3
Πατέρα Πατέρα εἰπεῖν παραιτεῖς, μήτε δημιουργὸν αὐτὸν εἴπῃς, ἵνα μὴ πόνων καὶ ἱδρώτων ὑπόνοιαν ἐπιῤῥίψῃς. Ἀλλ' οὐχ οἵαν, φησὶ, δόξαν περὶ ἀνθρώπων ἔχομεν, τοιαύτην καὶ περὶ Θεοῦ ἐκλαμβάνειν ὀφείλομεν. Ἄνθρωποι γὰρ κτίζοντες, πόνῳ καὶ ἱδρῶτι κτίζουσι· Θεὸς δὲ κτίζων, ἀπόνως κτίζει· ἀσύνθετος γάρ ἐστι τὴν φύσιν. Ἐπεὶ οὖν, ὦ σοφὲ καὶ ἐπιστήμων, ὁ κτίζων Θεὸς κτίζει ἀπόνως, ἀῤῥεύστως γεννᾷν οὐ δύναται; ἀλλ' ὅτε μὲν κτίζει, ἀπόνως ὁ Θεὸς κτίζει, ὅτε δὲ γεννᾷ, ὡς ἄνθρωπος ὑπομένει ῥεῦσιν; καὶ δημιουργῶν μὲν ἀπαθὴς μένει, γεννῶν δὲ ἀνθρωπίνῳ περιπίπτει πάθει; Φρίττω, καὶ δεδιῶ, καὶ τρέμω τὴν βλάσφημον, τὴν ἀθύρωτον, τὴν ἀχαλίνωτον τῶν αἱρετικῶν γλῶτταν, ἐννοῶν, ὅτι ἀφθάρτως ἡ Παρθένος ἔτεκε, πιστεύουσι, καὶ ὅτι Θεὸς ἀῤῥεύστως ἐγέννησεν, ἀμφιβάλλουσιν. Ἡ ἄφθορος τῆς Παρθένου μήτρα καὶ μετὰ τὸ τεκεῖν ἄλυτος ἔμεινεν, ἄνθρωπε, καὶ ἡ τοῦ Πατρὸς φύσις ἐν τῷ γεννᾷν τὴν ῥεῦσιν οὐ διέφυγεν; Ἀλλ' ἡ Παρθένος καὶ μετὰ τὸ τεκεῖν παρθένος ἔμεινεν, ἐκ τοῦ τεκεῖν μὴ ζημιωθεῖσα τὴν παρθενίαν· καὶ ὁ Πατὴρ μετὰ τὸ γεννῆσαι ὁ αὐτὸς μεῖναι οὐκ ἠδύνατο, ἀῤῥεύστου καὶ ἀναλλοιώτου τῆς οὐσίας μενούσης; Καὶ ὅπου μὲν ὄγκος σώματος, μελῶν ἁρμονία, ὀστέων σύνθεσις, νευρῶν τάξις, φλεβῶν πλήθη, ἄρθρων δεσμοὶ, τὸ βρέφος ἐξῆλθεν ὡς οἶδε, καὶ ἐν τῇ παρθενικῇ ἀποῤῥήτως ἑαυτὸν ὑφάνας γαστρί· ὅπου δὲ οὐ σῶμα, οὐ μέλος, οὐκ ἄρθρα, οὐ νεῦρα, οὐκ ὀστέα, οὐ φλέβες, ἀλλ' ἀναφὴς καὶ ἀσώματος καὶ ἀόρατος φύσις, ῥεῦσιν εἰσάγεις καὶ μείωσιν νοεῖς; Καὶ προῆλθεν ἐκ μήτρας, καὶ ἄλυτος ἔμεινεν ἡ μήτρα. Ὁ γὰρ ἄνευ σπέρματος ἐν τῇ Παρθένῳ ἐμψυχώσας ἑαυτῷ ναὸν, αὐτὸς καὶ ἄλυτον διετήρησε τὴν μήτραν, ὡς Θεός. Τὰ γὰρ ἔργα τοῦ Θεοῦ οὐ τῇ φύσει τῶν πραγμάτων δουλεύει, ἀλλὰ τῇ κελεύσει τοῦ Θεοῦ Λόγου ἐξακολουθεῖ. Ποτὲ μὲν γὰρ ὁ Θεὸς κατὰ φύσιν κτίζει, ἵνα γνῷς τῆς φύσεως τὴν εὐταξίαν· ποτὲ δὲ παρὰ φύσιν δημιουργεῖ, ἵνα μάθῃς τοῦ ἐνεργοῦντος τὴν δύναμιν. Οὔτε γὰρ πάντα κατὰ φύσιν γίνεται, ἵνα μὴ θεολογηθῇ ἡ φύσις, οὔτε πάντα παρὰ φύσιν, ἵνα μὴ ἀταξία τῆς φύσεως νομισθῇ τὰ παρὰ φύσιν πραττόμενα. Πλάττει δὲ Θεὸς κατὰ φύσιν, δημιουργεῖ καὶ παρὰ φύσιν, ἵνα μάθῃς ὡς ἡ φύσις θερα 59.713 παινίδος τάξιν ἐπέχουσα κατὰ φύσιν κινεῖται, καὶ παρὰ φύσιν τρέχει, πρόσταγμα πληροῦσα Θεοῦ.
γʹ. Εἰπὲ δὲ, ὁ ζητῶν, πῶς ὁ Χριστὸς ἐκ τῆς ἀλύτου μήτρας προελθὼν οὐκ ἠφάνισε τὴν σφραγῖδα τῆς παρθενίας, πῶς ἐκ τοῦ παρθενικοῦ Ἀδὰμ ἡ παρθένος Εὔα προῆλθε. Ἡ Θεοτόκος γὰρ Μαρία μὴ γνοῦσα ἄνδρα, ἄνδρα ἔτεκεν, ὁ πρωτόπλαστος Ἀδὰμ μὴ γνοὺς γυναῖκα, γυναῖκα ἐβλάστησεν. Ἀλλὰ τὸ μὲν παρθένον γεννῆσαι, εἰ καὶ παράδοξον, ἀλλ' ὅμως ἔχεται λόγου, καθ' ὃ γαστὴρ καὶ μήτρα καὶ φυσικὴ τοῖς τικτομένοις προτετύπωται ὁδός· ἐπὶ δὲ τοῦ Ἀδὰμ πάντα ξένα. Τίς γὰρ εἶδεν ἀπὸ πλευρᾶς τικτόμενον ἄνθρωπον; πότε δὲ πλευρὰ συνεισήνεγκε καρποφορίαν; Ὕπνον ἐπέβαλε τῷ Ἀδὰμ ὁ Θεὸς, ἵνα μὴ λυπηθῇ διὰ τὴν ἀφαίρεσιν τῆς πλευρᾶς, ἀλλ' ὅμως ὕπνωσεν αὐτοῦ τὰ δεσμά· δεσμὰ γάρ εἰσι τῆς φύσεως τὰ νεῦρα. Καὶ μάρτυς ∆ανιὴλ λέγων, Καὶ εἶδον τὴν ὀπτασίαν, καὶ ἔπεσα· καὶ οἱ σύνδεσμοί μοι τῆς ὀσφύος διελύθησαν. Πλευρὰν οὖν νόμῳ φύσεως ἠσφαλισμένην, δεσμοῖς νεύρων συμπεπλεγμένην, σαρξὶν ὑφασμένην, φλεψὶν ἡνωμένην πῶς ἐξεῖλε; πῶς ἀπέσπασε; πῶς καὶ ἡ πλευρὰ ἐξῆλθε, καὶ ὁ Ἀδὰμ σῶος ἔμεινε; Πῶς; Ὁ λύσας οἶδεν· ὁ λύσας καὶ ἔδησεν. Εἰ μὲν γὰρ ἄλλος ὁ δήσας, καὶ ἄλλος ὁ λύσας, ζήτημα ἦν· εἰ δὲ ὁ ἁρμόσας ἔλυσε, καὶ ὁ πλευρὰν ἐκ γῆς πλάσας, τὴν πλευρὰν ἀφείλατο, ἐκεῖνος μόνος οἶδε, πῶς ἔλυσεν, ὁ καὶ μόνος ἐπιστάμενος, πῶς τὴν τῶν μελῶν ἁρμονίαν συνέθηκεν. Ὥσπερ οὖν καὶ μετὰ τὴν ἀφαίρεσιν τῆς πλευρᾶς σῶος ἔμεινεν ὁ Ἀδὰμ, οὕτω καὶ μετὰ τὴν πρόοδον τοῦ βρέφους ἄφθορος ἔμεινεν ἡ Παρθένος. Οὔτε γὰρ ἡ τῶν τοῦ Ἀδὰμ ἐβλάβη ἁρμονία, ληφθείσης τῆς πλευρᾶς, οὔτε τῆς παρθενίας ὑβρίσθη ἡ σφραγὶς, προελθόντος τοῦ βρέφους. Καθάπερ γὰρ ἐφ' ἡμῶν ἐάν τις ἀλλότριον δεσμὸν λῦσαι θελήσῃ, ἀφανίζει αὐτὸν, καὶ συγκόπτει δι' ἀπειρίαν, ὁ δὲ δήσας ἀκόπως λύει οἶδε