1

 2

 3

 4

3

Πλὴν ἀναπολόγητός εἰμι, ∆έσποτα, μὴ ἐπικαλεσαμένη σε τότε εἰς τὴν ἐμὴν βοήθειαν· ἀλλ' ἡμάρτηκα, Κύριε, ἡμάρτηκα, σὲ ἐγκαταλείψασα, καὶ δουλεύσασα πάθει αἰσχύνης καὶ ἀτιμίας. Τότε καὶ αὐτὸς ἐρεῖ σοι· Καλόν σε ἦν ἐνθυμηθῆναι, μὴ τὸ τάχος ἀποσταλῶσιν οἱ τὴν ψυχήν σου ἀπαιτοῦντες ἀπὸ σοῦ· καὶ ποῦ τότε ἡ ἐξομολόγησις καὶ ἡ μετάνοια; ∆ιὰ τοῦτο γὰρ λέγω, ὅτι Γρηγορεῖτε, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν. Πλὴν ἀπάρτι μηκέτι ἁμαρτήσῃς, μηδὲ ἐμὲ καταλιποῦσα, μοιχαλὶς χρηματίσῃς. Καὶ ἡμεῖς οὖν δεόμεθα, Καταλλάγητε τῷ Θεῷ, καὶ εἰπὲ οὕτως, ὦ παρθένε· Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου, καὶ κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε, ὅτι τὴν κειμένην ἤγειρας, τὴν τεθανατωμένην ἐζωοποίησας, τὴν ἐῤῥυπωμένην ἐλάμπρυνας, τὴν βεβυθισμένην τῇ ἁμαρτίᾳ τῷ ἀγκίστρῳ τῆς εὐσεβείας ἀν60.744 έσπασας, τὴν πλανηθεῖσαν ᾠκειώσω, τὴν αἰχμάλωτον ἠγόρασας, τὴν ὑβρίσασαν οὐκ ἠμύνου, τὴν δραπετεύσασαν ἀνεκαλέσω, τὴν αἱμαχθεῖσαν ἀπέπλυνας, τὴν ὑπὸ τῆς ἡδονῆς θηρευθεῖσαν ἀπέσπασας, τὴν ταρτάρων ἀξίαν οὐρανοπολίτιδα ἀπειργάσω, τῆς γεέννης ἠλευθέρωσας, τῆς ῥομφαίας ἐλυτρώσω, τῶν δεσμῶν ἔλυσας, τῆς ἀϊδίου ζωῆς ἠξίωσας, τοῦ κινδύνου ἀφήρπασας, τὸν διάβολον ᾔσχυνας, τὸ χειρόγραφον διέῤῥηξας.

Ὢ δακρύων ἀγαθῶν γεωργὲ, τί τούτων λαμπρότερον τῶν θαυμάτων; Συνέλθητε οὖν, ὅσαι τῷ τοιούτῳ κινδύνῳ τοῦ ναυαγίου περιεπέσετε, γνῶτε, διδάχθητε, παιδεύθητε, ὅτι ὁ μὲν τῆς ἁμαρτίας καρπός ἐστι θάνατος, ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστι ζωὴ καὶ εἰρήνη καὶ ἁγιασμός. Ὅσοι νῦν τε καὶ πάντοτε βούλεσθε ἐκφυγεῖν τὸν θάνατον τοῦτον, τὰ λεγόμενα ἅπαντα ὑπόθεσιν σωτηρίας λάβετε· καὶ τοῦτο ἀεὶ μελετᾶτε πάντες, ἐξαιρέτως δὲ οἱ μονάζοντες, καὶ παρθένοι αἱ τὰ σώματα ὑμῶν ἀφιερώσασαι τῷ Κυρίῳ· Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. Ἡ γὰρ ἐπιθυμία τῆς σαρκὸς τὸν καρπὸν τῆς ἁμαρτίας θάνατον ἐβλάστησεν· ὁ δὲ καρπὸς ὁ πνευματικὸς ζωὴν αἰώνιον καὶ ἀφθαρσίαν καὶ ἁγιασμὸν καὶ εἰρήνην ψυχικῶς τε καὶ σωματικῶς. ∆ιὸ πᾶσιν ὑμῖν τοῦτο γνωστὸν ἔστω, ὡς οὐδεμία ἀρετὴ τιμιωτέρα παρθενίας πέφυκεν εἰς πᾶν φυτὸν ἀρετῆς, ἀλλ' οὐδὲ ὁμοία ταύτης εὑρίσκεται, ἐὰν ὁ μονάζων ἐκεῖνος, ἢ ἡ παρθένος κατὰ διάνοιαν μὴ ἐκπορνεύσῃ· ἡ γὰρ συγκατάθεσις τῶν λογισμῶν πᾶσαν τὴν πρᾶξιν ἀπετέλεσεν. Ἀψευδὴς γὰρ ὁ εἰπών· Πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Οὐδὲν δὲ κεχωρισμένον ἐκ τοῦ ἄῤῥενος καὶ τῆς θηλείας· πάντες γὰρ τοῦ αὐτοῦ φυράματος τυγχάνομεν, καθὼς τὸ Εὐαγγέλιόν φησι· τὸ μὲν θέλημα ἀνδρὸς λέγει. τὸ δὲ θέλημα σαρκὸς, ἓν καὶ τὸ αὐτὸ πᾶν εἰρηκώς. ∆ιὸ δεῖ καὶ τὴν τοῦ Χριστοῦ παρθένον ὅλην ἑαυτὴν ἄμωμον τηρεῖν καὶ ἄφθαρτον, καὶ τὴν καρδίαν πρὸς τὸν αὐτῆς νυμφίον καὶ δημιουργὸν Χριστὸν, τοῖς δὲ ὀφθαλμοῖς τῆς διανοίας ὡς βλέπουσαν τὸν ὡραῖον κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, πάντα λόγον ἀργὸν καὶ μὴ ὄντα πρὸς οἰκοδομὴν ἀποστρέφεσθαι, παντὶ ἄῤῥενι ἀδεῶς μὴ συνδιάζειν, καὶ μάλιστα τῶν ἀτάκτως περιπατούντων.

Εἰ δὲ πληροφορία τίς ἐστι περὶ ὠφελείας ψυχῆς, οὐ δεῖ παραιτεῖσθαι ἄνδρας εὐσχημόνως περιπατοῦντας. Μὴ παῤῥησιάζεσθαι δεῖ, μηδὲ χρονίζειν, γυναιξὶν ἀσέμνοις μὴ συγγελοιάζειν· ὅρκος δὲ ὅλως ἐκ στόματος μὴ ἐξερχέσθω· ∆εσποτικὸν γὰρ τὸ παράγγελμα, ὅτι οὐδὲ κατὰ τῆς ἰδίας σου κεφαλῆς ἀνέχεταί σε ὀμόσαι λέγων, ὅτι Πᾶν τὸ πλεῖον τοῦ Ναί καὶ τοῦ Οὔ, ἐκ τοῦ πονηροῦ ἐστι· τοὺς δὲ ῥυπαροὺς καὶ ἀσέμνους λογισμοὺς, καὶ πάντα τὰ τῆς σαρκὸς πειρατήρια τῷ φόβῳ καὶ τῷ πόθῳ τοῦ Χριστοῦ καὶ τῷ τύπῳ τοῦ σταυροῦ αὐτοῦ ἀπελαύνειν.

Ἰδοὺ, πατέρες καὶ μητέρες καὶ ἀδελφοὶ καὶ ἀδελφαὶ καὶ τέκνα πάντα, τὰ συμφέροντα παρέθηκα ὑμῖν, λέγω δὴ τοῖς μονάζουσι καὶ ταῖς παρθένοις. Ταῦτα φυλάξατε, καὶ οὐ μὴ πταίσητε, ἀλλὰ ἀξιωθήσεσθε καὶ ὑμεῖς κληρονόμοι Χριστοῦ ἀναδειχθῆναι, ὧν πάντων τῶν ἡτοιμασμένων ἀγαθῶν ἀξίους καὶ κληρονόμους