1

 2

 3

 4

3

Ἐπίκουρε· ἀλλ' ὁ Κλεάνθης ἀπὸ τοῦ φρέατος ἐπάρας τὴν κεφαλὴν καταγελᾷ σου τοῦ δόγματος καὶ αὐτὸς ἀνιμᾷ τὰς ἀληθεῖς ἀρχὰς θεὸν καὶ ὕλην. καὶ τὴν μὲν γῆν μεταβάλλειν εἰς ὕδωρ, τὸ δὲ ὕδωρ εἰς ἀέρα, τὸν δὲ ἀέρα ἄνω φέρεσθαι, τὸ δὲ πῦρ εἰς τὰ περίγεια χωρεῖν, τὴν δὲ ψυχὴν δι' ὅλου τοῦ κόσμου διήκειν, ἧς μέρος μετέχοντας ἡμᾶς ἐμψυχοῦσθαι. Τούτων τοίνυν τοσούτων ὄντων ἄλλο μοι πλῆθος ἀπὸ Λιβύης ἐπιρρεῖ, Καρνεάδης καὶ Κλειτόμαχος καὶ ὅσοι τούτων ὁμιληταὶ πάντα τὰ τῶν ἄλλων δόγματα καταπατοῦντες, αὐτοὶ δὲ ἀποφαινόμενοι διαρρήδην ἀκατάληπτα εἶναι τὰ πάντα καὶ ἀεὶ τῇ ἀληθείᾳ φαντασίαν ἀεὶ παρακεῖσθαι ψευδῆ. τί τοίνυν πάθω τοσούτῳ χρόνῳ ταλαιπωρήσας; πῶς δέ μου τῆς γνώμης ἐκχέω τὰ τοσαῦτα δόγματα; εἰ γὰρ μηδὲν εἴη καταληπτόν, ἀλήθεια μὲν ἐξ ἀνθρώπων οἴχεται,ἡ δὲ ὑμνουμένη φιλοσοφία σκιομαχεῖ μᾶλλον ἢ τὴν τῶν ὄντων ἐπιστήμην ἔχει.

Ἄλλοι τοίνυν ἀπὸ τῆς παλαιᾶς φυλῆς Πυθαγόρας καὶ οἱ τούτου συμφυλέται σεμνοὶ καὶ σιωπηλοὶ παραδιδόασιν ἄλλα μοι δόγματα ὥσπερ μυστήρια, καὶ τοῦτο δὴ τὸ μέγα καὶ ἀπόρρητον τό αὐτὸς ἔφα· ἀρχὴ τῶν πάντων ἡ μονάς. ἐκ δὲ τῶν σχημάτων αὐτῆς καὶ ἐκ τῶν ἀριθμῶν τὰ στοιχεῖα γίνεται. καὶ τούτων ἑκάστου τὸν ἀριθμὸν καὶ τὸ σχῆμα καὶ τὸ μέτρον οὕτω πως ἀποφαίνεται· τὸ μὲν πῦρ ὑπὸ τεσσάρων καὶ εἴκοσι τριγώνων ὀρθογωνίων συμπληροῦται τέσσαρσιν ἰσοπλεύροις περιεχόμενον. ἕκαστον δὲ ἰσόπλευρον σύγκειται ἐκ τριγώνων ὀρθογωνίων ἕξ, ὅθεν δὴ καὶ πυραμίδι προσεικάζουσιν αὐτό. ὁ δὲ ἀὴρ ὑπὸ τεσσαράκοντα ὀκτὼ τριγώνων συμπληροῦται περιεχόμενον ἰσοπλεύροις ὀκτώ. εἰκάζεται δὲ ὀκταέδρῳ, ὃ περιέχεται ὑπὸ ὀκτὼ τριγώνων ἰσοπλεύρων, ὧν ἕκαστον εἰς ἓξ ὀρθογώνια διαιρεῖται, ὥστε γίνεσθαι τεσσαράκοντα ὀκτὼ τὰ πάντα. τὸ δὲ ὕδωρ ὑπὸ ἑκατὸν εἴκοσι τριγώνων συμπληροῦται, ἴσοις καὶ ἰσοπλεύροις εἴκοσι περιεχόμενον, εἰκάζεται δὲ εἰκοσαέδρῳ, ὃ δὴ συνέστηκεν ἐξ ἴσων καὶ ἰσοπλεύρων τριγώνων εἴκοσι καὶ ἑκατόν. ὁ δὲ αἰθὴρ συμπληροῦται δώδεκα πενταγώνοις ἰσοπλεύροις καὶ ὅμοιός ἐστι δωδεκαέδρῳ. ἡ δὲ γῆ συμπληροῦται ἐκ τριγώνων μὲν ὀκτὼ καὶ τεσσαράκοντα περιέχεται δὲ καὶ τετραγώνοις ἰσοπλεύροις ἕξ. ἔστι δὲ ὁμοία κύβῳ. ὁ γὰρ κύβος ὑπὸ ἓξ τετραγώνων περιέχεται, ὧν ἕκαστον εἰς ὀκτὼ τρίγωνα διαιρεῖται, ὥστε γίνεσθαι τὰ πάντα ὀκτὼ καὶ τεσσαράκοντα. Τὸν μὲν δὴ κόσμον ὁ Πυθαγόρας μετρεῖ. ἐγὼ δὲ πάλιν ἐνθέως γενόμενος τῆς μὲν οἰκίας καὶ πατρίδος καὶ τῆς γυναικὸς καὶ τῶν παιδίων καταφρονῶ καὶ τούτων οὐκέτι μοι μέλει. εἰς δὲ τὸν αἰθέρα αὐτὸν αὐτὸς ἀνέρχομαι καὶ τὸν πῆχυν παρὰ Πυθαγόρου λαβὼν μετρεῖν ἄρχομαι τὸ πῦρ. οὐ γὰρ ἀπόχρη μετρῶν ὁ Ζεύς, ἀλλ' εἰ μὴ καὶ τὸ μέγα ζῷον τὸ μέγα σῶμα ἡ μεγάλη ψυχὴ αὐτὸς εἰς τὸν οὐρανὸν ἀνέλθοιμι καὶ μετρήσαιμι τὸν αἰθέρα, οἴχεται ἡ τοῦ ∆ιὸς ἀρχή. ἐπειδὰν δὲ μετρήσω καὶ ὁ Ζεὺς παρ' ἐμοῦ μάθῃ, πόσας γωνίας ἔχει τὸ πῦρ, πάλιν ἐξ οὐρανοῦ καταβαίνω καὶ φαγὼν ἐλαίας καὶ σῦκα καὶ λάχανα τὴν ταχίστην ἐπὶ τὸ ὕδωρ στέλλομαι καὶ κατὰ πῆχυν καὶ δάκτυλον καὶ ἡμιδάκτυλον μετρῶ τὴν ὑγρὰν οὐσίαν καὶ τὸ βάθος αὐτῆς ἀναμετρῶ, ἵνα καὶ τὸν Ποσειδῶνα διδάξω, πόσης ἄρχει αλάσσης. τὴν δὲ γῆν ἅπασαν ἡμέρᾳ μιᾷ περιέρχομαι συλλέγων αὐτῆς ζὸν ἀριθμὸν καὶ τὸ έτρον καὶ τὰ σχήματα. πέπεισμαι γὰρ ὅτι τοῦ κόσμου παντὸς οὐδὲ σπιθαμὴν παρήσω τοιοῦτος καὶ τηλικοῦτος ὤν. οἶδα δὲ σμου παντὸς οὐδὲ σπιθαμὴν παρήσω τοιοῦτος καὶ τηλικοῦτος ὤν. οἶδα δὲ ἐγὼ καὶ τῶν ἀστέρων τὸν ἀριθμὸν καὶ τῶν ἰχθύων καὶ τῶν θηρίων καὶ ζυγῷ τὸν κόσμον ἱστὰς εὐκόλως τὸν σταθμὸν αὐτοῦ δύναμαι μαθεῖν. Ἀμφὶ μὲν δὴ ταῦτα μέχρι νῦν ἐσπούδακεν ἡ ψυχή μου τῶν ὅλων ἄρχειν. προκύψας δέ μοί φησιν Ἐπίκουρος· σὺ μὲν δὴ κόσμον ἕνα με μέτρηκας, ὦ φιλότης, εἰσὶ δὲ κόσμοι πολλοὶ καὶ ἄπειροι. πάλιν οὖν ἀναγκάζομαι μετρεῖν οὐρανοὺς ἄλλους αἰθέρας ἄλλους, καὶ τούτους πολλούς. ἄγε δὴ μηκέτι μέλλων ἐπισιτισάμενος ὀλίγων ἡμερῶν εἰς τοὺς Ἐπικουρείους κόσμους ἀποδημήσω. τὰ μὲν οὖν πέρατα Τηθὺν καὶ