1

 2

 3

 4

 5

 6

3

συμβούλου, ἄκουσον τοῦ Παύλου λέγοντος· Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος 48.799 αὐτοῦ ἐγένετο; Οὗτος μὲν οὖν τὸ ἀνενδεὲς αὐτοῦ παρέστησεν, ὁ δὲ Ἡσαΐας πάλιν περὶ τοῦ Μονογενοῦς τοῦ Θεοῦ λέγων οὕτω πώς φησι· Καὶ θελήσουσιν, εἰ ἐγενήθησαν πυρίκαυστοι, ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος. Καὶ εἰ θαυμαστὸς σύμβουλος, πῶς ὁ Παῦλός φησι· Τίς γὰρ ἔγνω νοῦν Κυρίου ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; Ὅτι ὁ μὲν Παῦλος, καθὼς ἔφθην εἰπὼν, τὸ ἀνενδεὲς τοῦ Πατρὸς παραστῆσαι βούλεται, ὁ δὲ προφήτης τὸ ὁμότιμον τοῦ Μονογενοῦς. ∆ιὰ τοῦτο καὶ ἐνταῦθα οὐκ εἶπε, Ποίησον, ἀλλὰ, Ποιήσωμεν· τὸ γὰρ, Ποίησον, ἐπιταγῆς ἐστι πρὸς δοῦλον γινομένης, καὶ δῆλον ἐντεῦθεν. Προσῆλθέ ποτε ἑκατοντάρχης τῷ Ἰησοῦ, καί φησι· Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικὸς δεινῶς βασανιζόμενος. Τί οὖν ὁ Χριστός; Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. Ὁ μὲν οὖν ἑκατοντάρχης οὐκ ἐτόλμησεν ἑλκύσαι τὸν ἰατρὸν εἰς τὴν οἰκίαν, ὁ δὲ κηδεμὼν καὶ φιλάνθρωπος αὐτεπάγγελτος ὑπέσχετο βαδιεῖσθαι ἐκεῖσε, ἵνα ἀφορμὴν δῷ καὶ πρόφασιν ἐκείνῳ τὴν ἀρετὴν ἡμῖν ἐπιδεῖξαι τὴν ἑαυτοῦ. Εἰδὼς γὰρ ἅπερ ἔμελλεν ἐκεῖνος ἐρεῖν, ὑπέσχετο παραγενέσθαι, ἵνα μάθῃς τὴν εὐλάβειαν τοῦ ἀνδρός. Τί γάρ φησιν ὁ ἑκατοντάρχης; Κύριε, οὐκ εἰμὶ ἱκανὸς, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς. Οὐδὲ ἡ τῆς νόσου καὶ τῆς ἀῤῥωστίας ἀνάγκη τῆς οἰκείας αὐτὸν ἔπεισεν ἐπιλαθέσθαι εὐλαβείας, ἀλλὰ καὶ ἐν τῇ συμφορᾷ τὴν ὑπεροχὴν ἐπεγίνωσκε τοῦ ∆εσπότου. ∆ιό φησιν, Εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ἔχων ὑπ' ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, Πορεύου, καὶ πορεύεται, καὶ τῷ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, Ποίησον τοῦτο, καὶ ποιεῖ. Ὁρᾷς, ὅτι τὸ, Ποίησον, δεσπότου πρὸς δοῦλόν ἐστι διαλεγομένου; Οὐκοῦν τὸ, Ποιήσωμεν, ὁμοτίμου τινός. Ὅταν οὖν δεσπότης δούλῳ λέγῃ, Ποίησον λέγει· ὅταν δὲ Πατὴρ Υἱῷ διαλέγηται, Ποιήσωμεν. Τί οὖν, φησὶν, εἰ ὁ μὲν ἑκατοντάρχης οὕτως ὑπώπτευε, τὸ δὲ πρᾶγμα οὐχ οὕτως εἶχε; μὴ γὰρ ἀπόστολός ἐστιν ὁ ἑκατοντάρχης; μὴ γὰρ μαθητής ἐστιν, ἵνα αὐτοῦ δέξωμαι τὰ ῥήματα; Εἰκὸς αὐτὸν ἐσφάλθαι, φησί. Καλῶς· τί οὖν; Ἴδωμεν οὖν τὸ ἑξῆς. Ἆρα διώρθωσεν αὐτὸν ὁ Χριστός; ἆρα ἐπετίμησεν ὡς σφαλλομένῳ καὶ διεφθαρμένα εἰσάγοντι δόγματα; ἆρα εἶπε πρὸς αὐτόν· Τί τοῦτο ποιεῖς, ἄνθρωπε; μείζονα περὶ ἐμοῦ δόξαν ἔχεις, ἢ προσῆκε· πλείονά μοι χαρίζῃ τῶν ὀφειλομένων ἐμοί· ἐξ αὐθεντίας με νομίζεις ἐπιτάττειν οὐκ ἔχοντα αὐθεντίαν. Ἆρα εἶπέ τι τοιοῦτον; Οὐδαμῶς· ἀλλὰ καὶ ἐκύρωσεν αὐτοῦ τὴν γνώμην, καὶ πρὸς τοὺς ἀκολουθοῦντας εἶπε, Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. Ὁ τοίνυν ἔπαινος τοῦ ∆εσπότου κύρωσις γίνεται τῶν ῥημάτων τοῦ ἑκατοντάρχου. Οὐκ ἔτι γὰρ τοῦ ἑκατοντάρχου ἐστὶ τὰ ῥήματα τὰ εἰρημένα, ἀλλ' ἀπόφασίς ἐστι δεσποτική· ὅταν γὰρ αὐτὸς ἐπαινέσῃ τὰ λεχθέντα, καὶ ψηφίσηται αὐτοῖς ὡς καλῶς εἰρημένοις, ὡς θεῖον αὐτὰ δέχομαι χρησμόν. Τὸ γὰρ κῦρος ἄνωθεν ἔλαβεν ἐκ τῆς τοῦ Χριστοῦ ἀποκρίσεως.

γʹ. Ὁρᾷς πῶς σύμφωνος ἡ Καινὴ τῇ Παλαιᾷ; πῶς ἑκατέρα τὴν αὐθεντίαν ἐπιδείκνυται τοῦ Χριστοῦ; Τί οὖν, εἰ ἐποίει μὲν τὸν ἄνθρωπον, ὡς ὑπουργὸς δὲ 48.800 ἐποίει; Οὐκοῦν ἀκαίρου φιλονεικίας. Εἰπὼν γὰρ, Ποιήσωμεν τὸν ἄνθρωπον, οὐκ ἐπήγαγε, κατὰ τὴν εἰκόνα τὴν σὴν τὴν ἐλάττω, οὐδὲ, κατὰ τὴν εἰκόνα τὴν ἐμὴν τὴν μείζω, ἀλλὰ τί; Κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν, τῷ οὕτως εἰπεῖν δεικνὺς Πατρὸς καὶ Υἱοῦ μίαν οὖσαν εἰκόνα· οὐ γὰρ εἶπεν εἰκόνας, ἀλλ' Εἰκόνα ἡμετέραν· οὐ γὰρ δύο τινὲς ἀνώμαλοι, ἀλλὰ μία καὶ αὕτη ἴση Υἱοῦ καὶ Πατρὸς ἡ εἰκών. ∆ιὰ τοῦτο καὶ ἐκ δεξιῶν λέγεται καθῆσθαι, ἵνα τὸ ὁμότιμον καὶ τῆς ἐξουσίας τὸ ἀπαράλλακτον μάθῃς· ὑπουργὸς γὰρ οὐ συγκάθηται, ἀλλὰ παρέστηκε. Καὶ ὅτι τὸ μὲν καθῆσθαι τὸ ὁμότιμον καὶ ἀπαράλλακτον τῆς δεσποτικῆς ἐστιν ἐξουσίας, τὸ δὲ