1

 2

 3

 4

 5

 6

 7

 8

 9

3

δυνάμει καὶ χάριτι τὴν ἀόρατον ψυχὴν μεταμορφωθεὶς πρὸς τὸ βέλτιον. καὶ οὕτως ἐπὶ πολλὰ τῶν πραγμάτων φέρων τὸν νοῦν εὐκαταφρόνητα μὲν ὄψει τὰ φαινόμενα, μεγάλα δὲ τὰ ἀπ' ἐκείνων τελούμενα, μάλισθ' ὅταν ἐκ τῆς παλαιᾶς ἱστορίας ἀναλέζῃ τὰ συγγενῆ τοῦ ζητουμένου καὶ ὅμοια. τοῦ Μωϋσέως ἡ ῥάβδος ῥάβδος ἦν καρυΐνη, καὶ τί γὰρ ἄλλο ἢ ξύλον κοινόν, ὃ πᾶσα χεὶρ κόπτει καὶ φέρει ῥυθμίζει τε πρὸς τὸ δοκοῦν καὶ τῷ πυρὶ κατ' ἐξουσίαν δίδωσιν; ἡνίκα δὲ ὁ θεὸς ἠθέλησεν ἐπιτελέσαι δι' ἐκείνης τὰ ὑψηλὰ καὶ λόγου κρείττονα θαύματα, μετεβάλ λετο τὸ ξύλον εἰς ὄφιν· καὶ πάλιν ἑτέρωθι τύπτον τὰ ὕδατα ποτὲ μὲν αἷμα τὸ ὕδωρ ἐποίει, ποτὲ δὲ βατράχων γονὴν ἀνέβλυζεν· καὶ πάλιν τὴν θάλατταν ἔτεμνε μέχρι βυθῶν διακοπτομένην καὶ μὴ συρρέουσαν. ὁμοίως ἑνὸς τῶν προφητῶν μηλωτὴ αἰγὸς οὖσα δέρμα λόγον τῆς οἰκου μένης τὸν Ἐλισαῖον εἰργάσατο. τὸ δὲ τοῦ σταυροῦ ξύλον πᾶσιν ἀνθρώποις ἐστὶ σωτήριον μέρος ὄν, ὡς ἀκούω, συκομο ρέας εὐκαταφρονήτου φυτοῦ καὶ τῶν πολλῶν ἀτιμοτέρου. καὶ θαμνὸς βάτου τῷ Μωϋσεῖ τὰ θεοφάνια ἔδειξε, καὶ τοῦ 9.227 Ἐλισαίου τὰ λείψανα νεκρὸν ἀνέστησε, καὶ πηλὸς τὸν τυφλὸν τὸν ἐκ κοιλίας ἐφώτισε· καὶ ταῦτα πάντα ὕλαι τυγχάνοντα ἄψυχοι καὶ ἀναίσθητοι τοῖς μεγάλοις θαύμασιν ἐμεσίτευσαν τὴν τοῦ θεοῦ δεξάμενα δύναμιν.

Κατὰ δὲ τὴν ὁμοίαν ἀκολουθίαν τῶν λογισμῶν καὶ τὸ ὕδωρ οὐδὲν ἄλλο τυγχάνον ἢ ὕδωρ ἀνακαινίζει τὸν ἄνθρωπον εἰς τὴν νοητὴν ἀναγέννησιν τῆς ἄνωθεν χάριτος εὐλογούσης αὐτό. ἐὰν δέ μοι πάλιν διστάζων τις καὶ ἀμφιβάλλων πράγματα παρέχῃ συνεχῶς ἐρωτῶν καὶ διαπυνθανόμενος, πῶς ὕδωρ ἀναγεννᾷ καὶ ἡ ἐπ' ἐκείνῳ τελουμένη μυσταγωγία, λέξω πρὸς αὐτὸν δικαιότατα· στῆσόν μοι τὸν τρόπον τῆς γεννήσεως τῆς κατὰ σάρκα κἀγώ σοι διηγήσομαι τῆς κατὰ ψυχὴν παλιγγενεσίας τὴν δύναμιν. ἐρεῖς τυχὸν ὥς τινα λόγον ἀποδιδούς· σπέρματος αἰτία ποιεῖ τὸν ἄνθρωπον. ἀντάκουε τοίνυν καὶ παρ' ἡμῶν, ὡς ὕδωρ εὐλογούμενον καθαίρει καὶ φωτίζει τὸν ἄνθρωπον. ἂν δέ μοι πάλιν ἀνθυποκρούσῃς τὸ πῶς, ἀντιβοήσομαί σοι σφο δρότερον· πῶς ἡ ὑγρὰ καὶ ἄμορφος οὐσία ἄνθρωπος γίνεται; καὶ κατὰ πάσης τῆς κτίσεως οὕτως ὁ λόγος προβαίνων ἐφ' ἑκάστῳ πράγματι γυμνασθήσεται· πῶς οὐρανός; πῶς γῆ; πῶς θάλασσα; πῶς τὰ καθέκαστον; πανταχοῦ γὰρ ὁ λογισμὸς τῶν ἀνθρώπων ἀπορῶν πρὸς τὴν εὕρεσιν πρὸς ταύτην καταφεύγει τὴν συλλαβὴν ὡς πρὸς καθέδραν οἱ τῷ βαδίζειν ἀδύνατοι. καὶ ἵνα συνελὼν εἴπω, πανταχοῦ ἡ τοῦ θεοῦ δύναμις καὶ ἐνέργεια ἀκατάληπτός ἐστι καὶ ἀτεχνολόγητος ὑφιστῶσα μὲν εὐκόλως ἅπερ ἂν ἐθέλῃ, τὴν δὲ λεπτομερῆ γνῶσιν τῆς ἐνεργείας ἡμῖν ἀποκρύψασα. διὸ καὶ ὁ μακάριος ∆αβὶδ ἐπιστήσας ποτὲ τὸν νοῦν τῇ μεγαλοπρεπείᾳ τῆς κτίσεως καὶ θαύματος ἀπόρου πληρωθεὶς τὴν ψυχὴν ἐκεῖνο 9.228 τὸ παρὰ πάντων ᾀδόμενον ἀπεφθέγξατο.

Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας. τὴν μὲν γὰρ σοφίαν ἐνενόησε, τὴν δὲ τέχνην τῆς σοφίας οὐχ εὗρεν. Καταλιπόντες τοίνυν τὸ ὑπὲρ δύναμιν ἀνθρωπικὴν πολυ πραγμονεῖν ἐκεῖνο μᾶλλον ζητήσωμεν, ὃ καὶ μερικὴν ὑποφαίνει κατάληψιν· τίνος ἕνεκεν δι' ὕδατος ἡ κάθαρσις, καὶ πρὸς ποίαν χρείαν αἱ τρεῖς καταδύσεις παραλαμβάνονται; ὃ τοίνυν καὶ οἱ πατέρες ἐδίδαξαν καὶ ὁ ἡμέτερος νοῦς συντιθέμενος κατεδέξατο, τοῦτο τυγχάνει. τέσσαρα στοιχεῖα γνωρίζομεν, ἀφ' ὧν ὁ κόσμος ἔχει τὴν σύστασιν, γνώριμα πᾶσι, κἂν σιωπηθῇ τὰ ὀνόματα, εἰ δὲ προσῆκε διὰ τοὺς ἁπλουστέρους καὶ τὰς προσηγορίας εἰπεῖν· πῦρ καὶ ἀήρ, γῆ καὶ ὕδωρ. ὁ τοίνυν θεὸς ἡμῶν καὶ σωτὴρ τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν πληρῶν τὸ τέταρτον τούτων ὑπῆλθε τὴν γῆν, ἵν' ἐκεῖθεν τὴν ζωὴν ἀνατείλῃ· ἡμεῖς δὲ τὸ βάπτισμα παραλαμβάνοντες εἰς μίμησιν τοῦ κυρίου καὶ διδασκάλου καὶ καθηγεμόνος ἡμῶν εἰς γῆν μὲν οὐ θαπτόμεθα (αὕτη γὰρ τοῦ νεκρωθέντος παντελῶς σώματος γίνεται σκέπη τὴν ἀσθένειαν καὶ φθορὰν τῆς φύσεως ἡμῶν περιστέλλουσα), ἐπὶ δὲ τὸ συγγενὲς τῆς γῆς στοιχεῖον τὸ ὕδωρ ἐρχόμενοι ἐκείνῳ