοις τοῖς ἀπηγορευμένοις κακοῖς, ζωοφθορίᾳ τε καὶ τῇ κατὰ τοὺς ἄῤῥενας λύσσῃ· δι πλασιάζεται γὰρ, ὡς εἶπον, ἐπὶ τῶν τοιούτων ἡ ἁμαρτία. Μία μὲν ἡ κατὰ τὴν τοῦ ἀλλοτρίου ἀδικίαν συνισταμένη. ∆ιαφορὰ δέ τίς ἐστιν ἐν τῷ λόγῳ τῆς μετανοίας, καὶ ἐπὶ τῶν κατὰ ἡδονὴν πλημμελούντων 45.229 τοιαύτη. Ὁ μὲν γὰρ ἀφ' ἑαυτοῦ πρὸς τὴν ἐξαγό ρευσιν τῆς ἁμαρτίας ὁρμήσας, αὐτῷ τῷ καταδέξα σθαι δι' οἰκείας ὁρμῆς γενέσθαι τῶν κρυφίων κατ ήγορος· ὡς ἤδη τῆς θεραπείας τοῦ πάθους ἀρξάμε νος, καὶ σημεῖον τῆς πρὸς τὸ κρεῖττον μεταβολῆς ἐπιδειξάμενος, ἐν φιλανθρωποτέροις γίνεται τοῖς ἐπιτιμίοις. Ὁ δὲ φωραθεὶς ἐπὶ τῷ κακῷ, ἢ διά τινος ὑποψίας ἢ κατηγορίας ἀκουσίως ἀπελεγχθεὶς, ἐν ἐπιτεταμένῃ γίνεται τῇ ἐπιστροφῇ· ὥστε καθαρι σθέντα δι' ἀκριβείας αὐτὸν, οὕτως ἐπὶ τὴν τῶν ἁγια σμάτων κοινωνίαν παραδεχθῆναι. Ἔστι τοίνυν ὁ κα νὼν τοιοῦτος, ὥστε τοὺς ἐν πορνείᾳ μολυνθέντας, ἐν τρισὶ μὲν ἔτεσι καθόλου τῆς εὐχῆς ἀποβλήτους εἶναι· ἐν τρισὶ δὲ τῆς ἀκροάσεως μετέχειν μόνης, ἐν ἄλλοις δὲ τρισὶν ἔτεσι μετὰ τῶν ἐν τῇ ἐπιστροφῇ ὑποπι πτόντων προσεύχεσθαι, καὶ τότε μετέχειν τῶν ἁγια σμάτων. Ἐπὶ δὲ τῶν σπουδαιότερον κεχρημένων τῇ ἐπιστροφῇ, καὶ τῷ βίῳ δεικνύντων τὴν πρὸς τὸ ἀγαθὸν ἐπάνοδον, ἔξεστι τῷ οἰκονομοῦντι πρὸς τὸ συμφέρον τὴν ἐκκλησιαστικὴν οἰκονομίαν, συντεμεῖν τὸν χρόνον τῆς ἀκροάσεως, καὶ τάχιον εἰς ἐπιστρο φὴν ἀγαγεῖν, καὶ πάλιν καὶ τοῦτον συντεμεῖν τὸν χρόνον, καὶ τάχιον ἀποδοῦναι τὴν κοινωνίαν, ὅπως ἂν τῇ ἑαυτοῦ δοκιμασίᾳ ἐκκρίνῃ τὴν τοῦ θεραπευο μένου κατάστασιν.