1

 2

 3

 4

 5

 6

 7

3

Καὶ γὰρ ἐκεῖνοι παρὰ τῶν πενήτων μικρὰ λαβόντες ὧν οὐδὲν δέονται, τὰ παρ' ἑαυτῶν προστιθέασιν, ἀντιδωρούμενοι τοὺς ἅπερ εἶχον εἰσενεγκόντας. Οὕτω δὴ καὶ οὗτος λαβὼν παρ' ἡμῶν εὐφημίαν ῥημάτων, ἧς οὐδὲν δεῖται, ἀντιδώσει τὴν διὰ τῶν ἔργων εὐλογίαν ἡμῖν, ἧς ἀεὶ χρῄζομεν. Πόθεν οὖν ἡμῖν ἀρκτέον τῶν ἐγκωμίων; Πόθεν ἄλλοθεν ἢ ἀπὸ τῆς ἀρχῆς, ἣν ἡ τοῦ Πνεύματος ἐνεχείρισεν αὐτῷ χάρις. Αἱ μὲν γὰρ ἔξωθεν ἀρχαὶ οὐκ ἂν γένοιντο πάντως τῆς τῶν πιστευομένων αὐτὰς ἀρετῆς ἀπόδειξις, ἀλλὰ πολλάκις καὶ κακίας εἰσὶ κατήγοροι. Τίνος ἕνεκεν; Ὅτι καὶ προστασίαι φίλων καὶ περιδρομαὶ καὶ κολακεῖαι, καὶ πολλὰ ἕτερα τούτων αἰσχρότερα τὰς τοιαύτας ἀρχὰς προξενεῖν εἴωθεν· ὅταν δὲ ὁ Θεὸς χειροτονῇ καὶ ψηφίζηται, καὶ ἡ χεὶρ ἐκείνη τῆς ἁγίας ἅπτηται κεφαλῆς, ἀδέκαστος ἡ ψῆφος, ἀνύποπτος ἡ κρίσις, ἀναμφισβήτητος τοῦ χειροτονουμένου γένοιτ' ἂν ἀπόδειξις τὸ τοῦ χειροτονοῦντος ἀξίωμα. Ὅτι δὲ ἐκεῖνον ὁ Θεὸς ἐχειροτόνησε, καὶ ἀπ' αὐτοῦ τοῦ τρόπου δῆλον

. Ἐκ μέσης γὰρ τῆς ἀγορᾶς ἁρπασθεὶς, ἐπὶ τὸν θρόνον ἤγετο τοῦτον· οὕτω σεμνὸν καὶ λαμπρὸν τὸν πρότερον ἐπεδείξατο βίον, καὶ γυναῖκα ἔχων καὶ θυγατέρα, καὶ ἐν δικαστηρίῳ στρεφόμενος· οὕτως ὑπὲρ τὸν ἥλιον ἔλαμψεν, ὡς εὐθέως ἐκεῖθεν ταύτης ἄξιος φανῆναι τῆς ἀρχῆς, καὶ ἀπὸ βήματος δικαστικοῦ ἐπὶ βῆμα ἤγετο ἱερόν. Καὶ τότε μὲν ἀνθρώποις συνηγόρει κατὰ ἀνθρώπων ἐπιβουλευόντων, τοὺς ἀδικουμένους τῶν ἀδικούντων ἰσχυροτέρους ποιῶν· ἐνταῦθα δὲ ἐλθὼν, ἀνθρώποις συνηγόρει κατὰ δαιμόνων τῶν ἐπηρεαζόντων. Ἡλίκον δέ ἐστι δεῖγμα ἀρετῆς τὸ παρὰ τῆς τοῦ Θεοῦ χάριτος τοσαύτης ἀξιωθῆναι τῆς ἀρχῆς, ἄκουσον ἀναστὰς ὁ Χριστὸς τῷ Πέτρῳ τί φησιν; Ἐπειδὴ γὰρ αὐτὸν ἠρώτησε· Πέτρε, φιλεῖς με; εἰπόντος δὲ ἐκείνου, Σὺ, Κύριε, οἶδας ὅτι φιλῶ σε, οὐκ εἶπεν ὁ Χριστός· ῥῖψον τὰ χρήματα, νηστείαν ἄσκησον, σκληραγωγίαν, νεκροὺς ἀνάστησον, δαίμονας ἀπέλασον, οὐδὲν οὔτε τούτων, οὔτε τῶν σημείων τῶν ἄλλων, οὔτε τῶν κατορθωμάτων εἰς μέσον ἤγαγεν· ἀλλὰ πάντα ἐκεῖνα παραδραμὼν, Εἰ φιλεῖς με, φησὶ, ποίμαινε τὰ πρόβατά μου. Τοῦτο δὲ ἔλεγεν, οὐ μόνον τῆς εἰς αὐτὸν ἀγάπης τὸ μέγιστον ἡμῖν σημεῖον ἐπιδεῖξαι βουλόμενος, ἀλλὰ καὶ τῆς φιλίας, ἣν περὶ τὰ πρόβατα ἐπιδείκνυται, ἤδη τοῦτο τῆς εἰς αὐτὸν εὐνοίας μέγιστον δεῖγμα πεποίηται, μονονουχὶ λέγων, ὁ τὰ πρόβατά μου φιλῶν, ἐμὲ φιλεῖ. Ἴδε γοῦν ὅσα ὑπέμεινε διὰ τὴν ποίμνην ταύτην ὁ Χριστός· ἄνθρωπος ἐγένετο, δούλου μορφὴν ἀνέλαβεν, ἐνεπτύσθη, ἐῤῥαπίσθη· τελευταῖον οὐδὲ θάνατον παρῃτήσατο, καὶ θάνατον τὸν ἐπονείδιστον· ἐν σταυρῷ γὰρ τὸ αἷμα ἐξέχεεν. Ὥστε εἴ τις εὐδοκιμεῖν βούλοιτο παρ' αὐτῷ, τούτων ἐπιμελείσθω τῶν προβάτων, τὸ κοινῆ συμφέρον ζητείτω, τῶν ἀδελφῶν κηδέσθω τῶν ἑαυτοῦ· οὐδὲν γὰρ τούτου τῷ Θεῷ προτιμότερον κατόρθωμα· διὰ τοῦτο καὶ ἀλλαχοῦ φησι· Σίμων, Σίμων, ᾔτησεν ὁ Σατανᾶς σινιάσαι σε ὡς τὸν σῖτον· κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλείπῃ ἡ πίστις σου. Τίνα οὖν ταύτης τῆς κηδεμονίας καὶ τῆς προνοίας ἀποδίδως μοι τὴν ἀμοιβήν; ἄρα ποίαν ἀμοιβὴν ζητεῖ; Τὴν αὐτὴν ταύτην πάλιν· Καὶ σὺ γὰρ, φησὶ, ποτὲ ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου. Οὕτω καὶ ὁ Παῦλός φησι· Μιμηταί μου γίνεσθε, 48.752 καθὼς κἀγὼ Χριστοῦ. Πῶς ἐγένου Χριστοῦ μιμητής; Πάντα πᾶσιν ἀρέσκων, καὶ μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι. Καὶ ἀλλαχοῦ φησι· Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσκεν, ἀλλὰ τοῖς πολλοῖς. Καὶ οὐδὲν οὕτω γνώρισμα καὶ χαρακτὴρ γένοιτ' ἂν τοῦ πιστοῦ καὶ τὸν Χριστὸν φιλοῦντος, ὡς τὸ τῶν ἀδελφῶν κήδεσθαι, καὶ τῆς σωτηρίας ἐπιμελεῖσθαι τῆς ἐκείνων.

γʹ. Ταῦτα καὶ μοναχοὶ πάντες ἀκουέτωσαν, καὶ οἱ τὰς τῶν ὀρῶν

κατειληφότες κορυφὰς, καὶ οἱ διὰ πάντων σταυρώσαντες ἑαυτοὺς τῷ κόσμῳ, ἵνα κατὰ δύναμιν τὴν ἑαυτῶν τοὺς τῶν Ἐκκλησιῶν προεστῶτας συγκροτῶσιν,