πραττόμενον. Καὶ διὰ τοῦτο οἰακιστέον τὴν ἑαυτοῦ νῆα, μὴ καταψευδόμενον τῆς κυβερνητικῆς μηδὲ δεδιότα τοὺς χειμῶ νας, καὶ πᾶν τὸ ἐξ ἐναντίας ἀποβησόμενον προσδοκῶντα. Σάρκες γὰρ ἀκμήν ἐσμεν, καὶ οὐδὲν ἡμῖν ἀγαθὸν ἐνοικεῖ. Παρακλητέον οὖν τὸν ἰατρὸν πρὸς τὴν θεραπείαν· ὁ γὰρ οὕτω διακείμενος ἰαθήσεται καὶ τὴν νόσον φεύξεται. Σπουδαστέον δὲ μήτε ἰδιώτην περὶ τὸν λόγον φαίνεσθαι μήτε ἀνεῤῥω γότι τῷ στόματι καταχρῆσθαι· τὸ μὲν γὰρ ὀκνηρὸν ἢ ἄπι στον, τὸ δὲ θηρατικὸν τοῦ κατὰ τὸν κόσμον σπουδαίου δείκνυσιν. Τροφαῖς δὲ χρηστέον οὐ διὰ τὴν ἀπόλαυσιν, ἀλλὰ διὰ τὸ βούλεσθαι ζῆν ἐπί τι χρήσιμον. Ἐὰν δέ ποτε καὶ ὑπὸ ἐνδείας καταληφθῶμεν, πρὸς τὴν πενίαν εὐαρεστῶμεν. Καὶ εἰ θέλετε ἀκοῦσαι τῆς ἀλυπίας κατὰ συντομίαν τὸ εἶδος, ἐν πᾶσιν εὐάρεστοι γίνεσθε· καὶ οὔτε πλουτήσαντες διὰ τὴν μεγαλαυχίαν καταπεσεῖσθε οὔτε ἐν ἐνδείᾳ διάγοντες ὑπὸ τῆς λύπης πτερνισθήσεσθε, τῆς ἐννοίας ὑμῶν ἀεὶ κατὰ τὸν ἐνά ρετον λόγον μονοπροσώπου φαινομένης. Ἔτι δὲ ὑποληπτέον πάντα τὸν κόσμον ἀλλότριον, καὶ μὴ ἴδιον πλέον πίστεως. Oὔτε οὖν φιλίαν ἐπίγειον ζητητέον οὔτε αὖ πολυτέλειαν ὑπὸ ἀνοήτων μακαριζομένην ἐν μεγέθει πόλεως ἢ δαψιλείᾳ τῶν ἐπιτηδείων, ὧν οὐδ' ἐπιθυμητέον. Oὐ γάρ ἐσμεν ἐκ τούτου τοῦ αἰῶνος, χωρὶς εἰ μὴ συγγενεῖς εἶναι τούτου τοῦ κόσμου βουλόμεθα. Συνελόντι δ' εἰπεῖν, ὁ θέλων εὖ διάγειν μήτε ὁράτω πολλὰ μήτε ἀκούειν ἐπιτηδευέτω μήτ', ἂν ἀκούῃ ἢ θεωρῇ, βλέπειν ἢ ἀκούειν νομιζέτω· τὸ γὰρ τῆς ἀταραξίας εἶδος ἐντεῦθεν λαμβάνει τὴν ἀρχήν. Ὁ δὲ πολλὰ πραγμα τευόμενος ἑαυτὸν ἀδικεῖ, καὶ τὸν πλησίον ἔτι καὶ ἀκουσίως ἁμαρτάνειν διὰ τὴν πρὸς αὐτὸν φιλονεικίαν ποιεῖ. Πολ λάκις οὖν διασκεπτέον τὸ ὑποπεπτωκὸς πρᾶγμα, καὶ τότε μόλις χωριστέον ἀπ' αὐτοῦ τὸν μήτε καυστῆρσι μήτε σμιλίοις τὴν νόσον φυγεῖν δεδυνημένον. Ὁμιλητέον δὲ κοσμικὸν οὐδέν, ἀλλὰ τὸ καταρτίζον ἡμᾶς πρὸς τὴν ἀρετήν· τοῦτο γὰρ ἢν μὴ γίνηται, πολλὴν ἡμῖν τὴν εὐτραπελίαν ἐργάζεται, καὶ ὁ φιλόνεικος ἐντεῦθεν λαμβάνει τὴν ἀφορμήν. Ἤδη γοῦν τινας ἴσμεν δόγματι τῆς ἑαυτῶν προαιρέ σεως, τὸ ὅσον ἐφ' ἑαυτοῖς, τὴν ἡμέραν νύκτα ποιοῦντας, καὶ διὰ τὴν ἐσκιῤῥωμένην φαντασίαν ἀλλόκοτον ἀπιστοῦντας τοῖς ἐνίων κατορθώμασιν, ἀχθομένους δὲ ἐπὶ τούτοις, καὶ ἅμα τῷ πονηρόν τι ἀκοῦσαι τῷ καταψευδομένῳ μᾶλλον πιστεύοντας. Τί γάρ μοι λέγειν περὶ τῶν διὰ τὸ δυσσυνείδητον τὰς ἀπὸ τῶν πλησίον ὁμιλίας εἰς ἑαυτοὺς ἑλκόντων καί, ἵνα ἄλλο τις φθέγξηται περὶ οὑτινοσοῦν, οἰομένων πρὸς ἑαυτοὺς τείνειν τὸ λεγόμενον, ἀναπλαττόντων κατὰ τὸ εἰκὸς ἐκ τούτων δρᾶμα καὶ σκηνήν, οἷς ἀπόχρη τὸ καθ' ὑπόνοιαν λέγειν καὶ γράφειν; Γελάσαιμι δ' ἂν καὶ τοὺς ἐν παραβύστῳ μετά τινος τῶν πλη σίον συντάττοντας λόγων κεφάλαια καὶ ὁμιλίας πρὸς μηδὲν εὔθετον ἀνηκούσας, μάχας δὲ διὰ τῶν ψιθυρισμῶν καὶ πο λέμους ἐξαρτιζούσας, ἄνω τε καὶ κάτω σκηνοβατοῦντας.