1

 2

 3

 4

 5

 6

3

12 Οὐ μὴν μέχρι τούτου τὰς διὰ Μωυσέως ἀπειλὰς ὁ θεὸς τῷ λαῷ τῶν ἀγνωμόνων ἔστησεν, ἀλλὰ τῶν εἰρημένων χαλεπω τέρας καὶ μείζονας. Φησὶ γάρ· «Γυναῖκα λήψῃ, καὶ ἀνὴρ ἕτε ρος ἕξει αὐτήν. Οἰκίαν οἰκοδομήσεις, καὶ οὐκ οἰκήσεις ἐν αὐτῇ· Ἀμπελῶνα φυτεύσεις, καὶ οὐ τρυγήσεις αὐτόν. Ὁ μόσχος σου ἐσφαγμένος ἐνώπιόν σου, καὶ οὐ φάγῃ ἐξ αὐτοῦ.» Πολλά τε τούτοις ἐπαπειλήσας ἕτερα, τὴν αἰτίαν ἐξ ἧς ταῦτα οὐκ ἔκρυψεν, ἐπιφέρει δὲ αὐτὴν μετὰ πλήθους ἀπειλῶν, αἳ ταῖς ἔναγχος ἡμῖν εἰρημέναις ἐζευγμέναι τυγχάνουσιν· «Καὶ ἔσται σου ἡ ζωὴ κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν σου· καὶ φοβηθήσῃ ἡμέρας καὶ νυκτός, καὶ οὐ πιστεύσεις τῇ ζωῇ σου. Τὸ πρωῒ ἐρεῖς· "3Πῶς ἂν γένοιτο ἑσπέρα;"3 Καὶ τὸ ἑσπέρας ἐρεῖς· "3Πῶς ἂν γένοιτο πρωΐ;"3 καὶ ἀπὸ τοῦ φόβου τῆς καρδίας σου, ἃ φοβηθήσῃ, καὶ ἀπὸ τῶν ὁραμάτων τῶν ὀφθαλμῶν σου, ὧν ὄψῃ.»

13 Ἄκουε τοίνυν τούτων τὸ πέρας· ἄκουε καὶ τὴν ἔκβασιν, καὶ μὴ μέμφου Στεφάνῳ δημηγοροῦντι τῷ νόμῳ καὶ τοῖς προ φήταις σύμφωνα. «Γυναῖκα λήψῃ»· τὴν ἀρχαίαν διαθήκην, «καὶ ἀνὴρ ἕτερος ἕξει αὐτήν»· ὁ λαὸς γὰρ αὐτὴν ὁ ἐξ ἐθνῶν ἐκτήσατο. «Οἰκίαν οἰκοδομήσεις, καὶ οὐκ οἰκήσεις ἐν αὐτῇ.» Τὸν ναὸν εὔδηλον· ὁρᾷς γὰρ καταπεπτωκ<ότα>. «Ἀμπελῶνα φυτεύσεις, καὶ οὐ τρυγήσεις αὐτόν»· οὐδὲ γὰρ σταφυλὴν ἀλλ' ἀκάνθας ἐποίησεν. Ἢ καὶ τὴν ἄμπελον τὴν τοῦ Χριστοῦ νοήσωμεν· ἐξ αὐτῶν γὰρ ἦν ὁ Χριστός, ἡ τῆς ζωῆς τῆς ἡμετέρας ἄμπελος· ἀλλ' ἡμεῖς αὐτοῦ τὴν σταφυλὴν τρυγῶμεν, ἡμεῖς τὸν οἶνον κιρνῶμεν, ἡμεῖς τὸ γλεῦκος πίνομεν. «Ὁ μόσχος σου ἐσφαγμένος ἐναντίον σου, καὶ οὐ φάγῃ ἐξ αὐτοῦ»· αὐτῶν γὰρ ἡ τοῦ Χριστοῦ θυσία, αὐτοὶ τὸν ἐξ οὐρανῶν μόσχον εἰς τὸν βωμὸν ἀνήγαγον, ἀλλὰ καὶ ἡμῶν τὸ δεῖπνον, ἡμετέρα ἡ τράπεζα.

14 Καὶ τίνος χάριν; Ἐπειδήπερ ἀπιστίαν ἐνόσησαν, ἀντὶ γνώσεως ἀγνωσίαν προσήνεγκαν, ἐν καιρῷ θεολογίας εἰς βλα σφημίαν ὠλίσθησαν. Ἔδυσαν τὴν παστάδα καὶ τὸν νυμφίον οὐκ ἐδέξαντο, τὸν γαμικὸν νυμφῶνα ἐστεφάνωσαν καὶ τὸν γά μον ἠρνήσαντο· καὶ πραττομένου τοῦ σταυροῦ, τὰ στοιχεῖα ἐσα λεύοντο, αὐτοὶ δὲ οὐ μετεβάλλοντο. Τοῦτο γάρ ἐστιν ὅπερ ἑξῆς ἐπήγαγεν· «Καὶ ἔσται σου ἡ ζωὴ κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν σου.» Τίς ἡ ζωή; Χριστὸς λέγων· «Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθεια.» Καὶ ποῦ κρέμαται; Ἐπὶ τοῦ ξύλου τοῦ σταυροῦ. Ὁ γὰρ τὴν γῆν λόγῳ κρεμάσας ἐπὶ τοῦ ξύλου κρέμαται, ἐν ᾧ βαστάζεται βαστάζων, ἐν ᾧ κρέ μαται κρεμνῶν, ἐν ᾧ ὑψοῦται ὑψῶν· «Ὅταν γὰρ ὑψωθῶ», φησίν, «πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» «Καὶ φοβηθήσῃ ἡμέρας καὶ νυκτός, καὶ οὐ πιστεύσεις τῇ ζωῇ σου.» Οὐκοῦν αἰτία τοῦ φόβου ἡ ἀπιστία γεγένηται.

15 «Φοβηθήσῃ ἡμέρας καὶ νυκτός»· ἡμέρα γὰρ ἡ αὐτὴ καὶ νύξ, διὰ τὸ «Κατὰ πᾶσαν τὴν γῆν σκότος ἀπὸ ὥρας ἕκτης ἐτύγχανεν.» Ὅθεν ὁ Ζαχαρίας ἀπορεῖ τί χρὴ μᾶλλον αὐτὴν ὀνομάζειν, τί προσῆκον καλεῖν, πότερον ἀπὸ τοῦ συμβάντος σκό τους ἢ ἀπὸ τοῦ νόμου τῆς ἡμέρας τοῦ σταυροῦ τὸν καιρὸν ὀνο μάζεσθαι. Οὕτω τοίνυν φησίν· «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, οὐκ ἔσται φῶς· καὶ ψῦχος καὶ πάγος ἔσται. Ἡμέρα με γάλη ἐστίν, γνωσθήσεται τῷ κυρίῳ. Οὐχ ἡμέρα οὐδὲ νύξ· καὶ ἔσται τὸ πρὸς ἑσπέραν ἔσται φῶς. Καὶ ἐξελεύσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὕδωρ ζῶν ἐξ Ἰερουσαλήμ· τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θά λασσαν τὴν πρώτην, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην.» Αἰσθητῶς δὲ ταῦτα καὶ νοητῶς συνέβαινεν.

16 «Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, οὐκ ἔσται φῶς»· ὁ μὲν γὰρ ἥλιος μέσον ἡμέρας ἔδυνεν· σκότος δὲ καὶ ἀγνωσία ταῖς τῶν Ἰουδαίω<ν> καρδίαις ἐκκέχυτο. «Ψῦχος καὶ πάγος ἔσται.» Μαρτυρεῖ δὲ ὁ Πέτρος, παρὰ τὴν ἀνθρακιὰν διὰ τὴν ἀκμὴν τῆς ὥρας τοῦ χειμῶνος θερμαινόμενος. Ἀλλὰ πρὸς τοῦτο ψῦχος καὶ πάγος ἦν, ἐπειδὴ ψυγεῖσα τότε μάλιστα τῶν Ἰουδαίων ἦν ἡ πρὸς τὸν θεὸν ἀγάπη· οὐ γὰρ ἂν τὸν ἐλθόντα παρ' αὐτοῦ σω τῆρα καὶ λυτρωτὴν ἐσταύρωσαν. «Ἡμέρα μεγάλη ἐστίν.»