3
λέων, μηνύων τὴν ὑπακοήν· παρειστήκει δὲ ἡ ὄνος, οὔτε τὴν φύσιν τοῦ λέοντος φοβουμένη, οὔτε ἀναχωροῦσα, οὔτε πάσχουσά τι ὑπὸ τοῦ λέοντος, ἵνα φανῇ ὅτι οὐ διὰ τὴν ἔννοιαν τῆς γαστρὸς ὁ λέων ἐπῆλθεν, ὡς ἐπῆλθεν, ἀλλὰ διὰ τὸ μὴ προσχρῆσθαι νηστείαις τὸν κελευσθέντα μὴ γεύσασθαι. Πάλιν ἀνελήφθη Ἠλίας ὡς ἐπ' οὐρανόν. Τί δὴ τὸ σημεῖον τῆς ἀναλήψεως, ἢ τῶν τεσσαράκοντα ἡμερῶν ἡ νηστεία; Εἰ Μωϋσῆς νηστεύει, καὶ Ἠλίας ἐπινηστεύει, καὶ ὁ Κύριος ἐπισφραγίζει, καλὴ ἡ μίμησις. Καίτοι οὐκ ἀναπολοῦμεν τὰς ἀναπαύλας τὰς ἐν τῷ μεταξύ· οὐ γὰρ τεσσαράκοντα ἡμέρας νηστεύομεν, ἀλλὰ διαστήματα ἐγκαταλιπόντες ἐν μέσῳ, τὸν μὲν ἀριθμὸν συνάπτομεν, τὴν δὲ νηστείαν οὐ διακρίνομεν. Μεγάλα τὰ πρὸ ἡμῶν, μικρὰ τὰ παρ' ἡμῶν· ἐὰν δὲ καὶ τῶν μικρῶν ἀποτύχωμεν, φανερῶς ἀλλότριοι τῶν νηστευσάντων ἐγενόμεθα. Οὐδεὶς ἡμῶν νηστεύει τεσσαράκοντα ἡμέρας· ἐπὶ γὰρ τεσσαράκοντα διαστήματα ἀναπαυόμεθα, ὥσπερ οἱ ὁδεύοντες, καθ' ἑσπέραν αὐλιζόμενοι, καὶ πάλιν ἀρχόμενοι. Εἰ δὲ ἐκεῖνοι καὶ τὰς τεσσαράκοντα ἐνήστευσαν, ἡμεῖς δὲ οὐδὲ μετὰ ἀναπαύσεως τὴν αὐτὴν ὁδὸν ἐκείνοις ὁδεύομεν, μηδὲ τολμήσωμεν μνημονεῦσαι ὧν τὴν μίμησιν οὐκ ἔχομεν. Νηστεία, ἀγγέλων ἐστὶ κατὰ τὸ δυνατὸν μίμησις, καταφρόνησις τῶν παρόντων, σχολὴ προσευχῆς, τρυφὴ ψυχῆς, χαλινὸς σώματος καὶ πραΰτης ἐπιθυμίας. Καὶ οἴδασιν οἱ νηστεύοντες, ὅτι πραΰνει τὰς ἡδονὰς, καὶ οὐκ ἀγνοοῦσιν οἱ πειρασθέντες· μαλάσσει θυμὸν, συνδάκνει τὴν ὀργὴν, καὶ καταπαύει τὰ φυσικὰ κύματα, ἀνεγείρει τὸν λογισμὸν, καὶ φαιδρὰν ἀπεργάζεται τὴν ψυχὴν, κουφίζει τὴν σάρκα, ἀπελαύνει ἀκρασίας αἰσχρὰς τὰς νυκτερινὰς, ἀπαλλάσσει μέθης, ῥύεται κεφαλαλγίας· φαιδρὰ φέρει καὶ τὰ χρώματα καὶ τὰ βλέμματα. Εὔτακτα ἐν νηστείαις τὰ κινήματα, εὔκολος ἡ γλῶσσα, μὴ διαστρεφομένη ἀπὸ οἴνου, ὀρθὸς ὁ λογισμός· οὐ γὰρ ἐκχέονται αἱ ἐπιθυμίαι. Χορεύει ἐν σωφροσύνῃ, γαλήνην κρατεῖ· ὁ γὰρ ἔξω ἄνθρωπος σχολάζει, καὶ ὧν μὲν πάσχομεν ἐν μέθῃ, οὐ μεμνήμεθα, ὧν δὲ ἀπαλλαττόμεθα ἐν νηστείαις, ἔχομεν τὴν ὑπόμνησιν. Ἡ γὰρ νηστεία καὶ ἑαυτὴν γινώσκει, καὶ τὰ ἀντικείμενα· μέθη δὲ ἑαυτὴν ἀγνοοῦσα, καὶ τὰ ἀπὸ νηστείας ἀγαθὰ ἀγνοεῖ. Τίνος χάριν, εἰπέ μοι, ἀνῃρέθησαν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς; οὐχ ὅτι ὑπουργοῦντες οἴνου ἐγεύσαντο; Τίς ἦν νόμος τῶν Ναζωραίων; οὐχὶ οἴνου ἀπέχεσθαι, καὶ πάντων τῶν ἀπὸ οἴνου; Οἱ περὶ ∆ανιὴλ σπέρματα ἤσθιον, καταφρονοῦντες τραπέζης τυραννικῆς τοῦ Ναβουχοδονόσορ. Ἐνήστευσε τρεῖς ἑβδομάδας ἡμερῶν ∆ανιὴλ ὁ ἀνὴρ τῶν ἐπιθυμιῶν· ὅτε ἐπιθυμιῶν ἀπέσχετο, ταύτην τὴν ἐσχάτην προσηγορίαν ἐδέξατο. Ἐνήστευσεν οὐ μίαν ἡμέραν Ἰουδαϊκὴν, οὐ πτωχὴν, ἀλλὰ τρεῖς ἑβδομάδας ἡμερῶν, τὴν ἐκκλησιαστικὴν καὶ αὐτὸς προτυπῶν ὁδόν. Ἄρτον, ἔφην, ἐπιθυμιῶν οὐκ ἔφαγον· οἱ δὲ πεινοῦσιν εἰς ἐπιθυμίας πρὸς τὸν καιρόν· Οἶνος καὶ κρέα οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου, ὧν νηστεύει ἡ Ἐκκλησία. Ὅρα ἐν τῇ Παλαιᾷ πολιτείαν Χριστιανικήν. Ἐν μὲν γὰρ τοῖς ἀσθενοῦσιν οἱ τύποι, ἐν δὲ τοῖς προφήταις ἤδη τῆς ἀληθείας τὰ ἴχνη. Ἡ νηστεία ἀπόφασιν Θεοῦ ἀνεκαλέσατο. Εἶπε γὰρ ὁ Θεὸς, Καταστρέφεται Νινευῒ, καὶ οὐ κατεστράφη· προσήνεγκαν γὰρ νηστείαν, καὶ ἐξέφυγεν Ἰωνᾶς, φοβηθεὶς τὴν ἀπὸ τῆς νηστείας βοήθειαν. Καὶ γὰρ κατέπιεν αὐτὸν κῆτος· κατέπιε δὲ νηστεῦον. Ὁ γὰρ καταπιὼν οὐκ ἐχρήσατο τῇ θήρᾳ εἰς βρῶσιν, ἀλλ' ἀπέθετο καὶ ἐτήρησε τὴν παρακαταθήκην τῷ ∆εσπό 62.735 τῃ, καὶ τὸν μὴ θελήσαντα δι' ἑαυτοῦ ἀπελθεῖν, ἀπήγαγεν ὅπου προσετάχθη. Ἤκουσε Νινευῒ ἡ πόλις ἡ μεγάλη ἑνὸς προφήτου γυμνοῦ, ὃς ἦν ἀπὸ κήτους ἐξελθὼν, οὐδὲ χρῶμα ἀνθρώπου σώζων διὰ τὸν φόβον· εἷς προφήτης ἐπέβη ἐκεῖ, καὶ τὸ σημεῖον, ὅπερ πεποίηκεν, ὁ καιρὸς ἐνεδείξατο. Ἀλλὰ καὶ εἶπεν, ὅτι Καταστρέφεται ἡ πόλις· προλαβὼν ὤφειλεν αὐτοὺς ἀπαγαγεῖν τῆς πίστεως. Οἱ δὲ