3
πένητος, καὶ κατέσφαξεν αὐτὴν τῷ ξένῳ. Τοῦτο ἀκούσας ὁ βασιλεὺς ∆αυῒδ, εἰ καὶ τῇ ἁμαρτίᾳ ἦν περιπεσὼν, ἀλλ' ὅμως τὸ δίκαιον ἠμφίεστο· τοῦ γὰρ σώματος ἡ ἁμαρτία, τῆς δὲ ψυχῆς τὸ κατόρθωμα. Ὅθεν ἀποκριθεὶς ἐν θυμῷ ἔφη, Ζῇ Κύριος, ἄξιος θανάτου ὁ ποιήσας τοῦτο, καὶ τὴν ἀμνάδα ἀποτίσει ἑπταπλάσιον. Ὑπερβαίνει τὸν νόμον ὁ ∆αυΐδ· ὁ νόμος γὰρ τετραπλασίονα κελεύει· οὗτος δὲ ἑπταπλασίονα κελεύει. Ὁ δὲ Νάθαν πρὸς αὐτόν· Σὺ εἶ, βασιλεῦ, ὁ ταῦτα πεποιηκώς. Εἶτα ὁ ∆αυῒδ συνετὸς ὑπάρχων, καὶ εὐλαβείᾳ συζήσας, οὐκ ἀπεχρήσατο τῷ βασιλικῷ ἀξιώματι, οὐκ ἐτυράννησε τὸν ἐλέγχοντα, καίπερ δυνάμενος· οὐκ εἶπε, Τίς εἶ σὺ, ὁ τολμήσας ἐπὶ πάντων ὀνειδίσαι με; ᾔδει γὰρ σαφῶς, ὅτι εἰ καὶ βασιλεύς ἐστιν ἐπίγειος, ἀλλ' ὅμως βασιλεύεται ὑπὸ τοῦ βασιλέως τῶν ἄνω δυνάμεων. Ὡς μόνον γὰρ ἤκουσε τὴν φωνὴν τοῦ προφήτου, ὅτι Σὺ εἶ, βασιλεῦ, εὐθέως ἐξομολογήσατο· Ἡμάρτηκα τῷ Κυρίῳ. Ὁ δὲ Νάθαν, Καὶ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου, οὐ μὴ ἀποθάνῃς. Ὦ Νάθαν, τί ἐτόλμησας ἀποφήνασθαι; μέλλεις γὰρ ὑπὸ Ναυάτου ἐγκαλεῖσθαι τοῦ ὑψηλόφρονος. Τῷ Θεῷ ἥμαρτεν ὁ ∆αυῒδ, αὐτῷ καὶ ἐξωμολογήσατο· καὶ πόθεν οἶδας, εἰ συγχώρησιν ἔλαβεν, ὅτι σὺ ἀφεῖλες τὸ ἁμάρτημα; πρῶτον μάθε, καὶ τότε μετάδος τῆς ἁμαρτίας τὴν λύσιν. Ὁ δὲ Νάθαν φησίν· Ἐμοὶ ἐνεχείρισεν ὁ Θεὸς τελείαν τὴν τοῦ ∆αυῒδ περιοδείαν ποιήσασθαι. Εἰ γὰρ οὐκ ἐβούλετο δι' ἐμοῦ αὐτῷ συγχωρῆσαι, οὐκ ἂν ἀπέσταλκέ με πρὸς αὐτόν. Τίς ἐγκαλεῖ ἰατρῷ περιοδεύοντι ἀνθρώπῳ νοσοῦντι, καὶ οὐκ εὐχαριστεῖ καὶ ἀμοιβὰς ἀποδίδωσι; Σαφῶς τοίνυν ἀποδέδεικται, ὅτιπερ οὐ μόνον ἐν τῇ χάριτι, ἀλλὰ καὶ πρὸ τῆς χάριτος δι' ἀνθρώπων ὁ Θεὸς τοῖς ἀνθρώποις συνεχώρει τὰ ἁμαρτήματα. Χρησώμεθα δὲ καὶ μετρίῳ ὑποδείγματι πρὸς σαφήνειαν τῶν λεγομένων· Ὑπόθου μοι, ὦ ἄνθρωπε ὁ τῆς μετανοίας ἀντίπαλος, τινὰ ἄνθρωπον σφαλέντα ἐπί τινι ἐγκλήματι, καὶ καταδίκῃ ὑπὸ ἄρχοντος βληθέντα καὶ μέλλοντα αὐτὸν ἢ ἐν ἐξορίᾳ, ἢ ἐν ἄλλῃ τινὶ τιμωρίᾳ, παραπέμπεσθαι· μὴ οὗτος ὁ τῇ καταδίκῃ φρουρούμενος, δι' ἑαυτοῦ πρόεισι, καὶ τὸν ἄρχοντα παρακαλεῖ τῆς συμφορᾶς ἐκείνης ἀπαλλαγῆναι; οὐχὶ τὸν μεσίτην ἰχνεύσας καὶ ζητήσας, τὸν λεγόμενον, ἵνα σαφέστερον εἴπω, δομεστικὸν, δι' αὐτοῦ τὴν σωτηρίαν πρυτανεύεται, καὶ τῆς κρίσεως τὴν ψῆφον σπουδάζει ἀκυρῶσαι, καὶ τοῦ ἄρχοντος τὸν θυμὸν εἰς ἐπιείκειαν μεταποιῆσαι; Εἰ ἐπὶ τῶν σωματικῶν τιμωριῶν εὐταξία τοσαύτη καὶ παράκλησις, ἐπὶ τῶν πνευματικῶν οὐχὶ μᾶλλον ὑψηλοτέρα γενήσεται μεσιτεία καὶ βοηθείας χρεία; Ὥστε, ἄνθρωπε, εἰ διὰ τοῦτο οὐ βούλει προσελθεῖν τῇ μετανοίᾳ, ὅτι ἄνθρωπός ἐστιν ὁ ἱερεὺς ἁμαρτωλὸς, μηδὲ βαπτισθῇς· ἄνθρωπος γάρ ἐστιν ὁ βαπτίζων· μηδὲ κοινωνήσῃς· ἄνθρωπος γάρ ἐστιν ὁ τὸν ἀμνὸν τοῦ Θεοῦ μελίζων. Εἰ δὲ ταῦτα πίστιν ἔχει, κἀκεῖνο πίστει κατάδεξαι. Ὅρα μὴ ἄλλα φυλάττων, καὶ ἄλλα ἀποβαλλόμενος, εἰς κρῖμα 62.762 ἐμπέσῃς. Οὕτω γὰρ σκελίζει ἡμᾶς τὸ πονηρὸν θηρίον ὁ διάβολος, καὶ θέλει ἡμᾶς ἐμβαλεῖν εἰς τὴν γέενναν διὰ πολυτρόπων αὐτοῦ μηχανημάτων. Γέγραπται ἐν τῷ νόμῳ, Ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. Εἰ οὖν ἄρχοντά σοι δέδωκε τὸν ἱερέα ὁ βασιλεὺς τῶν βασιλευόντων, τί ἀποβάλλεις αὐτὸν καὶ ταλανίζεις; μὴ δύνασαι τῷ ἐπιγείῳ βασιλεῖ παριστάμενος διδόντι ἀξίαν ἄρχοντι, κωλῦσαι καὶ εἰπεῖν αὐτῷ· Οὐκ ἔστιν ἄξιος τῆς ἀρχῆς ταύτης γενέσθαι; Εἰ οὖν ἐκεῖνον οὐ δύνασαι κωλῦσαι, ὃν θέλει καὶ ὃν βούλεται δοξάσαι, πῶς τολμᾷς τὸ δεσποτικὸν κέλευσμα κωλυθῆναι ἐπὶ τοῦ ἱερέως, ὅτι ἁμαρτωλός ἐστιν; οὐχὶ ∆αυῒδ ὁ προφήτης μοιχείᾳ καὶ φόνῳ περιέπεσεν, ὡς προεῖπον; οὐχὶ Πέτρος ἀρνησάμενος τὸν διδάσκαλον τρὶς, ἁμαρτίᾳ καὶ ἀρνήσει ὑπέπεσεν; οὐχὶ Παῦλος ἐδίωξε τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ὡς οὐδεὶς ἄλλος; Ἀλλ' ὁ φιλάνθρωπος ∆εσπότης τούτους ἐξελέξατο καὶ ἐδόξασεν, ἵνα σύ τινα τῶν τῆς Ἐκκλησίας ἀρχόντων μὴ ἐξουδενώσῃς μηδὲ κρίνῃς. Ὁ γὰρ ἱερεὺς