3
λαλητὸν εἰπεῖν; Εἰ μὲν αὐτουργικῶς ἑαυτῷ τὸν λόγον καὶ τὴν διάκρισιν καὶ τὴν σύνεσιν καὶ ἀπόκρισιν τῶν ὑπὸ τῆς γυναικὸς λεγομένων ἐχρήσατο, ἄρα οὖν καὶ πᾶς ὄφις τοῦτο ποιεῖν οὐ κεκώλυτο. Εἰ δὲ πάλιν φήσουσι κατὰ θείαν βουλὴν καὶ οἰκονομίαν ἀνθρωπίνῃ φωνῇ τῇ Εὔᾳ τοῦτον προσφθέγγεσθαι, τὸν Θεὸν ἱστῶσι τῆς ἁμαρτίας αἴτιον. Ἀλλ' οὐδὲ τῷ πονηρῷ δαίμονι ἐξὸν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἀλόγῳ φύσει λόγον χαρίσασθαι· ἐπεὶ οὐκ ἂν ἐπαύσατό ποτε πρὸς ἀπάτην δι' ὄφεων καὶ θηρίων καὶ πετεινῶν τοῖς ἀνθρώποις διαλεγόμενος καὶ πλανῶν. Πόθεν δὲ καὶ θηρίον ὢν, ἤκουσε τῆς ἐντολῆς τῆς ὑπὸ Θεοῦ τῷ ἀνθρώπῳ, καὶ μόνῳ, μυστικῶς δοθείσης, μηδ' αὐτῆς τῆς γυναικὸς τοῦτο μαθούσης; ∆ιὰ τί μὴ μᾶλλον τῷ ἀνθρώπῳ, καὶ οὐ τῇ γυναικὶ προσέβαλε; Κἂν μὴ εἴπῃς, ὡς ἀσθενεστέρας ταύτης κατέδραμε· τοὐναντίον ἀνδρειοτέρα, ὡς βοηθὸς τοῦ ἀνθρώπου ἐφάνη ἐν τῇ παραβάσει τῆς ἐντολῆς. Αὕτη γὰρ καὶ ἀνταίρει μόνη τῷ ὄφει, καὶ μετά τινος στάσεως καὶ φιλονεικίας καταπανουργηθεῖσα, τοῦ ξύλου ἔφαγεν· ὁ δὲ Ἀδὰμ οὐδὲν ὅλως μαχεσάμενος, ἢ ἀντιλέξας, τοῦ καρποῦ μετειλήφει δοθέντος παρὰ τῆς γυναικός· ὅπερ ἀσθενείας παντελοῦς καὶ νοὸς ἀνάνδρου ἐστὶν ἀπόδειξις. Ἡ μὲν γὰρ γυνὴ ὑπὸ δαίμονος καταπαλαισθεῖσα, συγγνωστὴ ὑπάρχει· ὁ δὲ Ἀδὰμ, ὡς ὑπὸ γυναικὸς ἡττηθεὶς ἀσύγγνωστος ἔσται, ὡς αὐτοπροσώπως τὴν ἐντολὴν αὐτὸς ὑπὸ Θεοῦ κομισάμενος· ἡ μὲν γὰρ γυνὴ, καὶ παρ' αὐτοῦ Ἀδὰμ τῆς ἐντολῆς ἀκούσασα, εὐκαταφρονήτως διέκειτο, ἢ ὡς μὴ ἀξιωθεῖσα τὸν Θεὸν καὶ ταύτῃ λαλῆσαι, ἢ καὶ ὡς διστάζουσα, ἴσως καὶ νομίζουσα οἴκοθεν τὸν τοῦ Ἀδὰμ τὴν ἐντολὴν αὐτῇ δοθῆναι. Πρὸς ἑαυτὴν ἰδιάζουσαν εὗρεν ὁ ὄφις, ἵνα δυνηθῇ κατ' ἰδίαν αὐτῇ προσομιλῆσαι. Ἐσθίουσαν δὲ αὐτὴν ἐκ τῶν ξύλων ἰδὼν, προσέβαλλε τὴν βρῶσιν τοῦ ξύλου, ἢ μὴ ἐσθίουσαν. Καὶ εἰ μὲν ἐσθίουσαν, πρόδηλον, ὅτι καὶ ἐν φθαρτῷ σώματι οὖσαν. Πᾶν γὰρ τὸ εἰς τὸ στόμα εἰσερχόμενον, εἰς ἀφεδρῶνα χωρεῖ. Εἰ οὖν φθαρτὴ, πρόδηλον ὅτι καὶ θνητή. Εἰ δὲ θνητὴ, οὐκέτι κατάρα, οὐδὲ ἀπόφασις ἦν ἐκείνη, ἡ φάσκουσα πρὸς τὸν ἄνθρωπον φωνὴ Θεοῦ, ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, καθὰ ἔχει ἡ τῶν πραγμάτων ἀλήθεια. Εἰ δὲ πάλιν οὐκ ἐσθίουσαν ὁ ὄφις τὴν γυναῖκα ἐθεάσατο, πῶς εἰς βρῶσιν μετήγαγε τὴν οὐδέποτε φαγοῦσαν; Τίς δὲ ὁ μηνύσας καὶ τούτῳ τῷ φονευτῇ παλαμναίῳ ὄφει, ὡς οὐκ εἰς πέρας ἔλθῃ ἡ πρὸς αὐτοὺς ἐκ Θεοῦ περὶ θανάτου ἀπόφασις, εἰπόντος, ᾗ δ' ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε. Καὶ οὐ μόνον, ἀλλ' ὅτι σὺν τῇ ἀθρηξίᾳ καὶ τούτων διανοιχθήσονται οἱ ὀφθαλμοὶ, οἱ τὸ πρὶν ἀβλεποῦντες; Τῇ δὲ λεγομένῃ διανοίξει τὴν εἴσοδον τῷ θανάτῳ ποιήσαντες. 15 Ταῦτα πάλαι διὰ παραβολῶν λαλῶν ὁ Βαλαὰμ οὐκ ἐγινώσκετο· καὶ νῦν ὁ Χριστὸς παρὼν, καὶ ταῦτα πληρῶν, οὐκ ἐπιστεύετο· ὅθεν προβλέπων καὶ θαυμάζων λέγει· ὢ, ὢ, τίς ζήσεται, ὅταν θῇ ταῦτα Θεός; 16 Ἄνωθεν τὸν νόμον τῇ μετὰ τοὺς ᾑρημένους ἐν τῇ ἐρήμῳ γενεᾷ ἐπεξηγούμενος, ἐκδιδάσκει τὸ ∆ευτερονόμιον· οὐχ ὡς ἕτερον νόμον διδοὺς, παρὰ τὸν πάλαι τοῖς πατράσιν αὐτῶν ὡρισμένον· ἀλλ' αὐτὸν τοῦτον ἀνακεφαλαιούμενος· ἵνα ἀκούσαντες τὰ συμβάντα τοῖς πατράσιν αὐτῶν, ἐξ ὅλης τῆς καρδίας φοβηθῶσι τὸν Θεόν. 17 Ἐξ ὧν ὁ Χριστὸς προετυπώθη, καὶ ἐπεγνώσθη, καὶ ἐγεννήθη· ἐν μὲν γὰρ τῷ Ἰωσὴφ προετυπώθη· ἐκ δὲ τοῦ Λευὶ καὶ τοῦ Ἰούδα τὸ κατὰ σάρκα, ὡς βασιλεὺς καὶ ἱερεὺς, ἐγεννήθη· διὰ δὲ τοῦ Συμεὼν ἐν τῷ ναῷ ἐπεγνώσθη· διὰ τοῦ Ζαβουλὼν ἐν τοῖς ἔθνεσιν ἐπιστεύθη, ὥς φησιν ὁ προφήτης· γῆ Ζαβουλών· διὰ δὲ τοῦ Βενιαμὶν, τοῦ Παύλου, εἰς πάντα τὸν κόσμον κηρυχθεὶς ἐδοξάσθη. 18 Καὶ τοῦτο οὐκ ἀργῶς, ἀλλ' ἵνα διὰ τοῦ ἀριθμοῦ τῶν δέκα ἄνδρων, Ἰησοῦν μεθ' ἑαυτοῦ ἔχων φάνῃ βοηθὸν, οἷα καὶ ἀπὸ συμφώνου αὐτοῖς γεγονότος. Καὶ μὴ βουληθέντος ἐπικοινωνῆσαι οἷς ἔπραττον εἰδωλολατροῦντες, ἐπ' αὐτὸν τὴν αἰτίαν ἀναφέρουσιν· ὅτι Ἱεροβάαλ δικαστήριον τοῦ Βάαλ λέγεται. 19 Λαβὲ πρὸς σεαυτὸν τὸν Ἰησοῦν υἱὸν Ναυῆ. Ἔδει γὰρ ἐξ Αἰγύπτου Μωϋσῆν τὸν λαὸν ἐξαγαγεῖν, τὸν δὲ Ἰησοῦν εἰς τὴν κληροδοσίαν εἰσαγαγεῖν· καὶ τὸν μὲν Μωϋσῆν ὡς νόμον ἀνάπαυλαν λαμβάνειν,