1

 2

 3

 4

 5

 6

2

πίστιν ἱκανήν. Ἐπεὶ οὖν τοσαύτη τῶν λογισμῶν ἡ ἀσθένεια, φέρε ἀπὸ τῶν Γραφῶν τῆς πρὸς τοὺς ἐναντίους ἁψώμεθα μάχης. Πόθεν οὖν ἡμῖν ἀρκτέον τοῦ λόγου; Ὅθεν ἂν βούλησθε, εἴτε ἀπὸ Καινῆς, εἴτε ἀπὸ Παλαιᾶς· οὐ γὰρ δὴ μόνον ἐν τοῖς εὐαγγελικοῖς καὶ τοῖς ἀποστολικοῖς ῥήμασιν, ἀλλὰ καὶ ἐν τοῖς προφητικοῖς καὶ πάσῃ τῇ Παλαιᾷ μετὰ πολλῆς τῆς περιουσίας διαλάμπουσαν ἔστιν ἰδεῖν τὴν τοῦ Μονογενοῦς δόξαν· διὸ καὶ ἐντεῦθέν μοι δοκεῖ πρὸς ἐκείνους ἀκροβολίσασθαι. Οὐ γὰρ δὴ μόνους τούτους ἐντεῦθεν ποιούμενοι τοὺς λόγους, ἀλλὰ καὶ ἑτέρους πλείονας αἱρετικοὺς δυνησόμεθα καταβαλεῖν, Μαρκίωνα, Μανιχαῖον, Οὐαλεντῖνον, τῶν Ἰουδαίων ἅπαντα τὰ συστήματα. Καθάπερ γὰρ ἐπὶ τοῦ ∆αυῒδ ὁ μὲν Γολιὰθ κατέπεσε, τὸ δὲ στρατόπεδον ἅπαν ἐδραπέτευσε, καὶ ὁ μὲν θάνατος ἑνὸς γέγονε σώματος, καὶ μιᾶς ἡ πληγὴ κεφαλῆς, ἡ δὲ φυγὴ καὶ ἡ δειλία κοινὴ τοῦ στρατοπέδου παντός· οὕτω δὴ καὶ ἐφ' ἡμῶν νῦν μιᾶς αἱρέσεως πληγείσης καὶ καταπεσούσης, κοινὴ τῶν ἀπηριθμημένων ἁπάντων ἔσται φυγή. 48.798 Μανιχαῖοι μὲν γὰρ καὶ οἱ τὰ αὐτὰ νοσοῦντες ἐκείνοις τὸν μὲν κηρυττόμενον δοκοῦσι δέχεσθαι Χριστὸν, τοὺς δὲ κηρύττοντας αὐτὸν ἀτιμάζουσι προφήτας καὶ πατριάρχας· Ἰουδαῖοι δὲ πάλιν ἀπεναντίας τοὺς μὲν κηρύττοντας αὐτὸν δοκοῦσι δέχεσθαι καὶ θεραπεύειν, προφήτας λέγω καὶ τὸν νομοθέτην αὐτῶν, τὸν δὲ κηρυττόμενον ὑπ' αὐτῶν ἀτιμάζουσιν. Ὅταν οὖν τῇ τοῦ Θεοῦ χάριτι δείξωμεν πολλὴν ἐν τῇ Παλαιᾷ προαναφωνουμένην τοῦ Μονογενοῦς τὴν δόξαν, πάντα ταῦτα δυνησόμεθα τὰ θεομάχα καταισχῦναι στόματα, καὶ τὰς βλασφήμους ἐπιστομίσαι γλώττας. Ὅταν γὰρ φαίνηται κηρύττουσα τὸν Χριστὸν ἡ Παλαιὰ ∆ιαθήκη, τίς ἔσται Μανιχαίοις καὶ τοῖς κατ' ἐκείνους ἀπολογία ἀτιμάζουσι τὴν προαναφωνοῦσαν τὸν κοινὸν πάντων ∆εσπότην; τίς δὲ συγγνώμη καὶ παραίτησις τοῖς Ἰουδαίοις τὸν ὑπὸ τῶν προφητῶν καταγγελλόμενον μὴ δεχομένοις;

βʹ. Ἐπεὶ οὖν τοσαύτη τῆς νίκης ἡ περιουσία, ἐπὶ τὰ παλαιότερα βιβλία τὸν λόγον ἀγάγωμεν, καὶ τῶν παλαιῶν αὐτῶν τὸ ἀρχαιότερον πάντων, ἐπὶ τὴν Γένεσιν λέγω, καὶ τῆς Γενέσεως αὐτῆς ἐπὶ τὴν κορυφὴν ἀναβῶμεν. Ὅτι γὰρ περὶ τοῦ Χριστοῦ πολλά φησιν ὁ Μωϋσῆς; ἄκουσον αὐτοῦ Χριστοῦ λέγοντος· Εἰ ἐπιστεύετε Μωϋσῇ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε. Ποῦ δὲ ἔγραψεν ἐκεῖνος περὶ αὐτοῦ; Τοῦτο ἤδη δεῖξαι πειράσομαι. Ἐπειδὴ γὰρ ἡ κτίσις ἀπήρτιστο πᾶσα, καὶ ποικίλῳ μὲν ὁ οὐρανὸς ἐστεφάνωτο ἄστρων χορῷ, παντοδαποῖς δὲ ἄνθεσιν ἀντέλαμπεν αὐτῷ κάτωθεν ἡ γῆ, καὶ πλήρεις μὲν ὀρέων κορυφαὶ, πλήρη δὲ καὶ πεδία καὶ φάραγγες, καὶ ἁπλῶς πᾶσα ἡ τῆς γῆς ἐπιφάνεια φυτῶν καὶ δένδρων καὶ βοτανῶν ἦν, καὶ ἐσκίρτα μὲν ποίμνια, ἐσκίρτα δὲ βουκόλια, τῶν δὲ ᾠδικῶν ὀρνίθων ὁ χορὸς, τὴν ἰδίαν φύσιν ἐπιδεικνύμενος, μουσικῆς τὸν ἀέρα πάντα ἐπλήρου, καὶ μεστὰ πελάγη τῶν ἐναλίων ζώων ἦν, πλήρεις δὲ λίμναι καὶ πηγαὶ καὶ ποταμοὶ τῶν ἐν αὐτοῖς τικτομένων ἁπάντων, καὶ οὐδὲν ἦν ἀτέλεστον, ἀλλὰ πάντα ἀπήρτιστο, ἐζήτει τὸ σῶμα τὴν κεφαλὴν, ἡ πόλις τὸν ἄρχοντα, ἡ κτίσις τὸν βασιλέα, λέγω δὴ τὸν ἄνθρωπον. Μέλλων οὖν αὐτὸν διαπλάττειν ὁ Θεός φησιν· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν. Πρὸς τίνα διαλέγεται; Εὔδηλον ὅτι πρὸς τὸν Μονογενῆ τὸν ἑαυτοῦ. Καὶ οὐκ εἶπε, Ποίησον, ἵνα μὴ νομίσῃς δουλικὸν εἶναι ἐπίταγμα τὸ λεγόμενον, ἀλλὰ, Ποιήσωμεν, ἵνα διὰ τοῦ σχήματος τῆς συμβουλῆς τῶν ῥημάτων τὸ ὁμότιμον ἐκκαλύψῃ. Ποτὲ μὲν γὰρ λέγεται σύμβουλον ἔχειν ὁ Θεὸς, ποτὲ δὲ μὴ ἔχειν, οὐ τῆς Γραφῆς ἑαυτῇ μαχομένης, ἀλλ' ἀπόῤῥητα δόγματα ἐκκαλυπτούσης ἡμῖν δι' ἀμφοτέρων τούτων. Ὅταν μὲν γὰρ τὸ ἀνενδεὲς αὐτοῦ παραστῆσαι βούληται, φησὶν οὐκ ἔχειν αὐτὸν σύμβουλον· ὅταν δὲ τὸ ὁμότιμον τοῦ Μονογενοῦς, σύμβουλον καλεῖ τὸν Υἱὸν τοῦ Θεοῦ. Καὶ ἵνα μάθῃς ταῦτα ἀμφότερα, ὅτι τε σύμβουλον τὸν Υἱὸν καλοῦσιν οἱ προφῆται, οὐχ ὡς τοῦ Πατρὸς δεομένου συμβουλῆς, ἀλλ' ἵνα τοῦ Μονογενοῦς τὴν τιμὴν μάθωμεν, καὶ ὅτι πάλιν οὐ δεῖται